1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

128

ἰδίαις τισὶ θελήσεσι συνάμα τοῖς αὐτό χθοσι διοικῶν, μηδ' αὐτοῦ τοῦ εἰς κεφαλὴν ὄντος τοῦ Νοστόγ γου καὶ ∆ούκα φροντίζων, μηδὲ τῆς πρὸς τὴν πόλιν εἰσόδου παραχωρῶν, ὁ γοῦν τοιοῦτος ἐξελθὼν καὶ λόγοις καὶ ὑποπτώσεσι παραυτίκα τὸν μέγαν δούκα ἐκμειλιξάμενος καὶ γαμικῷ κήδει δεξιωσάμενος, ἅμα τε δι' ἐκείνου πιστὸς ἔδοξε βασιλεῖ, καὶ 429 ἅμα ὅλως ἦν ἐκείνῳ ὑποταττόμενος καὶ ὑπείκων ἐς ὃ καὶ προστά ξειε. τῷ γοῦν Νοστόγγῳ ∆ούκᾳ, ὃν καὶ ἐς μέγαν ἑταιρειάρχην κρατῶν ἔταττε γράφων πριμικήριον τῆς αὐλῆς ὄντα, οὐκ ἦσαν θυμήρη καὶ ἀρεστὰ τὰ ἀπὸ τοῦ μεγάλου δουκὸς προσταττόμενά οἱ, εἴτε μὴν καὶ πραττόμενα. εἴτε οὖν ὑβριοπαθῶν ἐκεῖνος ἐξ ὧν αὐτῷ οὐκ ἀξίως τοῦ κατ' αὐτὸν μεγαλείου ὁ τῶν ὅλων ἐξη γούμενος προσεφέρετο, εἴτε μὴν καὶ ὑποπτεύσας ἐξ ἐκείνου δείν' ἄττα εἴς τινας ἀπαιτήσεις χρημάτων ἐξ ὧν συλλέξας καὶ προσηγ γέλλετο, εἴτε καὶ δι' ἀμφότερα ταῦτα τὴν εἰς τοὐπιὸν ἀδοξίαν ἐν δεινῷ ποιούμενος, ἔγνω μὲν τὴν ὡς βασιλέα τεχνιτεῦσαι ἀπόδρα σιν, ταχὺ δὲ παρέσχε καὶ ἡ τύχη τὴν πρόφασιν. ἡ δ' ἦν, πέμ πεται μὲν παρὰ τοῦ μεγάλου δουκὸς ἀνὴρ οἰκεῖος τῇ πενθερᾷ οἱ ὁ Κανναβούριος πρὸς Κωνσταντινούπολιν διά τ' ἄλλα, καὶ ἀξιοῦντος ἀποσταλῆναι τὴν γαμετήν· ἐπεὶ δ' ἔδει τῆς κατὰ τὴν ὁδὸν ἀσφαλείας τῷ ἀνδρὶ προμηθεύσασθαι, πέμπει πρὸς τὸν Νοστόγγον παρεγγυῶν ἱκανῶσαι διασωσταῖς ἐκ τοῦ στρατιωτικοῦ τὸν ἀποστελλόμενον. αὐτὸς δὲ τὰς παρεγγυήσεις δεξάμενος τῷ δοκεῖν καὶ ὑπὲρ ἐκ περισσοῦ τὰ ἐπεσταλμένα θέλειν πληροῦν, ὡς 430 αὐτὸς ὑπὲρ ἄλλον εἰς χάριν ἅμα τοῖς ἰδίοις διασωσάμενος, ἐτε χνίτευεν ἀποφυγήν. ἐν τούτῳ δὲ καί τις τῶν ἐς γραμματέας ἐκείνῳ τελούντων, ἐπεὶ καὶ αὐτῷ ἐδόκει τοῦ κεκτημένου ἀλλο τριοῦσθαι, ἔνθεν μὲν οὗτος ἔνθεν δ' ἐκεῖνος τὴν πόλιν καταλαμ βάνουσι. ἀλλ' ὁ μὲν ἐπεὶ οὐδὲν ἑώρα ἀκίνδυνα ἑαυτῷ διὰ τὴν τῆς ἐνοχῆς παράλυσιν καὶ τὴν ἐς βασιλέα προσφυγήν, πατριάρ χου προσφεύγει· ὁ δὲ γραμματεὺς ἐπιστὰς πρὸ τούτου, καὶ τὰ πιστὰ προσδοκῶν ἔχειν ἔκ τινος γράμματος τοῦ ἀπὸ τοῦ μεγάλου δουκός, ὡς δῆθεν πρὸς τὸν κανικλείου δηλοῦντος τὴν ἀπόλυσιν ὡς ἑκούσιος, ἐλπίσι χρησταῖς ᾐωρεῖτο. λόγος δ' ἦν ἀμφοτέρους συνελθόντας πρὸς πατριάρχην ἀπολογεῖσθαι διὰ τούτου τῷ βα σιλεῖ τὴν ἐκ τοῦ μεγάλου δουκὸς ἀναχώρησιν, τὰ πολλὰ τῶν ἐκείνῳ πραττομένων ἀταμιεύτοις παρρησίαις καθαπτομένους. ἃ καὶ ἀγγελθέντα, οὐχ ὅπως οἱ λέγοντες ἔπειθον, ἀλλὰ καὶ δυσμεναίνειν ἑαυτοῖς τὸν κρατοῦντα ἐποίουν· βασιλεὺς γὰρ κα κίας, οὐκ ἀληθείας τὰ λεγόμενα κρίνων, καὶ ὑπεκκαύματα φθό 431 νου μᾶλλον ἢ προνοήσεις ἐξ εὐνοίας ὑπὲρ αὐτοῦ, ἐκείνοις ἐχόλα καὶ ἐξωργίζετο. τοῦ δ' ἐπὶ τούτοις καὶ μετελθεῖν τοῦ μὲν τὸ οὐκ εἰς ὀλίγα χρήσιμον παρῃτεῖτο, τοῦ δὲ τὸ ἀξιοπρεπὲς εἰς τὴν ἀπὸ βασιλέως παρόρασιν διεκώλυεν. ἦν δ' ἄλλως ἐμποδὼν πρὸς τοῦτο καὶ ἡ πρὸς τὸν πατριάρχην καταφυγὴ τοῦ Νοστόγγου, ὅθεν ᾤετο ἔχειν τὴν ἐς ἅπαν ἀσυλίαν τῇ τῆς Περιβλέπτου τέως ἐγκεκλεισμένον μονῇ. ὅθεν καὶ παρὰ τῆς ἀδελφῆς ὁ κρατῶν πολλάκις παρωξυμμένος (ἀνάπυστα γὰρ κἀκείνῃ τὰ λεχθέντα κατὰ τὸ εἰκὸς ἐγεγόνει, καὶ ὑβριοπάθει τὰ μέγιστα, εἰ μή γε οἱ κα τειπόντες ἀξίας τὰς δίκας τίσαιεν, μηδὲ προσέξειν ἄλλον τῷ στρα τηγῷ, μὴ τῶν φυγάδων ἐκείνων ὑποσχόντων τὰς δίκας) ἀλλὰ τὸ μὲν μονῇ ἐγκεκλεῖσθαι καὶ ἀπὸ προσώπου εἶναι τῷ βασιλεῖ ἀρκε τὸν εἰς τιμωρίαν ἔκρινεν, ἐκεῖνο παρ' ἑαυτοῦ καταδικασθέντος ὅπερ ἂν βασιλεὺς παθεῖν ἐκεῖνον ὡς πρόστιμον ἐδικαίου, τῆς μονῆς ἀντὶ φυλακῆς οὔσης αὐτίκα, ᾗ δὴ καὶ παρὰ πατριάρχου ἀποσταλεὶς ἐγκέκλειστο. τῷ δέ γε γραμματιστῇ ἀπεπροσπάθει ὡς μὴ ἰδίῳ τὸ σύνολον ὄντι καὶ ὡς ἔκ τινος λατρείας ἐκείνοις 432 ἀναληφθέντι· δεῖν γὰρ τοῖς τῆς τῶν ἀρχόντων ἐπὶ πλημμελήμασι τιμωρίας οὐχ ἧττον κολάσεις ἢ καθάρσεις οὔσας ἰδίοις προσήκειν, εἰ μέλλοιεν οἱ μὲν κολάζοντες κερδαίνειν, οἱ δὲ δεινὰ πάσχοντες ὠφελεῖσθαι, κατὰ τὴν εἰς τοὐπιὸν χρείαν τὸ χρήσιμον παρεξόμε νοι. ἐπεὶ δὲ ὁ μὲν Νοστόγγος κατά τινα ἐλπισμὸν συμπαθείας τῆς μονῆς ἀπελύετο, ἡ δὲ τῆς ὀλιγωρίας δόξα καὶ ἔτι ἀναζέουσα ἦν, καὶ δείν' ἄττα τοὺς