119
δανείσαντας οὐκ ᾤοντο δεῖν. οἱ δὲ τὰ τοῦ χρέους βάρη προσανετίθουν τῷ βασιλεῖ ὡς αὐτοῦ γε χρη σάμενοι ἕνεκα. καὶ βασιλεὺς τέως οὐκ ἀνεχόμενος ἀλλ' οὖν πρὸς τὸ ἀποδιδόναι κατένευε, καὶ διὰ τοῦτο καὶ φιλονεικίαν πᾶσαν ὑποτεμνόμενος ἔπεμπε τὸν Μουζάλωνα Στέφανον, μέγαν δρουγ γάριον τοῦ πλωΐμου ὄντα, καταστελοῦντα τὸν θόρυβον. ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτα ποιεῖν ὥστε καὶ κατεκόπη σπάθαις αὐτῷ γε ἵππῳ. καὶ ἔρις ἐντεῦθεν μεγάλη μεταξὺ σφῶν ὠροθύ 399 νετο, τῶν μὲν ξενικῶν τὴν τοῦ Κοσμιδίου καταλαβόντων μονήν, κἀκείνῃ ὡς ὁρμητηρίῳ χρωμένων καὶ μαχομένων, Γεννουϊτῶν δὲ αὐτόθεν κατ' αἰγιαλοὺς βούτζοις καὶ τάρπαις καὶ σανίσιν ἀσφα λισθέντων κύκλῳ, κἀντεῦθεν ὡς ἀπὸ τείχους βαλλόντων τε καὶ βαλλομένων, ὡς καὶ πολλοὺς πεσεῖν ἀμφοτέρωθεν. μόλις τὸν θόρυβον βασιλέως καταστορέσαντος, ἐπὶ Κυζίκου εἰς παραχειμα σίαν ἀπέπλεον. ἐκεῖσε δ' ἐπιστάντες πόλλ' ἄττα τῶν χαλεπῶν κατεπράττοντο, ἐντὸς τοῦ τείχους καθήμενοι, χρήματα ἐκλέγον τες, βίους ἁρπάζοντες, γυναιξὶν ἀνθρώπων ἐπιχειροῦντες, καὶ τῶν ἐποίκων ὅσα καὶ ὠνητῶν κατακυριεύοντες δούλων. τέως ὁ μὲν Φαρέντα Τζιμῆς, αἰσχυνθεὶς οἷον τὰ δρώμενα, καὶ πολλά κις ἐλέγξας οἵων μὲν ἀπήλαυσαν βασιλέως οἷα δὲ πράττουσι, καὶ μὴ πείσας βαρβάρους ὄντας, καὶ αὐτοῦ κατεξανισταμένου τοῦ ἄγοντος ἀπαίρειν ἔγνω. ὅθεν καὶ συσκευασάμενος ἅμα ναυσὶν ἰδίαις καὶ οἰκείῳ λαῷ ἐπ' οἴκου πορεύεται. ἐκεῖνοι δὲ καὶ ἔτι τῷ κατὰ Κύζικον προσκαθήμενοι τείχει καὶ ταῖς σφῶν αὐτῶν ἐν τρυφῶντες ἀτασθαλίαις, ὅπῃ καὶ λήξειαν τοιαῦτα πράττοντες, 400 ἦν οὐδεὶς ἀγνοῶν· Ῥωμαίους γὰρ πανταχόθεν τὰ δεινὰ περιέστη, καὶ διεφώνουν πάσχοντες. Ἐμοὶ δὲ λοιπὸν καί τι τῶν θαυμαστῶν καθ' ἡμᾶς τελεσθὲν ἐξειπεῖν,
(15) φοβερὸν μὲν εἰπεῖν ἄπιστον δ' ἀκοῦσαι, ᾧ δὴ καὶ αὐτὸς διηπίστησα ἄν, κἂν δι' αὐτὸ καὶ παρέλιπον, εἰ μή γε πολλοὶ μὲν οἱ εἰπόντες καὶ ἀξιόπιστοι, δεῖγμα δὲ προνοίας ἔχει θεοῦ καὶ τῆς περὶ τὸ ἀνθρώπινον ἔτι γένος κηδεμονίας, κἂν ἄλ λως βαθέως καὶ ὑπὲρ ἡμᾶς ἐνεργῶνται τὰ θεῖα βουλήματα, καὶ ἅμα καὶ βασιλέως χρηστοῦ δόξαντος δόξαν, θεοῦ κρίνοντος πάν τως μετὰ τῶν ἐπιτετηδευμένων, καὶ ἐφ' οἷς καὶ μόνοις ἐπιτη δεύουσι, τὸ τῶν ἀνθρώπων σφάλμα ἢ καὶ κατόρθωμα. ἤδη μὲν οὖν φθάσαντες ἐδηλώσαμεν πῶς Μαγνησίας τῆς κατὰ Ἕρμον βασιλεὺς ἀπαίρει. ταύτης μὲν προέστησαν ἕτεροι βασιλέως ἀπῃρ κότος ἐκεῖθεν, ἦν δὲ καὶ ὁ ἐπὶ τραπέζης Φιλανθρωπηνός, ἀνὴρ εὐγενείᾳ καὶ γήρᾳ συνέσει τε καὶ ἐμπειρίαις στρατηγικαῖς ἐς ἅπαν κοσμούμενος. ὡς γοῦν τὸ πόλισμα καστροφύλακι ἐπετέτραπτο καὶ ἤδη ἐν φυλακαῖς ἐκεῖνος διαγρυπνῶν ἦν ὀψὲ τῶν νυκτῶν, πολλάκις ἡμμένην λαμπάδα καὶ περιερχομένην τὸ πόλισμα κα θεώρα. τοῦτο δὶς καὶ τρὶς γεγονὸς ἐννοίας ἐπῆγε τὸν καστρο φύλακα. ὃ δὴ καὶ τοῖς προέχουσι κατὰ τὸ εἰκὸς κοινωσάμενος 401 κἀκείνους εἰς τὴν ὁμοίαν ἐνῆγεν ἔκπληξιν. τέως μαθεῖν ἠβού λοντο τί ἂν καὶ εἴη τοῦτο. καὶ πέμπονται μὲν καὶ ἄλλοι κατα σκοπήσοντες, οὐδὲν δὲ πλέον τοῦ πραττομένου ἐκείνοις ἀπεκαλύ πτετο. σὺν πολλοῖς δὲ τοῖς ἄλλοις ἀπέρχεται καὶ ὁ τοῦ καστρο φύλακος ἀδελφός, ὃν καὶ ἐκκεκωφευμένον ἐκ γενετῆς οἱ πάντες ᾔδεσαν. καὶ τοῖς μὲν τοῦ συνήθους πλέον οὐκ ἦν μανθάνειν, τῷ δὲ τὸ θαυμαστὸν ἐκεῖνο καὶ ἀπόρρητον θέαμα ἐκκαλύπτεται. καὶ ἡ πίστις προσετέθη τῷ κατ' αὐτὸν θαύματι· ὁ γὰρ λαλῶν ἐξ ἐννεοῦ καὶ κωφοῦ πιστόν τε καὶ ἀναντίρρητον ὅ τι ἂν εἴποι καθίστα. βλέπει οὖν ἐκεῖνος προσμένων οὐ λαμπάδα ἡμμένην ἀλλ' ἄνδρα βασιλικῶς ἐσταλμένον, τὰς μὲν αὐτῶν φυλακὰς οἷον ἐξουθενοῦντα, αὐτὸν δὲ τὴν τῆς φυλακῆς ἐπιτροπὴν ἔχειν λέ γοντα. καὶ ἅμα εἰπόντα ὡς πρὸς ἀκούοντα λέγειν· καὶ γὰρ ὁ κωφὸς ἤκουε παραυτίκα. προστάσσειν δὲ τὴν φωνὴν μεγάλῃ φωνῇ τοῖς φύλαξιν ἐπαγγέλλειν ἐγρηγορότας ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. καὶ θαῦμα παραυτίκα ἐπηκολούθει τῷ θαύματι· ὁ γὰρ ἀκούων ἐφ' ὅ τι πράξοι ἤδη καὶ φωνῶν ἠκούε το, καὶ ἔδειξεν ἐκεῖνος λαλῶν τε λόγους πιστούς. προσπαίει δὲ πᾶσιν, ὅπερ καὶ ἀληθὲς ἦν, ἡ τοῦ βασιλέως ἐκείνου τοῦ ἐλεή 402 μονος Ἰωάννου,