125
κέρδος ἐσώζετο· ὁ δ' ὁπωσοῦν ἀνθιστάμενος, οὐχ ἧττον φιλοκερδὴς ἢ φιλελεύθερος ὤν, εἰ ἀφαιρεθείη ἀνάνδρως τὸ νίκης σύμβολον οἰκείῳ αἵματι διακινδυνεύσας πρὸς τοὺς ἐχθρούς, οὗτος καιρίαν δεχόμενος ἀπηλλάττετο, τὸ πεσεῖν εὐκλεῶς τοῦ ἀκλεῶς στερηθῆ ναι τῶν ἐνάρων, ὡς εἰκός, ἀνθαιρούμενος. Καὶ ταῦτ' ἦσαν σφίσι τὰ κατορθούμενα εἰς ἦρος ἐξ Ἀρ κτούρου, ὅτε καί τινες ἐξ αὐτῶν, οὐκ ὀλίγη τις μοῖρα τῶν ὅλων, οὐκ ἔχοντες πλέον ἐκεῖ ποιεῖν ὧν πρὶν ἔπραξαν, τῶν αὐτοχθόνων 419 φυγῇ χρησαμένων διὰ τὴν ἐξ ἐκείνων καιρικὴν ἄδειαν, ἱκανὸν ναυσὶ φόρτον νηήσαντες, καὶ μᾶλλον ἐκ σίτου καὶ τῶν ἐς τροφὴν ἀναγκαίων, κατὰ πόδας τῶν περὶ Τζιμῆν καὶ οὗτοι ἐξώρμων, ὀλίγα τῶν πρὸς τὸν μέγαν δοῦκα συνθεσιῶν φροντίσαντες. τῶν δ' ἄλλων ἀργούντων διὰ παντὸς χειμῶνος περὶ τὴν Κύζικον, πρόφασις ἦν αὐτοῖς τῆς ἀργίας τὸ τοῦ τριμήνου πληρωθέντος ἐφ' ᾧπερ ἔλαβον τοὺς μισθούς, μὴ καὶ αὖθις ἐξ ἑτοίμου πέμπε σθαι ῥόγας τῆς ἐς νέωτα ξυμμαχίας κατὰ τὰ σφᾶς συμφωνη θέντα πρὸς βασιλέως. διά τοι ταῦτα ἐρυθριῶν οἷον διὰ τὸ σφῶν ἄπρακτον ὁ αὐτῶν ἐξηγούμενος πρὸς βασιλέα ταχυναυτεῖ. καὶ τὰ μὲν ἐκείνων ὡς οἷόν τε ἐπειλύων, μόνα δὲ τὰ περὶ τῶν μισθῶν ἀνενέγκας καὶ δεηθείς, ἔτι δὲ καὶ Ἀλανοῖς ἱκανοῦσθαι θέλων ὡς ἀρεϊκοῖς τὰ ἐς πόλεμον (ἐῴκει γὰρ ἐκείνοις τῷ μηδὲ τοῖς ἰδίοις πιστεύοντι), τὰ μὲν ἐντεῦθεν λαβὼν τὰ δὲ καὶ ὁρι σθεὶς ἐκ νήσων ἐκλέξαι, διὰ ταχέων ὑπέστρεφεν ὡς ἑτοίμως δε ξόμενος καὶ ἵππους σταλέντας τοῖς Ἀλανοῖς, ὡς ἐζήτητο. γέγονε ταῦτα. καὶ ὁ μὲν δι' ὅλης τῆς τεσσαρακοστῆς πεῖραν διδοὺς καὶ λαμβάνων ἐπὶ τῷ παραμένειν καὶ προθυμεῖσθαι τὸν τὴν ῥόγαν 420 λαβόντα, οὕτω διένεμε τὰ τοῦ μισθοῦ χρήματα. καὶ τοῖς μὲν Ἰταλοῖς διούγγια χρυσοῦ καὶ τριούγγια μηνὸς ἑκάστου ἐπλήρου, Ἀλανοὺς δ' ἕκαστον τρισὶ καὶ μόνοις τοῦ μηνὸς ἐνικάνου νομί σμασι, πρὸς τῷ καὶ ἵππους τισὶ δοθῆναι οὓς ἀπεξεδέχετο κατὰ τὰ συνθήματα. ὃ δὴ καὶ μέγαν μεταξὺ τούτων ἀνήγειρε κυδοι μὸν ἐκ φιλαυτίας ἀναρριπισθέντα, ὡς μετ' ὀλίγον ῥηθήσεται. ἐκεῖνος μὲν οὖν ἔξαρχον τῶν καθ' αὑτὸν καταστήσας νεῶν οὐσῶν ὡσεὶ δώδεκα, ὃν ἀμηραλὴν ἡ ἐκείνων διάλεκτος ἐξυμνεῖ. ὁρισμῷ πρὸς τοῦτο καὶ τοῦ κρατοῦντος, στόλον ἐξαρτύσας ἐξ Ἰταλῶν, ἅμα παλλακαῖς αὐτῶν καὶ παντοδαποῖς πραγμάτων εἴδεσιν ἐκ τῆς χώρας, ὧν ἕκαστος ἐγκρατὴς ἦν καὶ ὧν ἐξ αὐτῆς λαβεῖν ηὐπό ρησεν, ἀνὰ τὰς νήσους ἐκπέμπει, σύνθημα δοὺς ἐκείνοις τὴν σφετέραν αὐτοῦ κατὰ τὴν Ἀσίαν ἄφιξιν, τοῦ καὶ σφᾶς ἅμα προσ σχεῖν Ἀναίᾳ καὶ τοῖς ἐκεῖ μέρεσι συμμαχήσοντας. τῶν δ' ὑπο λειφθέντων ἀπεπειρᾶτο ἐς ὃ καὶ κινήσειεν ἐκ Κυζίκου τέως δυσα παλλάκτως διὰ τὴν ἐκεῖ βλακείαν τῆς χώρας ἔχοντας. καὶ ὁ μὲν ταῦτα, βασιλεὺς δὲ καὶ τὴν τοῦ ἀκούειν τἀκείνοις πεπραγμένα θέλησιν παραιτούμενος ὡς οὐδὲν ὑγιὲς ἔχοντα, μόνην δ' ὀργὴν θεοῦ τῶν ἁπάντων ἐκείνων ἐπαιτιώμενος, εἶχε μὲν καὶ τὸν τότε 421 πατριαρχοῦντα συχναῖς παννυχίσι καὶ λιτανείαις, ὧν οὐδ' αὐτὸς βασιλεὺς πολλάκις ἀπελιμπάνετο, αὐταῖς ἰδίαις εὐχαῖς καὶ κανόσι τὰ τῆς πρὸς θεὸν ἱκεσίας καὶ παρὰ δύναμιν ἐξανύοντα τῷ ἤδη θαρρεῖν ἐξανύτειν χρηστόν τι ἐντεῦθεν. ὅμως δὲ τὸ πᾶν ἐπ' ἐ κείνοις σαλεύων ἦν καὶ μόνοις, ὡς αὐτίκα εἰ κινηθεῖεν πράξειεν. ἤκουε γὰρ καὶ περὶ Φιλαδελφείας τὰ πάνδεινα, καὶ ὡς Ἀλισύρας σὺν Καρμανοῖς περιστὰς τὴν πόλιν, τὰ περὶ αὐτὴν πρότερον χει ρωσάμενος φρούρια, λιμῷ καὶ ἐνδείᾳ τῶν ἀναγκαίων ἐν ἐλπισμοῖς ἐστὶ παραστήσασθαι· ὁ γὰρ λιμὸς ἤπειγε, καὶ ὄνου μὲν κεφαλὴ τόσων σίκλων ἐξωνουμένη ἠκούετο, αἷμα δὲ σφαγῆς προβάτου καὶ χοίρου εἰς χρυσοῦν τιμώμενον νόμισμα, πρὸς μικρὰν ἐνδείας παραμυθίαν ἀρκέσον τοῖς ληψομένοις. διὰ ταῦτα καὶ τῆς μεγά λης ἑβδομάδος καταλαβούσης, Κρονίου μηνὸς λήγοντος, τὴν ἰδίαν αὐταδέλφην τὴν τοῦ Ἀσὰν Εἰρήνην ὡς πενθερὰν πλῷ χρη σομένην Κυζίκωσε ἀπολύει, οὐδενὸς χάριν ἄλλου ἢ τοῦ τὸν γαμ βρὸν ἐκμειλιξαμένην ὁρμῆσαι· εἶναι γὰρ καὶ τὸν καιρὸν εἰς ἐκ στρατείαν εὔθετον, ἀκμὴν δὲ ἀλλὰ καὶ στρατιωτικὸν ἐξ ὑπογύου λαβόντας ἔχειν τὰς ῥόγας καὶ ἐντελομίσθους εἶναι. ὡς γοῦν μεθ' 422