1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

110

Ἀλεξανδρείας καὶ ἱππεύειν προστέτακτο καὶ τὸ πρόσωπον ἔγνωστο καὶ τὰ τῆς ἀξιώσεως λελιπάρητο. καὶ βασιλεὺς μὲν ἤλπιζεν ἐκεῖ τὸν ἄνδρα καταλαβεῖν, ἐκεῖνος δὲ τὴν τοῦ μεγάλου πατρὸς Ἀθανασίου λειτουργίαν σκεψάμενος ἐπορεύετο ἐπ' οἴκου. καὶ ἦν ἐντεῦθεν ὁρᾶν ἄπειρον πλῆθος περὶ τὸν ἄνακτα, ῥύακας μιμούμενον ποταμοῦ, εἰς ἓν συνιόντων καὶ προθυμίαις ἁπάσαις ἐπεισρεόντων, ὅπου γε προστάξειε βασιλεύς, καρτερικῶς καὶ τοῦ βασιλέως τὴν ὁδὸν διανύοντος, ἕως οὗ τὴν τῆς ὁδοῦ μόλις διε νεγκόντες δυσχέρειαν ταῖς πύλαις ἐπέστησαν τῆς μονῆς, καὶ ἀνεῳγμέναις κατὰ πρόνοιαν ταῖς ἐπὶ χρόνοις κεκλεισμέναις ἐνέ τυχον. 368 {

Ε.} Τῷ μὲν οὖν πατριαρχεύσαντι Ἀθανασίῳ ἡ πύλη τῆς καθ' αὑ τὸν μονῆς ἐπ'

ἔτη δέκα κεκλεισμένη, μηνῶν δεόντων ἐννέα, ἀπροΐτῳ καὶ αὐτῷ μένοντι ἐς τοσοῦτον, ἤνοικτο τότε, πλὴν οὐ πεφεισμένως καὶ ὥς τινας πλήθους ὄντος τὰ τῆς εἰσόδου παρα βιάσασθαι, ἀλλὰ ποιητοῦ τινὸς ἦν εἰπεῖν, πᾶσαι δ' ἀνεῴγνυντο πύλαι. καὶ ἅμα μὲν βασιλεὺς ἐπέστη καὶ ἀρχιερεῖς καὶ τῶν μο ναχῶν ὅσον ἔκκριτον, καὶ ἅμ' ἐκεῖνος τῆς κέλλης ὑπεξιὼν χλαῖ νάν τ' ἐνειμένος καὶ καλύπτραν ἐκ καλάμης ἔχων καὶ ξύλῳ ἐπερει δόμενος νάρθηκι ὑπήντα ἐκείνοις κατὰ τὰ πρόθυρα, πολλῆς τι νὸς μοίρας συνεκπαιούσης καὶ τοῦ λαοῦ. καὶ τότε πρώτως μαν θάνουσιν ἅπαντες ὅστις ποτ' ἦν ἐκεῖνος ὁ ἐπὶ μεγίστοις καὶ μυ στηρίοις θεοῦ παρὰ τοῦ ἄνακτος φημιζόμενος. καὶ αὐτίκα πάν τες ὑπέκυπτον καὶ ἀταμιεύτους τὰς ὁρμὰς εἶχον, καὶ μᾶλλον ἀρ χιερεῖς, ἐπὶ τῷ καλεῖν πατριάρχην καὶ προσκαλεῖσθαι ἐπ' ἐκκλη σίαν καὶ τὰς προτέρας τιμάς. καὶ γὰρ ἦν παρ' ἑκάστῳ μνήμη τῶν πάλαι ξυμβεβηκότων, τοῦ χρόνου τὰ πολλὰ ἐκεῖνα τραχέων καλύψαντος, καὶ ὡς δῆθεν ἐν κενοῖς συμβᾶσιν ἐκείνοις ἐπήλγουν. 369 καὶ δὴ ταῖς καλύπτραις τὸ πλέον τῆς κεφαλῆς ἀποκαλυπτόμενοι μέρος τῆς παρ' ἐκείνου εὐλογίας ἀπολαύειν ἠξίουν. ἀλλ' οὐκ ἔπειθον ταῦτα πράττοντες· ἐκεῖνος γὰρ καὶ γῆρας καὶ ταλαιπω ρίαν καὶ τὸ μὴ ἐπὶ τοιούτοις δύνασθαι παραιτούμενος προεβάλ λετο. ὅμως θεόν τε ἱκετεύειν καθ' αὑτούς τε ἰδίᾳ καὶ ἅμα παρήγγελλεν, ὡς τὸ δόξαν ἐκείνῳ τοῦτο γίνεσθαι πάντως ἀνάγ κην εἶναι. οὔτε δ' ἐκείνους οὔτε τινὰς τοῦ λαοῦ προσιόντας εὐ λόγει, μόνον δ' ἐδίδου τὴν χεῖρα, καὶ ἐν πληροφορίᾳ τῆς εὐλο γίας ἠσπάζοντο. τότε τοιγαροῦν τὰ εἰκότα διαλαλήσας καὶ ἐπευ ξάμενος ἀπέλυε τὸν λαόν. Πλὴν καὶ ἀπολυθέντων τὰ πολλὰ ἐῴκει φροντίζειν, προ διοικῶν ἐντεῦθεν τὰ κατὰ θέλησιν βαθέως καὶ ὡς οὐκ ἄν τις ᾤετο τῶν ἄλλως ἐκείνῳ προσεχόντων. πρόφασις δὲ τῆς φροντί δος ἡ πρὸς ἀλλήλους δῆθεν ἀδικία καὶ τὸ τῶν μικροτέρων τοὺς μείζους κατωφρυῶσθαι καὶ ἡ τῶν κρειττόνων πρὸς ἀδικίαν ῥοπή, μὴ ὄντος τοῦ τοῖς μικροῖς παρισταμένου καὶ πολυωροῦντος τοὺς καταπονουμένους δυνάμει κρείττονι. ἔνθεν τοι καὶ βασιλεὺς ἐν δοὺς τούτῳ ἀξιωτέρῳ τε φαινομένῳ τῶν ἄλλων τοῦ ἐπαρήγειν ἀδικουμένοις, ἀνοιγνύναι τοῦ λοιποῦ τὰς πύλας κελεύει καὶ 370 προσιόντας δέχεσθαι, εἴτε κατά τινα κρίσιν προσίοι τις εἴτε καὶ κατὰ μεσιτείαν τὴν πρὸς αὐτόν· τὸν γὰρ ἐπαλγοῦντα γνησίως ταῖς συμφοραῖς, ἐκεῖνον καὶ γνησίως φροντίζειν εἰκὸς εἶναι καὶ κατὰ τὸ δυνατὸν συνασπίζειν τῷ πάσχοντι. ἦν δ' ἐντεῦθεν ἐξ ἀνάγκης καὶ προοδοποίησις σφίσι πρὸς ὅπερ ἄρα καὶ πράττειν ἠβούλοντο, ἃ τότε μὲν ἐπειλύοντο, ὕστερον δὲ καὶ διεφαίνοντο, ὅτε οὐκ ἦν ἀναλαμβάνειν τὰ δεδομένα τινάς. ὅθεν καὶ ἡμέρας ἑκάστης ἐξ ἑωθινοῦ καὶ ἐς νύκτα ἀνέδην τὰ πρὸς ἐκεῖνα ποιούμε νοι ἄνθρωποι, οἱ μὲν κατὰ χρείαν ἐγκλητεύοντες κρίσεως, μετα καλουμένου καὶ τοῦ ἀντιδικήσοντος ἐπ' αὐτοῦ, συνόντων καί τι νων ἀρχιερέων ἐκρίνοντο, οἱ δὲ μεσιτείας τῆς πρὸς βασιλέα χά ριν ποτνιώμενοι φακέλλους γραμμάτων ἐδίδουν, καὶ ἡ ἑκάστου ἀναφορὰ τῷ κρατοῦντι ἐνεχειρίζετο. Ἦν δὲ καὶ φροντὶς βασιλεῖ τοὐντεῦθεν, ἐπεὶ τὰ τοῦ Ἰωάν νου καθυφεῖντο τὸ ἀπὸ τοῦδε καὶ οἱ τέως δοκοῦντες παρίστασθαί οἱ ἔκλινον ἤδη πρὸς