121
ὑπογύου πραχθέντα παρ' Ἰταλοῖς κατὰ Κύζικον καὶ λίαν ὠδύνα τὸν βασιλέα ἀνάπυστά οἱ γεγονότα, καὶ διὰ τοῦτο καὶ τὴν πρὸς ἐκεῖνον ὁμιλίαν ἀπέστραπται. ἤδη δὲ καὶ τελείας ἐπιβὰς ὑγείας, συνάμα τῇ Αὐγούστῃ τῇ ἑαυτοῦ, ἐπεὶ καὶ αὕτη συνῆν ἐκείνῳ κατὰ τὰς Πηγὰς ἀπαντήσασα, διαπεραιοῦται κατὰ δύσιν. καὶ ἐφ' ἡμέραις τοῖς κατὰ δύσιν χωρίοις ἐναυλισάμενος, ἐπεὶ ἔδει καὶ ἐπανήκειν ἐς πόλιν καὶ ὁ πατὴρ καὶ βασιλεὺς ἤπειγε τὴν ἐπιδημίαν, ἡμέρᾳ μὲν εἰκοστῇ τρίτῃ Ἑκατομβαιῶνος μηνὸς καταλαμβάνει τὴν ∆ρίπειαν, τῇ δ' ἑξῆς ἐξέρχεται μὲν βασιλεύς, συνεξέρχεται δὲ καὶ ἅπαν τὸ περὶ τὸν βασιλέα, καὶ μοναχοὶ καὶ οἱ τῆς ἐκκλησίας ἅπαντες συνεξίασιν, οὐδὲ τὸ τῆς πολιτείας ὅσον ἦν ἔκκριτον, ἐκεῖθεν λείποντος. καὶ τότε κατὰ τὸ μέσον τῆς 406 ὁδοῦ βασιλεὺς βασιλεῖ συναντᾷ, καὶ χρόνιος φαίνεται, καὶ ὥσπερ τις τροπαιοῦχος ὑπὸ πολλαῖς ταῖς εὐφημίαις τὴν πόλιν εἰσέρ χεται.
18. Ἐν τούτῳ δὲ καὶ Ὀσφεντίσθλαβος τῶν Βουλγάρων, ὡς εἴπῃ τις, βασιλεύς, εἴτε διὰ τὴν ἐκ τοῦ κράλη Σερβίας τῆς ἰδίας ἀδελφῆς διὰ τὸ τοῦ βασιλέως κῆδος παρόρασιν, εἴτε δι' αὐτὴν αὖθις καὶ τὸν ἐπ' αὐτῇ γαμβρὸν τὸν δεσπότην ἐπεσχημέ νον ἐξ αἰτιῶν ὧν ἐλέχθησαν παρακεκνισμένος, εἴτε καὶ διὰ τὴν τῶν ἡμετέρων δυνάμεων ἐξασθένησιν τῶν βασιλικῶν καταφρονή σας πραγμάτων καὶ οἷον τῆς τύχης τῶν Ῥωμαίων κατεπαρθείς, ἐξ αὐτῆς ὡς εἶχε κατατρέχει τὰ κατὰ τὸν Αἷμον φρούρια. καὶ πλὴν ὀλίγων τὰ μὲν κατὰ κράτος ᾕρει, τὰ δὲ καὶ δι' ὁμολογίας προσήγετο. προσδόκιμος δ' ἦν καὶ τοῖς λοιποῖς προσβαλεῖν, εὐκολίᾳ καιροῦ βαρβαρικὴν συμμίξας αὐθάδειαν. ὁ μέντοι γε βασιλεὺς ἐπιθήκην καὶ τοῦτο δεξάμενος τῶν δεινῶν, καλὸν ἡγού μενος καὶ σωτήριον τοῖς ἐκεῖ τόποις τοῦ βαρβάρου τὰς ὀργὰς προκαταλαβεῖν, ἐκείνοις μὲν ὡς εἶχε βοήθειαν πέμπειν ἠπείγετο, ὅμως γε μέντοι καὶ τὸν ἐξ αὐτοῦ βασιλέα πρὸς δύσιν ὥρμα, καὶ τέως αὐτόθεν ὑπονοῶν καὶ τὸν κατὰ τὸν Κρουνὸν ἐξάρχοντα τὸν τοῦ Σμίλτζου γαμβρὸν Ἐλτιμηρῆν, ὃς θεῖος μὲν ἦν πρὸς πα τρὸς Ὀσφεντισθλάβῳ (τῷ γὰρ Τερτερῇ ὡμαιμόνει), δεσπότου δ' εἶχε παρὰ Βουλγάροις ἀξίαν. καὶ διὰ ταῦτα τὴν ὁμαιχμίαν 407 βασιλεὺς ἀποκρουόμενος, τοῦ μὴ κἀκεῖνον συνεισβαλεῖν Ὀσφεν τισθλάβῳ, ἀλλά γε καὶ προσεπαμύνειν Ῥωμαίοις, εἰ δυνατόν, ἐκεῖνον μὲν πέμψας δώροις ἱκανοῖς ἐπειρᾶτο διεκμειλίσσεσθαι, καὶ προνοίαις ἐκ τῆς Ῥωμαίων ἀγάλλειν κατεπηγγέλλετο, τῇ δὲ πενθερᾷ τούτου τῇ τοῦ Σμίλτζου συζύγῳ, αὐτανεψίᾳ οὔσῃ (τοῦ γὰρ σεβαστοκράτορος Κωνσταντίνου θυγάτηρ ἦν) τὰ μέγιστα προσθαρρῶν, ὡς τὸν γαμβρὸν παραπείσοι καὶ ἐκμειλίξαιτο, πέμ ψας τὸν αὐτῆς ἀδελφὸν τὸν Παλαιολόγον Μιχαὴλ τοῖς ἐκεῖσε τό ποις ᾠκονόμει τὰ πρόσφορα. ἦν δὲ βασιλεὺς Μιχαὴλ ἐπὶ τούτοις προσδόκιμος ἐξελθεῖν, ἐπεὶ καὶ ἐξηρτύετο κατ' ἰδίαν τὰ οἴκοι καὶ βασιλικῶς ᾠκονομεῖτο· ἀποβαλόντι γὰρ τὰ ἀποτεταγμένα οἱ τῶν προνοιῶν κατ' ἀνατολὴν ἐκ τῆς τῶν Ἀγαρηνῶν ἐπιθέσεως προσε κυροῦντο παρὰ πατρὸς τὰ κατὰ δύσιν κτήματα τοῦ δεσπότου Μιχαήλ, ὅσοι ἄρα καὶ ὁ πενθερὸς ἐκείνου βασιλεὺς Μιχαὴλ ἐκ δύσεως ἀγαγὼν ὑπὸ φρικταῖς ὁμολογίαις καὶ τῇ θυγατρὶ συνοικί σας μεγαλοπρεπῶς ἐπολυώρει καὶ ὡς γαμβρὸν ἤγαλλε.
(19) τὸ δ' αἴτιον τῆς ἐκείνου ταλαιπωρίας καὶ ἐπισχέσεως ἤδη μὲν καὶ προανατέτακτο, πλὴν ῥητέον καὶ ἐντελέστερον ὅτι στρατιώτας βασιλικῶν ἀλλαγίων, οἳ δὴ καὶ ἀντολίηθεν ἀποικισθέντες ἐξ ὑπο 408 γύου διὰ τὴν καταδρομὴν τῶν Περσῶν αὐταῖς γυναιξὶ καὶ τέκνοις ἤλυον κατὰ δύσιν, διά τινος ἑνὸς ἐκείνων τοῦ Κοτέρτζη μέχρι καὶ ἐς ἑκατὸν προσεκαλεῖτο, καὶ προσιόντας δεχόμενος κατὰ πό λιν ὢν ὅρκους ἀπῄτει πιστῆς προσεδρίας καὶ ξυναυλίσεως, ὡς σφᾶς εἶναι ἐχθροὺς ἐχθρῶν τῶν ἐκείνου καὶ φίλους φίλων, καὶ ἀντεδίδου τὰ ὅμοια πρὸς ἐκείνους, τὴν ὁμαιχμίαν προκαθιστάς, πόλλ' ἄττα διδοὺς καὶ μεγάλα καθυπισχνούμενος. καὶ ταῦτ' ἐ πράττετο παρ' αἴσθησιν πᾶσαν, μὴ ὅτι γε βασιλέως, ἀλλὰ αὐ τῶν δὴ τῶν συνήθων καὶ ᾠκειωμένων αὐτῷ. ἀλλὰ προσαγγελθὲν παρὰ τῶν ἀμφὶ τὸν Κοτέρτζην, δεινὴν