1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

120

καθὼς ἂν ὁ Λυδὸς εἴποι, ἐπιστασία, ἐν ᾗ παρὰ θεοῦ φυλάττεσθαι ἐπιστεύοντο. 16. Ἦν μὲν οὖν τὰ καθ' ἡμᾶς καὶ λίαν δεινά, τῶν μὲν ἐκτὸς πόλεως οὐδὲν ὑποστάντων τὴν τῶν Περσῶν ἀνυπόστατον ῥύμην, καὶ διὰ τοῦτο τῶν μὲν φονευομένων τῶν δ' ἀπανιστα μένων, τῶν μὲν εἰς πόλεις καὶ φρούρια τῶν δ' εἰς νήσους, ἄλ λων δὲ καὶ εἰς τὰ κατ' ἀντιπεραίαν ἀσφαλῆ, ὅπου ἂν καὶ σω θεῖεν, βλεπόντων καὶ ὁρμώντων, τῶν δ' ἐντὸς καὶ λίαν ἐνδεῶς ἐχόντων τῶν ἀναγκαίων διὰ τὴν τῶν ἐξωτερικῶν ἐξαπώλειαν. βα σιλεὺς μὲν οὖν διὰ ταῦτα ὡς οἷόν τ' ἦν ἀντιπαλαμώμενος πρὸς τὰς τῶν δεινῶν ἐπιρροίας, Ἀλανῶν μὲν ἐκείνων καὶ τῶν ἰδίων ἀπεγνωκώς, ἐπὶ σαθροῖς δὲ σαλεύων τοῖς ξενικοῖς, πέμπει καὶ πρὸς Καζάνην τὸν τῶν ἀνατολικῶν Τοχάρων, ὡς αὐτοὶ φαῖεν ἄν, Κάνιν, καὶ γαμικὰς ἐπιμιξίας προτείνει, καὶ ἐπαμύνειν προσαξιοῖ τοῖς τῶν Ῥωμαίων ἐσχάτως ἔχουσι πράγμασιν. ὁ δὲ καὶ τὴν ἀξίωσιν δέχεται, καὶ τὸ κῆδος (ἐπὶ γὰρ φυσικῇ θυγατρί, ἧς αὐτὸς βασιλεὺς πατὴρ ἐνομίζετο, συνεφώνει) προσαπεδέ χετο, καὶ ὑποσχέσεις ἀσφαλῶς ἐδίδου μετελεύσεσθαι τοὺς ἀλά 403 στορας. τοῦτο φημισθέν, ὡς εἰκός, τοῖς μὲν λοιποῖς ἄλλως ᾠκονομεῖτο ἡ περὶ τὰς συστολὰς σπουδή, κἂν ἠφροντίστουν τὸ τέως· ἑνὶ δὲ τούτων τῷ Ἀλάϊδι τὰ κατὰ τὴν Λυδίαν καταδρα μόντι, ὥστε καὶ λείαν Μυσῶν, οὐ Λυδῶν φανῆναι τἀκεῖ, κα τασεισθέντι τῇ φήμῃ τοὺς λογισμοὺς ἔδοξε προνοεῖν ἑαυτῷ τε καὶ τοῖς ἰδίοις τῶν ἐκ φυλακῆς συμφερόντων. ἀμέλει τοι καὶ τοῖς κατὰ τὸ τῶν Σάρδεων φρούριον ὀχυρὸν ἄλλως ὂν ὡς παλαιᾶς ἀκρόπολιν πόλεως, καθ' ἓν ἄβατον μέρος καὶ τὸ λοιπὸν ἀπόκρη μνον, διὰ τὴν παρ' ἐκείνων ἐγκεκλεισμένην ἐπίθεσιν πέμπων ἐπὶ ῥηταῖς ὁμολογίαις συνέπραττεν, ἐφ' ᾧ τοῦ φρουρίου διαμεμερι σμένου μακρῷ τινὶ τείχει καὶ ἀσφαλεῖ ἥμισυ μὲν ἐκείνους ἥμισυ δ' αὐτοὺς ἔχειν, κἀντεῦθεν δεσμοῖς ὁμονοίας συνδεῖσθαι, καὶ ἀνέδην ἐξιόντας ἐκείνους μὲν τοῖς ἰδίοις ἔργοις προσανέχειν ἐξ ὧν τραφήσονται, αὐτοὺς δὲ τὰ οἰκεῖα πάντως ποιεῖν, αὐτῶν μέν, ὡς εἰκός, ἀπέχοντας, ἄλλοις δ' ἐπιτιθεμένους ἐξ ὧν κερδανοῦσι τὸν οἰκεῖον τρόπον καὶ λῃστρικόν. ἐκεῖνοι μὲν οὖν τοιαῦτ' ἠξίουν, 404 καὶ λιπαρῶς ἀντείχοντο τοῦ φρουρίου· τοῖς δὲ τὸ μὲν ἀνθίστα σθαι μάταιον ἐνομίζετο, τὸ δ' εὐπειθεῖν, εἰ καὶ μὴ σφίσιν αὐτοῖς ἀσφαλὲς διὰ τὴν τῶν ἐχθρῶν γειτνίασιν (οὐδὲ γὰρ ἦν ἀρνειοῖς καὶ λύκοις κοινὰ ταμέσθαι τὰ ὅρκια), ὅμως διὰ τὴν ἐφεστῶσαν ἀνάγκην καὶ τοῦ ὑδρεύεσθαί τε καὶ κατασπείρειν ἕνεκα ἀνεκτὸν ἐδόκει, καὶ συγκατέβαινον. καὶ δὴ πολλούς τινας τῶν Περσῶν ὑποδέχονται (σωροὺς δὲ χρημάτων αὐτῶν, ὡς εἰκός, σὺν αὐ τοῖς εἶδέ τις ἄν), παρὰ τοσοῦτον οὐ συνοικοῦντες τοῖς εἰσα χθεῖσι παρ' ὅσον τὸ μεταξὺ τεῖχος σφᾶς ἀπ' ἀλλήλων διεῖργε. κατά τινα δὲ πυλίδα καὶ συμμετεῖχον ἀλλήλοις ἔνιοι, ὡς ἐλέγετο. ταῦτα γοῦν ἦσαν ἐπὶ χρόνον, καὶ ἀνακωχὴν τῶν κακῶν κατὰ τὸ φρούριον εἶχον. ἐπεὶ δὲ τὰ μὲν τῆς φήμης τῶν Τοχάρων κατ' ὀλίγον ἠσθένουν καὶ ἤδη θάρρος εἶχον ἐκεῖνοι καὶ τῶν φόβων ἑαυτοὺς ἀνελάμβανον, οἱ τέως ἱκέται ἑαυτῶν γίνονται καὶ τῶν προτέρων ἀναμιμνήσκονται καὶ ἐπιχειρεῖν τοῖς γειτονοῦσι βου λεύονται. ἦν δὲ ἄρα τὸ σόφισμα καθ' αὑτῶν· ἐξ ἴσου γὰρ καὶ Ῥωμαῖοι ἀντεπιβουλεύειν ἐκείνοις ἔχοντες πρὸς τοῦτο καὶ διυπνί ζοντο παρ' ἐκείνων, τὸ φθῆναι πρᾶξαι παρὰ τὸ παθεῖν κερδα λεώτερον ἡγησάμενοι. καὶ δὴ προλαβόντες τὴν ἐπιβουλὴν πέμ 405 πουσι πρὸς τὸν τηνικάδε τῶν Ῥωμαϊκῶν ταγμάτων ἄρχοντα πρι μικήριον ἐξ ἀξιώματος τῆς αὐλῆς. καὶ νυκτὸς ἐκεῖνος λαὸν ἱκα νὸν ἐξετοιμασάμενος προσβάλλει τῷ φρουρίῳ, καὶ ἐμφανὴς ἦν τοῖς μὲν προσδοκώμενος τοῖς δ' ἀπροσδόκητος. ὅθεν καὶ οἱ μὲν ἀσμένως δέχονται τοῦτον, τοῖς δ' ἐφίσταται κοιμωμένοις δεινὸς ὄνειρος, καὶ ἐντεῦθεν διατεθείκει σφᾶς τὰ παγχάλεπα.

17. Ὁ μέντοι γε βασιλεὺς Μιχαὴλ ῥαΐσας τῆς νόσου ἔτι μὲν παρὰ ταῖς Πηγαῖς ἦν, καὶ τῷ μεγάλῳ δουκὶ προσελθόντι ἐκ τοῦ κατὰ τὴν Κύζικον τῶν ἀμφ' αὑτὸν κυδοιμοῦ, ἐφ' ᾧπερ κατὰ τὸ εἰκὸς ἀπονείμαι μὲν τὴν προσκύνησιν, ἀπολαύοι δέ γε τῆς θέας δεσπότου δοῦλος, ἄβατος ἦν ἡ πόλις τὸ παράπαν ἐξ ἐπιτάγμα τος· τὰ γὰρ ἐξ