111
Ἀθανάσιον, συμπείθειν ἀρχιερεῖς καὶ ἀνά γειν πειρᾶσθαι ἤδη τῆς προστασίας ἐπειλημμένον ἀναδοχῆς χάριν 371 τῆς ἐπ' ἀνθρώποις καὶ κρίσεως. μετελάμβανε γὰρ αὐτὸν καὶ ἡ τῶν λοιπῶν πραγμάτων ἐλπὶς ἀγαθή, ὡς αὐτίκα εὖ σχησόντων εἰ ἀποκαθιστῷτο τῷ θρόνῳ ὁ Ἀθανάσιος. καὶ ἀρχιερεῖς συνῆγε καὶ κλῆρον καὶ μοναχούς, καὶ τὰς μὲν συσκέψεις, εἰ ἀνελθεῖν δέοι, παρὰ φαῦλον οἷον ἐτίθετο, πιστεύων τοῖς πρότριτα· οὐ δεὶς γὰρ τῶν ἀρχιερέων ἦν ὅστις ἅμ' ἰδὼν καὶ μαθὼν τὴν πρώ την ἐκείνην ἡμέραν, οὐχ ὑποκλίνων τὴν κεφαλὴν ὡς πατριάρχην ἐδέχετο καὶ ἤπειγε τὴν ἀνάβασιν· περὶ δὲ τοῦ πῶς ἀνέλθοι καὶ πότε, εἰ τέως θελήσει, ὡς ἔλεγε (τὸν γὰρ Ἰωάννην ὑπερεώρων καὶ οἱ τέως προσκείμενοι), συνάγων ἠρώτα.
(2) ἀρχιερεῖς δὲ μέχρι μὲν ἐκείνης τῆς πρώτης ἡμέρας θερμῶς εἶχον, καὶ μηδεμιᾶς προσπαιούσης ἐννοίας οἱ ἀπεναντίας τοῖς λογισμοῖς ἐκείνῳ κα λῶς προσεφέροντο. εἶτα δὲ καὶ λογισμῶν βασάνῳ διδόντες τὸ πρᾶγμα, οἱ μὲν καὶ αὖθις ἐνέμενον τοῖς προτέροις καὶ τὰς ἐπ' ἐκείνῳ ῥοπὰς ἀνεπάλαιον, καὶ προῆγον μὲν παραιτήσεις ἐφ' οἷς ἐποίει τότε ἀπᾴδουσι, προέτεινον δὲ καὶ τὴν ἐπὶ τοσούτοις χρό 372 νοις ἀργίαν, καθ' οὓς καὶ ἄλλος κανονικῶς καταστὰς ὡς αὐτοῦ γε παραιτησαμένου τὰ τῆς ἐκκλησίας διΐθυνεν, ὃν οὐδὲ δίκαιον εἶναι ἐν τοῖς μισθωτοῖς παρεγγράφεσθαι καὶ ὡς μὴ γνήσιον ὀβε λίζεσθαι, ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐκκλησίαν κατέχοντα καί γε καὶ πλείστας χειροτονίας τελέσαντα· δυοῖν γὰρ θάτερον ξυμβαίνειν, ἢ αὐτὸν μὲν δικαιοῦσθαι κἀκεῖνον ἐν τοῖς νόθοις εἶναι, ἢ μὴν κανονικῶς καταστάντος ἐκείνου καὶ κανονικῶς ἐνεργοῦντος αὐτὸν ἐν ἱερεῦσι καὶ πατριάρχαις μηδὲ τὸ παράπαν λογίζεσθαι. ἐρρᾳ διουργημένην δὲ καὶ τὴν ὑπὲρ τῶν ἀδικουμένων ἀξίωσιν ὑπετό παζον, ὡς αὐτίκ' ἂν καὶ τοὺς συντρέχοντας πολλοὺς εἶναι βοη θείας ἕνεκα τῆς πρὸς τὸν κρατοῦντα, καὶ τὴν τῆς προστασίας τι μὴν ἐρριζῶσθαι ἐξ ἀναγκαίου συμβαίνειν, κἂν μὴ σφίσι δοκοίη. διχῇ οὖν διαιρουμένων τῶν ἀρχιερέων, καὶ τῶν ἠδικῆσθαι καὶ τότε τῶν ἱερέα κρινόντων καὶ αὖθις δικαιούντων ἀνάγεσθαι, ὧν τινὲς εἰ καὶ τῆς ἐκείνου χειροτονίας ἦσαν, ἀλλ' οὖν ὑποσχεῖν εὐ θύνας, εἰ κἀκεῖνος θέλοι, ἑαυτοὺς ἐδικαίουν, τῶν δὲ μηδ' ὅλως ἀνεχομένων δέχεσθαι ἅμα μὲν παραιτησάμενον, ἅμα δὲ καὶ 373 ἐπ' αἰτίαις σκληρότητος καὶ τοῦ πολλοὺς αἰκίζεσθαί τε καὶ ἀπο κλείειν αἰτίας ἀνακυπτούσης καὶ τῆς τυχούσης, ὧν ἕνεκα ἦν, εἰ μὴ μεταβάλλοιτο, καὶ κατὰ κανόνας εὐθύνεσθαι, συνίσταταί τις ἐν τούτοις καὶ τρίτη μοῖρα, οἳ δὴ τὴν μὲν τῆς γνώμης μετά θεσιν αἰσχυνόμενοι, εὐπρόσωπον δ' ἐπὶ ταύτῃ πρόφασιν προϊσχό μενοι ἐδέχοντο μέν, ὡς καὶ πρίν, τὸν ἄνδρα καὶ πατριάρχην, πλὴν ἐπ' ἀσφαλείᾳ μεγίστῃ τοῦ μή τι τοιοῦτον τὸ ἀπὸ τοῦδε παρ' αὐτοῦ γίνεσθαι, ὡς ἐκείνων ὀλεθρίων ὄντων καὶ δυναμένων ἀρχιερεῖς καθαιρεῖν, ἤν τις ἄρα καὶ τοῖς κανόσι πιστεύσειε. ταῦτα λέγοντες διεφιλονείκουν ἡμέρας ὅλας, καὶ τὰς γνώμας οὔ μενουν οὐ ξυνέβαινον. βασιλεὺς δὲ γνοὺς ὡς τὸ ἀτηρὸν τοῦ ἀν δρὸς καὶ ἀμάλακτον καὶ ἐπὶ τοῖς τυχοῦσιν ἀσυγκατάβατον, ὃ δὴ καὶ ἀπ' ἀρετῆς ἴσως, τὸ δὲ καὶ πλέον καὶ ἀπὸ γνώμης εἰκάζειν ἦν, τῆς μὲν τὸ ἀκριβὲς ζητούσης ἐφ' ἅπασι, τῆς δὲ φυσικῶς πειθούσης ἔχειν καὶ τὸ μὴ χρήσιμον χρήσιμον, ἀλλοῖον γενέσθαι τοῦτον, ὅσον εἰκάσαι καὶ ἐκ πολλῶν, διετείνετο. μηδὲ γὰρ αὐ 374 τὸν τόσον, ἀλλὰ τοὺς περὶ αὐτὸν ἀμαθίᾳ γνώμης τὸ μὴ δέον ἐρ γάζεσθαι καταναγκάζεσθαι. εἰ δέ γε καὶ αὐτὸς ἀκριβείας ἐπει λημμένος πολλοῖς γινομένης παρὰ τὸ δέον ἐμποδὼν ὑφορῷτο στήσεσθαι, βασιλεῖ γε μᾶλλον ἀτηρὸν φανεῖσθαι, πολλὰ καὶ παρὰ τὸ εἰκὸς ἐξ ἀνάγκης πράττειν παραγομένῳ. πλὴν καταδέ χεσθαι μάλα πολλῷ ἀναξαίνοντος τούτου τὰ ἕλκη ἢ ἄλλως μα λάσσοντος. "ἐμοὶ μὲν οὖν" ἔλεγεν "ἓν ἀναγκαῖον καὶ αὐτῆς πνοῆς προτιμότερον, τὸ θεοῦ θέλημα γίνεσθαι, κἂν λυπῇ κἂν μή. πλὴν καὶ χαρᾶς ὑπέρτερον πάσης τὸ κατὰ λύπην ἐκεῖνο, εἰ θεὸς κελεύοι, γιγνόμενον. διὰ ταῦτα καὶ εἴ τι μὲν προύβη ἀκρι βείας τῆς κατὰ νόμους, ἄνετον δόξαν, ἄνετον μέν, προτενεῖν τὰς αἰτίας ἀνάγκη, αὐτὸς δὲ