1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

109

τῆς σαρκὸς δεσμίων τὸ θεῖον χαρισμάτων ἀξιοῦν βούλοιτο, μο ναχὸν ὑπὲρ ἄλλους ἂν ἀξιῶσαι. οἱ δὲ καὶ ἐναντίου πνεύματος ἀπεκάλουν ἐνέργημα, κλέπτοντος τὴν τοῦ θεοῦ δόξαν ἐκ τοῦ τὰ τῷ θεῷ πρέποντα προαρπάζειν, ὡς τὸν μέγαν λέγειν Ἀντώνιον. τοῖς δὲ καὶ ἐγχωροῦν εἶναι ἔκ τινων μαθημάτων εἰδέναι τὰ τοιαῦ τα ὑπελαμβάνετο. πάντες δὲ ὡς ἐπ' ἀσφαλεῖ θεμελίῳ τῷ τοῦ ἀνδρὸς προσώπῳ ἤθελον ἐποικοδομεῖν τὴν διάγνωσιν, ὡς αὐτοῦ γε ἀδήλου ὄντος ἁπάσας ὑπονοίας ἁρμόζειν. πλὴν τὸ μὲν κήδε' 364 ἐφῆφθαι Ῥωμαίοις, ἔλεγον, καὶ ταῦτα τὰ μέγιστα ὧν ἀκοῇ πα ρειλήφαμεν, οὔτε μάντεως οὔτε μὴν προφήτου εἰπεῖν χρῄζοιεν. τὸ δὲ καὶ θεόθεν ὀργιζομένου, καὶ ἃς εἴπῃ τις ἂν αἰτίας, πολ λῶν γε οὐσῶν, ἐξαίρομεν μέντοι καὶ ἁμαρτίας τὰς τοῦ καθ' ἕκα στον, Χριστιανούς γε ὄντας καὶ πρεσβεύοντας πρόνοιαν εἰκὸς ἐννοεῖν, καὶ εἴ γ' ἐπὶ τούτοις ἡ ἐπὶ τοῦ λιπαρῶς θεοῦ δέεσθαι συμβουλὴ ὡς εὐμενίζοιτό τε καὶ ἐλεῴη ἵσταται, θαυμαστὸν οὐ δέν. τοὐναντίον μὲν οὖν ἂν θαυμαστὸν εἰ εὐθηνοῦσιν ἐς ἅπαν καὶ οὐδὲν ἔχουσι λυπηρὸν προέλεγέ τις τὰ φοβερά, ἂν τέως ἀπέ βαινον, ὅπου γε καὶ Ἰωνᾶς ὑπωπτεύετο Νινευΐταις τρυφῶσι μέχρι καὶ ἀκοῆς, ἀλλ' οὐ πείρας, σταθέντων τῶν λυπηρῶν. εἰ δὲ καὶ προφητείας ἀξιῷτό τις ἐπὶ τῷ πλέονι τῶν κακῶν, θαυμαστὸς μὲν ἐκεῖνος δόξειεν ἄν, μακαριστοὶ δὲ καὶ ἡμεῖς λογιζοίμεθα ὡς οὐκ ἐκείνου ἀλλ' ἡμῶν γε χάριν τῆς προρρήσεως γεγονυίας. κρύπτεσθαι μὲν οὖν ἐκεῖνον καὶ μὴ φανερούμενον ἐκφανεροῦν τὰ θεῖα μυστήρια, πρὸς τῷ μὴ ἔνδοξον εἶναι κατὰ τὴν γραφήν, καὶ 365 κινδυνῶδες καθίσταται. καὶ ὅσον ἡμᾶς δίκαι περιελεύσονται κατωλιγωρηκότας δίκαιαι, εἰ τὰς αἰτίας ἐκεῖνος λέγει τοῦ δαιμονίου μηνίματος, οὕτως ἐκείνῳ σιγήσαντι τὸ διὰ κηδεμονίαν προο ραθὲν κίνδυνος περιστήσεται. τὸ δ' ἐπὶ τούτοις ἱστᾶν τὸ θαῦμα μὴ τὰς αἰτίας λέγοντα, καὶ ταύτας οὐ κοινὰς καὶ συνήθεις τῷ κόσμῳ ἀλλ' ἴσως ἰδίας καὶ καινοφανεῖς ἄντικρυς, μὴ καὶ ἑαυτῷ τις λέγων τοιαῦτα περιποιοίη τὸν θαυμασμὸν συναρπάζων μόνον καὶ δόξαν θηρώμενος. ταῦτα λέγοντες δῆλοι μὲν ἦσαν παρακι νοῦντες καὶ βασιλέα τὸ πρόσωπον ἐμφανίζειν, ἐμφανεῖς δὲ καὶ χαίροντες εἰ κριθείη τῶν τοιούτων ἐκεῖνος ἄξιος, θεοῦ φιλαν θρωπίας ἐντεῦθεν δεχόμενοι σύμβολα. ἀλλ' ὁ βασιλεὺς πολὺς ἐφαίνετο τὴν ἐχεμυθίαν, τὴν τῶν πολλῶν ὑπόνοιαν φυλαττόμε νος. ἤθελε δ' ἐνεχυράζειν τὰς γνώμας τῶν ἀκουόντων καὶ ἔτι καθαρὰς γενομένας πάθους, ἵν' οὕτω τὸ πρᾶγμα θαυμάσαντες, 366 ὡς εἰκός, παραλλάττειν μὴ ἔχοιεν τὰς ὁμολογίας αἰδούμενοι, ἤν τις ἐν ὑστέρῳ γνωσιμαχεῖν αἱροῖτο μαθὼν τὸ πρόσωπον. κἀν τούτοις ἡμέρα μὲν ἕως ὀψὲ διηνύετο, νὺξ δ' ἐπελθοῦσα καλὸν ἡγεῖσθαι καὶ τὸ νυκτὶ πείθεσθαι καὶ βασιλέα καὶ τοὺς ἀμφ' ἐκεῖ νον ἔπειθε· λύσαν δ' αἰψηρὴν ἀγορὴν μηδὲν πλέον τῶν ἀκου σθέντων ἔχοντες. 36. Ἅμα δ' ἕῳ συγκαλέσας καὶ αὖθις ὁ βασιλεὺς οὐ τού τους μόνον, ἀλλ' ἤδη καὶ ὅσον ἦν τῆς πολιτείας καθαρόν τε καὶ ἔκκριτον, καὶ μοναχοὺς σχεδὸν πάντας, ἔγνω καὶ πάλιν ἐν κοι νῷ τὰ περὶ τούτου δημηγορεῖν. ὡς τοίνυν τὸ πλῆθος ὁ χρυσο τρίκλινος οὐκ ἐχώρει πολύ γε ὄν, ἐξελθὼν ἀπὸ τοῦ περιπάτου σφίσι κάτωθεν ἱσταμένοις, περὶ ἐκεῖνον τῶν ἱερῶν ἀνδρῶν ὄντων καὶ ὅσον βασίλειον, πόλλ' ἄττα διεξιών, καὶ ὅπως ἐλέχθη τε καὶ ἐπράχθη ἕκαστον πάντα κατὰ μέρος διειληφώς, τέλος ὑπερθαυ μάσας μὲν τὸν ἄνδρα, κρύπτων ἔτι τοὔνομα, ὑπερθαυμάζειν δὲ καὶ τοὺς λοιποὺς ἐργασάμενος, ἐντεῦθεν ἐξ αὐτοῦ λόγου (καὶ γὰρ ἡτοίμαστο καὶ στολῇ καὶ ζώνῃ καὶ καλύπτρᾳ καὶ ὑποδήμασιν) ἐξορμᾷ μὲν ἐκεῖνος πεζῇ πρὸς τὸν τέως ἄγνωστον, ἐξορμᾶν δὲ 367 πείθει καὶ τοὺς ἐθέλοντας, οὐ προστάσσων βασιλικῶς ἀλλ' ἀφιεὶς ἑκάστῳ τὸ αὐτεξούσιον, πλὴν τῷ εἰς τέλος κεκοπιακότι μεγάλην καὶ ἀγαθὴν ἐγγυώμενος τὴν ἀπὸ τοῦ ἀνδρὸς εὐλογίαν. ὅσοις δὲ καὶ γέρουσιν οὖσι πεζοπορεῖν οὐκ ἦν, ἐπὶ πηλοῖς καὶ ταῦτα καὶ τέλμασι χειμῶνος ὄντος, τούτοις καὶ ἵππων ἐπιβαίνειν ἠφίει. καί γε προῆγε σημείοις τισὶ τεκμαιρομένους τὰ τῆς ὁδοῦ. ταῦτα καί τινες μὲν τῶν ἀρχιερέων καὶ τῶν μοναχῶν ἔπραττον, ἄλλοι δὲ πεζοὶ πεζῷ συνωπήδουν τῷ βασιλεῖ. τῷ μέντοι γ'