1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

127

καὶ ψαλ μῳδίαις μεσαζούσης ἡμέρας τῇ τοῦ Λίψη μονῇ παραπέμπεται, καὶ οὕτω λαμπρῶς καὶ πολυτελῶς, μόνον δὴ φέρων εἰς μνήμην τὴν εἰς Χριστὸν δουλείαν καὶ ψιλὸν ὄνομα, κατὰ τοὺς πολλοὺς τοῖς ἐξωτάτω σορίοις ἐνταφιάζεται. καὶ ὁ μὲν τῇδε καταλύει τὸν βίον, εἱρκτῆς πολυετοῦς τὸν τάφον ἀνταλλαξάμενος, ὡς καὶ πρὸ τοῦ χρόνοις τέσσαρσιν ὁ σὺν αὐτῷ κατακριθεὶς Στρατηγό πουλος.

23. Τὰ δὲ περὶ τὸν μέγαν δοῦκα στρατεύματα ἐν πολλῷ τῷ κατὰ σφᾶς θάρρει προσβάλλει τῇ Γέρμῃ, ὑπ' ἐλπισμοῖς ἀρα ρόσι τοῦ πλῆθος Περσῶν τῇδε καταλαβεῖν καὶ τὰ τῆς ἀνδρείας ἐνδείξασθαι. οἱ δ' ἐκ τῆς φήμης κατασεισθέντες καὶ μόνης, ὡς ἔδειξαν, ἀκόσμῳ φυγῇ καὶ ἀγενεῖ δρασμῷ ἀφέντες τὸ φρού ριον ἀπεδίδρασκον. οἱ δὲ κατόπιν ἐπιστάντες, ὡς εἶχον, τοῖς ἀπολειφθεῖσιν ἐξικανοῦντο. πλὴν εἰ χρὴ πιστεύειν, καί τισι δι' ἀγχόνης μόρον κατὰ τὸν τρόπον τῶν Ἰταλῶν ἐπῆξεν ὁ ἀφηγούμε νος, οὐ παρ' ἄλλο τι ἢ τὸ θέλειν ἐκείνους περιποιεῖν σφέτερα. 426 ὁ δὲ εἴτ' ἀμυνόμενος αὐτόθεν εἴτε μὴν καὶ τοὺς λοιποὺς δεδιττό μενος, καὶ ὑπὸ τοὺς δώδεκα, ὡς ἐλέγετο, ἀπηγχόνισεν, ὅπου γε καὶ αὐτὸν τὸν σφῶν ἐξηγούμενον, ἄνδρα ἀρεϊκὸν ἐκ Βουλγάρων καὶ μέγαν ἐξ ἀξιωμάτων τζαούσιον τὸν Χρανίσθλαβον, ὃν ἐκ τοῦ κατὰ τὸν Λαχανᾶν πολέμου ἐπὶ Μιχαὴλ τοῦ βασιλέως ἁλόντα καὶ δεσμοῖς ἐφ' εἱρκτῆς συνισχημένον πολλοῖς ὕστερον χρόνοις βασιλεὺς τῆς εἱρκτῆς ἐκβαλὼν καὶ τιμήσας τῷ ἀξιώματι τοῖς ἐκεῖ μέρεσιν ἐπὶ χρόνοις ἀρχηγὸν εἶχε, καὶ αὐτὸν γοῦν τοῦτον, ὡς λέγεται, ἐξ ἑτοίμου τῇ μαχαίρᾳ τρώσας τοῖς ἀπαγχονίσουσι παρε δίδου. κἂν καὶ τοῦτ' ἐγεγόνει, εἰ μή γε πολλοὶ καὶ πρὸς ἱκε τείαν ἀξιόχρεῳ ὑπὲρ τοῦ ἀνδρὸς οὐκ ὀλίγα προτείνοντες δίκαια ἐξηρήσαντο. κἀντεῦθεν Χλιαρὰ διελθὼν καὶ τἆλλα τὴν ἐπὶ Φιλαδελφείας ἔσπευδεν ἐσχάτως, ὡς ἐρρέθη, κινδυνεύουσαν. κἀπειδὴ ἡλίσκετο μὲν Τρίπολις πρὸ καιροῦ, τὰ δὲ πέριξ φρούρια ἐξ ὁμολογίας διὰ τὴν ἀνάγκην Πέρσαις ὑπέκειντο, ἦσαν δ' οὗτοι οἱ περὶ τὸν Ἀλισύραν Καρμανοὶ τὰ κράτιστα τῶν Περσῶν, πέμ ψαντες οἱ ἐν τοῖς φρουρίοις κατὰ τὴν περὶ τὸν Αὔλακα διατρί βοντι ἀναγγέλλουσι μὲν τὴν βίαν, προσλιπαροῦσι δ' ἐπαμύνειν ἀντιπροσχωρήσουσιν ἐξ ἑτοίμου, ἤν που φανείη, Ῥωμαίοις γε 427 οὖσι καὶ τῇ τοῦ καιροῦ βίᾳ εἴξασιν. ὁ δὲ δέχεταί τε τὴν ἱκετείαν καὶ ἀμύνειν κατεπαγγέλλεται. οὐ μὴν δ' ἀλλὰ καὶ ἐντεῦθεν θάρ ρος λαβὼν οὐκ ὀλίγιστον πρὸς συμπλοκὰς κατὰ Περσῶν ἡτοιμά ζετο. πλὴν δ' ἀλλ' οὐδὲ Πέρσαις ἀνήκουστα τἀκείνου κατέστη, ἀλλὰ καὶ αὐτοὶ μαθόντες προσητοιμάζοντο. καί που περὶ τὸν Αὔλακα συνελθόντες οὐκ ἄξια μὲν τοῦ πλήθους οὐδέ γε τῆς παρασκευῆς ἑκατέρων ἀλλήλους ἔδρασαν, λέγεται δ' ὅμως τρω θέντος αὐτίκα τοῦ Ἀλισύρου καὶ εἰς φυγὴν διὰ ταῦτα βλέψαντος Πέρσας μὲν μετ' εὐκοσμίας καὶ κατὰ τρόπον ἀναχωρεῖν, τοῖς δὲ κατὰ τὸν μέγαν δοῦκα συναχθεῖσι κατὰ φρήτρας τριχῇ οὐκ ἦν ἀτάκτως μίγα πᾶσι διώκειν. ἕκαστοι δ' ὁρῶντες ἀλλήλους εἰ προπηδήσειαν, ὅμως τῷ ὑπὸ τῶν συνήθων ἐνεδρῶν Περσικῶν φόβῳ (μηδὲ γὰρ εἶναι Πέρσας ὄντας ἐκλαθέσθαι τῆς μηχανῆς) ἐπεχόμενοι ὑφειμένως ἐνέπιπτον καὶ βάλλοντες κατῃκίζοντο, ὥστε καὶ Πέρσας οὐκ ὀλίγους πεσεῖν. τέως δ' ἐντεῦθεν ἀναχωρησάν των Περσῶν Φιλαδελφεῦσι τῶν κακῶν ἄμπνευσις γίνεται, καὶ λιμῷ κινδυνεύοντες σιταρκοῦνται, καὶ πρὸς τὰ δεινά, ἤν που 428 καὶ ἐπεισφρήσωσιν, εὐέλπιδες ἵστανται. ἔδοξε δὲ μέγα τὸ ἔργον καὶ εὐφημίσθη, μὴ ἄξιον ὂν τοσοῖσδε καὶ οὕτω παρασκευῆς ἔχου σιν. αὐτὸς δὲ σὺν τοῖς ἀμφ' αὑτὸν ἐντεῦθεν τρεμούσῃ καρδίᾳ (καὶ θάνατος γὰρ ἐκ τῆς πληγῆς τῷ Ἀλισύρᾳ ἐπεφήμιστο) τἀκεῖ διελθών, καὶ ὡς ἔδει κατασφαλισάμενος, ἔρχεται πρὸς τὸ Ἀμούριον.

24. Ὁ δέ γε μέγας δοὺξ ἐπ' ὀλίγον τῇ Φιλαδελφείᾳ ἐν διατρίψας, καὶ ἱκανὰ χρήματα συλλεξάμενος, νόστου ἐμέμνητο. καὶ δὴ τἀκεῖσε πάντα φρούρια κατασφαλισάμενος τοῖς κατὰ τὸν Ἕρμον Μαγνησιώταις παραγίνεται. καὶ τότε ὁ μὲν πρότερον καὶ ἀποστάτης δόξας ἐγγύς, εἷς τῶν βασιλικῶν ἱπποκόμων, Ἀττα λειώτης τοὐπίκλην, ἅτε παρ' εἴδησιν βασιλέως καὶ προσταγὴν κατασχὼν Μαγνησίαν καὶ