135
εἰσβάλλουσι ἐκ μιᾶς· οἱ δ' ἐν μέρει συμβαλόντες ὡς εἰς διακο σίους ποσοῦσθαι, τῶν ἄλλων αὐτῶν ὡς ἐκ πολλοῦ διασκεδα σθέντων, ὅμως τοὺς μὲν κτείνουσι τοὺς δ' αἱροῦσιν εἰς φυγὴν τραπέντας, αὐτοὶ μηδὲν παθόντες τῶν ἀνηκέστων.
32. Ἐν τούτῳ δὲ καὶ τέρας τελεῖται θαυμάσιον τῆς ὁσιο μάρτυρος Θεοδοσίας, περὶ οὗ μὴ λέγειν ἱστοροῦντι καθ' ἕκαστον ἐμοὶ μὲν κίνδυνος οὐ μικρός, τὰ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἄξιον ὄν, ζημία δὲ οὐκ ὀλίγη τοῖς μὴ ἀκούσουσι περιστήσεται· 453 ῥηθὲν δὲ πάντως καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἀκριβώσει, καὶ δεῖγμα τῆς πρὸς ἡμᾶς κηδεμονίας τοῦ κρείττονος παραστῇ. νεανίας τις ἀνὰ τὴν Κωνσταντίνου κωφός τε καὶ ἐνεὸς ἐπὶ χρό νοις ἦν οὐκ ὀλίγοις, καὶ τὸ πάθος καὶ αὐτὸν τῶν πρὸς τὸ ζῆν ἀποροῦντα θητείαις ἐδίδου, δι' ὧν ἐπολυωρεῖτο τοῖς ἀναγκαίοις, κἂν μὴ μόνιμος ἦν τὴν ἐφ' ἑνὶ δεσπότῃ θητείαν, ἀλλὰ τοὺς δε σπότας ἀλλάττων. θητεύει γοῦν πρὸς τοῖς λοιποῖς καί τινι Πη γωνίτῃ τοὔνομα, τοῦ περιφανοῦς που νεὼ τῶν θεοκηρύκων ἔγ γιστα καταμένοντι. τούτῳ κατ' ὄναρ ἡ μάρτυς ἐφίσταται καὶ παρθένος, καὶ τὴν πρὸς τὸν νεὼν πάντως ἐκείνης σὺν κηρῷ τε καὶ θυμιάματι παραγγέλλει ἄφιξιν. ὁ δ' ἐγείρεται, καὶ σχή ματι μόνῳ προσῃτηκὼς τὰ ἀγγελθέντα, καὶ λαβὼν ξυνιέντων τῶν ἀκουόντων, προστρέχει τῷ ναῷ καὶ ἐφ' ἱκανῷ ποτνιᾶται, καὶ τῷ τῆς φωταγωγοῦ ἐλαίῳ χρισθείς, πεσὼν ὑπὸ πόδας κατὰ τὸ σύνηθες ἱκέτης τῇ μάρτυρι γίνεται. ἐπαναζευγνὺς δ' ἐκεῖθεν ἔδοξε τὸ οὖς ἐνοχλεῖσθαι. πολλάκις δὲ κνωμένου τῷ λιχανῷ ἐκ πίπτει ἐκεῖθεν αὐτίκα, ὡς ἐδόκει, ζωΰφιον ἔμπνουν τε καὶ ὑπό πτερον, ὃ δὴ καὶ ἀφωμένου ἐν θαύματι καὶ πρὸς ἄμυναν ἰόντος ἀφανὲς παραχρῆμα γίνεται. ἔδοξε δ' ὅμως ῥαΐσαι τὸ ἐμφωλεῦον ἄλλως, καὶ ἐν χρησταῖς ταῖς ἐλπίσιν ἦν. ἀλλ' ἐφίσταται τῇ οἰκίᾳ ὁμοίως ἔχων καὶ αὖθις τοῦ πάθους. οἱ μὲν ὡς τὸ πάλαι 454 τὸ πῦρ διένευον ὑπανάπτειν, φέροντες ἄλευρα, ὁ δ' ἐμπεσὼν ἐφύσα λιγέως. ἀλλ' οὔτε φλὸξ ὦρτο οὔτε πῦρ θεσπιδαὲς ἴαχε κατὰ ποίησιν, μόνος δ' ὑπετύφετο καπνός, καὶ εἰκαίως οὗτος ἐπόνει καὶ ἐδυσχέραινε. μετὰ πολλὴν δὲ πεῖραν τοῦ πυρὸς μηδὲν ὑπακούοντος, μετεβλήθη τὸ ἆσθμα εἰς λόγους καὶ φωνὴν ἐκρήσ σει· ἀρᾶται γὰρ τῇ ἑστίᾳ, ἀρᾶται μή ποτε ὑπανάψαι μηδὲ φλό γα τὸ σύνολον ποιῆσαι, μέγα βοῶν ἐκ βαρύτητος. ὃ δή, ὡς εἰκός, τοὺς ἐπὶ τῆς οἰκίας οὐκ ἔλαθεν. ὅμως δ' ἀκούσαντες ἐξεπλήττοντο, σφίσιν ἑαυτοῖς διαπιστοῦντες, καὶ δυοῖν ἡγούμε νοι θάτερον, ἢ τὸ πῦρ τὴν φωνὴν ἀνεῖναι ἢ μὴν τὸν τέως κω φὸν καὶ ὃν οὐκ ᾔδεσαν φωνήν ποτε προϊέμενον. ὡς δὲ πόρρωθεν φωνοῦντες ἀνέκρινον τίνος ἡ φωνὴ αὕτη καὶ τὰ λαλούμενα, ὁ κωφὸς ἀκούει, καὶ περὶ ἑαυτοῦ μαρτυρεῖ, ὡς αὐτὸς ἀκούσας ἀνακρινόντων, αὐτὸς ἦν καὶ ὁ τῷ πυρὶ ἰδίῳ ἐπαρασάμενος στό ματι. καὶ εὐθὺς ἐπιστάντες τὸ φρικτὸν ἐκεῖνο τέρας κατανοοῦ σιν, τὸν λόγον τε διεκδιδοῦσι, καὶ πᾶσιν ἀνάπυστον τὸ πραχθὲν γίνεται. εἶτα καὶ πρὸς βασιλέα φθάνει τὸ θαῦμα, καὶ φέρουσι παρ' αὐτὸν ὁρισθέν, παρόντος καὶ πατριάρχου, τόν ποτε κω φὸν καὶ ἐνεόν, ὃς δὴ καὶ ἐρωτώμενος ἀρχῆς ἀπ' ἄκρης τὸ πᾶν 455 ἐξαγγέλλει, αὐτὸς οἰκείῳ στόματι διηγούμενος. ταῦτα ἄρα καὶ μηδὲν κρίναντος δίκαιον τοῦ κρατοῦντος σιγῇ παρελθεῖν τὸ δρᾶ μα, πάννυχος ἐξ αὐτῆς παννυχὶς τῇ μάρτυρι διαγγέλλεται, μηδὲ αὐτοῦ βασιλέως ἐκεῖθεν λείποντος. μᾶλλον μὲν οὖν καὶ ἐπὶ πλέον οὗτος τὸ σέβας τῇ θαυματουργῷ θέλων φιλοτιμεῖσθαι, τοῖς μὲν ἄλλοις ἐφῆκε βαδίζειν ὡς βούλοιντο, αὐτὸς δὲ συνάμα συγκλήτῳ πάσῃ καὶ πατριάρχῃ ἀκρόνυχος πεζῇ βαδίζων πρὸς τὸν ναὸν τῇ μάρτυρι παραγίνεται.
{Ζ.} Ἐπάνειμι δ' αὖθις ἐκεῖνα δώσων τῷ λόγῳ πρὸς ἃ δὴ καὶ αὐτὸς ἐπιεικῶς
ἀπορεῖ ἡττώμενος τῷ μεγέθει τῶν γιγνομένων, ὥστ' εἰ ρημένον τοῦτο πολλοῖς περὶ ὧν ἕκαστος λέγειν προυτίθετο, ἐπ' ἐκείνοις μὲν τέχνης εἶναι τὸ ἐπιτήδευμα, καὶ εἰρωνεία τοῦ γρά φοντος ἀντικρούει, ἐπὶ τούτοις δὲ καὶ μόνοις ἐπὶ τοσοῦτον πι