1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

118

ὕπει 395 ξιν ἡγησάμενος ἀπολύειν καὶ μὴ κατέχειν μήτε μὴν περιέπειν τὸν ἄνθρωπον, ἐκποδὼν ἐπήγγελε γίνεσθαι καὶ ζητεῖν ὅπου σωθήσε ται. διὰ ταῦτα τοῖς ὅλοις ἀπορηθεὶς ἐκεῖνος πέμπει πρὸς βασι λέα καὶ ἱκετεύει δέχεσθαι· ἔχειν γὰρ καὶ λαὸν ἱκανὸν συμμαχεῖν ὅπου βούλοιτο βασιλεύς. ἦν γὰρ ταῖς ἀληθείαις, ὡς ἔδοξε, καὶ λῆμα ἔχων γενναῖον καὶ πλέως Ἀρεϊκοῦ φρονήματος, πολλῷ δὲ μᾶλλον καὶ τῷ τῆς γνώμης σπουδαίῳ καὶ βαθυσκόπῳ λαὸν δου λαγωγῶν ἀτάσθαλον καὶ τούτῳ κατορθοῦν τὰ μέγιστα φημιζόμε νος. ὁ μέντοι γε βασιλεὺς διὰ τὴν ἀνάγκην ἀρξάμενος ἤδη ξενο τροφεῖν ὡς ἕρμαιον ἁρπάζει τὸ σύμβαμα, καὶ πέμπων πίστεις ἐκ χρυσοβούλλων αὐτὸν ἀνεδέχετο καὶ λαὸν προσεδέχετο, ὥστ' ἐκεῖ νον μὲν τῷ τοῦ μεγάλου δουκὸς τιμᾶν ἀξιώματι καί γε καὶ γαμ βρὸν ἐπ' ἀδελφιδῇ Μαρίᾳ τῇ τοῦ Ἀσὰν θυγατρὶ καθιστᾶν, τοὺς δέ γε περὶ αὐτὸν ῥόγαις ταῖς προσηκούσαις ἐξικανοῦν ὑπηρετοῦν τας τὰ κατὰ πόλεμον. τὸ γὰρ Ῥωμαϊκόν, ὡς εἴρηται, ἐξησθε νηκὸς καὶ κατὰ δύσιν διασπαρὲν παρεώρατο, ζητοῦν τοὐντεῦθεν 396 ὅπου δουλεύσειε καὶ τραφήσαιτο.

(13) παρ' ἣν αἰτίαν καὶ Μιχαὴλ ὁ δεσπότης αἰτίαις ὑποβληθεὶς κεκινδύνευκεν. ἐπεὶ γὰρ ὁ μὲν βασιλεὺς ἤπειγε τοῦτον εἰς Νίκαιαν συνάμα τῷ ὑπ' αὐτὸν λαῷ στρατηγήσοντα, ἐκεῖνος δὲ πολλάκις γράψας μετεκαλεῖτο τὸν ἴδιον, κἀκεῖνοι κατερραθύμουν, διὰ ταῦτα ἔδοξε χρῆσθαι τοῖς βασιλέως ὡς ὑπηρέταις, ἤδη ἀπολέμοις ἐκ τῆς ἀνάγκης γε γενημένοις, καὶ πέμψας συνῆγε, πλὴν οὔτε βασιλέως εἰδότος, καὶ ὅρκους ἀπαιτῶν ἐκείνους ὡς περὶ ἑκατὸν ὄντας, καὶ κρυφηδὸν λαμβάνων καὶ μέρει διδοὺς πρὸς ἐκείνους. ἦν δ' ὁ ὅρκος βασι λεῖ πρέπων, οἶμαι, καὶ μόνῳ· εἶναι γὰρ τῶν ἐχθρῶν ἐχθροὶ καὶ τῶν φίλων φίλοι τοῦ τέως δεσπότου ἐπώμνυον. ὃ δὴ προσαγ γελθέν, βασιλεὺς καὶ ταῦτα καὶ ἄλλα πλεῖστα συνηθροικώς, συνοικοῦντος καὶ τῇ τοῦ Τερτερῆ θυγατρί, λιπαρῶς ὑπώπτευε κατ' αὐτοῦ ἀπιστίας μελέτημα, καὶ τὸ γεγονὸς εἰς κρίσιν ἐτίθει, καὶ τὸν προσαγγελλόμενον κατεδίκαζεν. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον καὶ ῥηθήσεται· τότε δὲ βασιλεὺς τοιαύτας ἐδίδου τὰς πίστεις τῷ Ῥοντζερίῳ. ὁ δὲ λαβὼν τὰ γράμματα, ὡς ἂν καὶ 397 μέγας τις δόξοι, οὐχ ὅσους ἀνὰ χεῖρας καὶ μόνους εἶχε τοσούτους καὶ ἄγειν ἠβούλετο, ἀλλὰ προσφιλοτιμούμενος καὶ ἄλλους συνῆ γε, ταῖς ἀπὸ βασιλέως ἐλπίσιν ἀναπτερῶν, ὥστε μηδ' ἔχειν αὐ τάρκεις ναῦς συνεκφέρειν τὸ στρατολόγημα, μηδέ γε χρήματα τόσα ὥστε καὶ προκαταρκτικὰ διδόναι ἐπὶ βασιλεῖ ἐχεγγύῳ τὰ πλεῖστα παρέξοντι. διά τοι ταῦτα καὶ Γεννουΐταις προσσχὼν ἐπὶ πίστεσιν ἐκιχρᾶτο ταῖς βασιλέως ὡσεὶ χιλιάδας εἴκοσι νομι σμάτων, τὰ μὲν καὶ λαμβάνων, τὰ δὲ καὶ διὰ τὴν τῶν νηῶν χρείαν ἐκείνων εἰς τὴν τοῦ λαοῦ διαπλώϊσιν προσδεχόμενος. Γα μηλιῶνος μὲν οὖν, ὡς εἴρηται, τῇ Κωνσταντίνου ἐφίστανται. καὶ βασιλεὺς τοσοῦτον λαὸν παρ' ἐλπίδα δεξάμενος, ὅμως τῇ τῆς συμμαχίας ἐλπίδι ἀναθαρρῶν τοὺς λογισμοὺς κραταιότερον ἵστη καὶ ἀμφοτέραις ἐξήντλει σφίσι τὰ χρήματα, καὶ θησαυροὺς πάντας οὓς ἀνεπίμπλων οἱ πανταχόθεν δασμοί, ἐπισχεθέντων πάλαι καὶ αὐτῶν ῥογῶν καὶ προσοδίων τοῖς ἐν ἀνακτόρων δου λεύουσιν, ἃ δὴ καὶ βασιλεῖς ἐξ ἀρχαίου εἰς μισθοὺς ἐτίθουν ἀναγ καίους τοῖς ὑπηρετουμένοις, ἐκείνοις ἐξεκενοῦντο. ἀλλὰ τὸν μὲν Ῥοντζέριον εἰς μέγα τιμήσας δούκα, καὶ τοὺς παρ' αὐτοῦ καὶ ἰδίοις μεγαλύνας ὀνόμασι, γαμβρὸν κατὰ τὰς ὁμολογίας καθίστη. ἦν δὲ ἄρα καὶ τοῖς ἐπιστᾶσι πολλῶν φιλοτιμιῶν ἀπολαύειν 398 δεικνύειν τὴν χρῆσιν, ὡς ἂν μὴ ἐν κενοῖς ἐπιστῆναι δόξωσιν. ἐτά χθησαν οὖν ἐς Κύζικον ἀπελθεῖν· πρὸς γὰρ τὸ ἔχον τὸν φθόνον ἕρπειν, μᾶλλον δὲ τὴν ἐπίθεσιν ὡς οἷόν τε διενόουν, κἀκεῖ πολύ τι συναχθὲν πλῆθος, καὶ χρήμασι καὶ σώμασιν ἱκανούμενον, ἐφέλκειν τοὺς Πέρσας ἀνάγκῃ, οἷς καὶ δεῖν διὰ ταῦτα κατακε κλεισμένοις συμμαχίας ᾤοντο.

14. Ὡς γοῦν ἐξηρτύοντο καὶ ἤδη πρὸς ἐξόδοις ἦσαν, ἐπι συνίστανται Γεννουῗται οἱ κατὰ πόλιν τέως ζητοῦντες τὸ χρέος· βασιλέα γὰρ ἀπαιτεῖν ἑτέροις