1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

136

στεύεσθαι τὴν παραίτησιν, παρ' ὅσον καὶ πᾶς εἰδὼς μαρτυρήσει 456 τοῖς γραφομένοις, ὡς μηδὲ σιγῇ τὰ πλεῖστα παρενεγκών, καὶ τὸ τοῦ δαιμονίου μήνιμα πᾶς τις ἀναφανδὸν αἰτιᾶται τῶν συμφο ρῶν καὶ τὸ τῶν πραγμάτων ἀμήχανον. οὔπω γάρ τις ἔφθη ἑτέρῳ διεξιών, καὶ ὁ ἀκούων πικρὰ τῶν πραγμάτων καταστενάζων τὸ τῆς θείας ὀργῆς ἄφυκτον θαρρούντως ἀνωμολόγησε καὶ αὐτὴν πᾶσαν ἀπέγνω πρὸς τὴν τῶν τελουμένων ἀντιπαλάμησιν, καὶ ἰλιγγιῶν πρὸς τοὺς λόγους ἔδειξεν ἀκοὴν χωρεῖν ὅλως ὡς οὐκ ἔχου σαν τὰ πολλῷ πλέον μὴ δυνάμενα λέγεσθαι. πλὴν δ' ἀλλὰ καὶ περὶ τούτων ὅπως ἔσχε διαληπτέον, τὸ τῆς ἱστορίας λεῖπον ὑφαίνοντες. 1. Καζάνης μὲν οὖν ὁ τῶν ἀνατολικῶν Κάνις Τοχάρων, ἐφ' ἓξ ἄρξας ἔτη καὶ πλεῖστα μνήμης κατεργασάμενος ἄξια, πεντεκαιτριακοστὸν χρόνον τὸν τῆς ζωῆς τελέσας ἁρπάζεται. συνέφθιτο δὲ καὶ ἡ ὑπ' αὐτῷ τῶν ὅλων ἐλπίς, καὶ τὰ δεινὰ ηὔξανε πανταχοῦ, καὶ μᾶλλον ἐπὶ Φιλαδελφείας, ἐπιτιθεμένων τῶν Καρμανῶν. ἐκεῖνος γάρ, ἵνα μικρόν τι τῷ λόγῳ προσδια 457 τρίψω, ἐπὶ τὴν ἀρχὴν παρελθὼν πρὸς Κῦρον ἐκεῖνον καὶ ∆α ρεῖον ἑώρα, καὶ τοῖς πραχθεῖσιν ἐκείνοις πάλαι λεγομένοις εἰς ἡδίω τρυφὴν ἐχρᾶτο ἢ τοῖς τῆς ἀρχῆς σεμνώμασιν ἐξηγάλλετο. μᾶλλον μὲν οὖν καὶ τὸν τοῦ ∆αρείου νικητὴν Ἀλέξανδρον ἐπὶ λογισμῶν ἔστρεφε, καὶ ὑπὲρ πᾶν ἄλλο τὰς ἐκείνου πράξεις ὑπερ ηγάπα. δι' ὧν καὶ αὐτὸς τῶν ἴσων τυχεῖν ἐφίετο, καὶ κλέος ἐπόθει λαβεῖν τοῖς ὁπουδήποτ' ἐπ' ἴσης ἀνδραγαθήμασιν. ὅθεν καὶ πολλοῖς μὲν ὠγκοῦτο τοῖς παρασπίζουσιν, Ἴβηρσι δὲ καὶ μᾶλλον ἐπὶ πολέμοις ἐχρᾶτο, πλεῖστον μὲν τὸ γενναῖον καὶ ἐκ τοῦ γένους ἔχουσι, πολλῷ δὲ πλέον καὶ ἐκ τοῦ τῶν Χριστιανῶν καθαροῦ καὶ ἀμωμήτου σεβάσματος. παρ' ἣν αἰτίαν καὶ σταυ ρὸν μαθὼν τὸ τῶν Χριστιανῶν τρόπαιον ὄν, οὐράγει σφίσι πα ρασπίζουσι κατὰ πόλεμον, καὶ πόλλ' ἄττα δεινὰ τὸν τῶν Ἀρά βων σουλτὰν εἰργάζετο, ὥστε καὶ αὐτοῖς τοῖς ἱεροῖς προσβαλεῖν Σολύμοις καὶ ἐγγὺς τοῦ παραστήσασθαι γεγονέναι, καὶ μᾶλλον διὰ τὸ ζωηφόρον μνῆμα τοῖς Ἴβηρσι χαριζόμενος. ὁμοίως κα κῶς καὶ τὴν Αἴγυπτον ἔδρα, εἰ μή γ' ἐκείνῳ τὸ ἐν τῷ ..... τό 458 πων ἀμμῶδες καὶ ἄνυδρον εἰς πολλὰ προσίστατο. καὶ ἐῶ τὰς αὐτουργίας αὐτοῦ ἐν ὅσαις ἀσμένως ἄρχων ὢν καὶ τῶν ὑπερτά των ἐβαναυσίζετο, οὐ κατὰ χρείαν μᾶλλον ἀλλὰ κατά τινα τῶν ὑφ' αὑτὸν παίδευσιν. ἐφεστρίδας μύωπας καὶ ῥυτῆρας ἵππων καὶ πέδιλα καὶ μαχαίρας καὶ ἡμιτύμβια καὶ πᾶν ἄλλο βαναύσου τέχνης ἐξεργαζόμενος, καὶ τὰς ἀνακωχὰς τῶν πολέμων ἀσχολίας τῶν τοιούτων ποιούμενος. ἀλλ' οἷα ἐφρόνει βάρβαρος ὤν, τὸ παράδοξον. ἡγεῖτο γὰρ εἶναι μίμημα θεοῦ τὸν καλῶς ἄρχοντα καὶ ὁσίως· καὶ ὥσπερ οὐκ ἔστιν ἐκείνῳ περὶ Ῥωμαίου καὶ Σκύ θου, Σαυρομάτου καὶ Ἕλληνος, ἔτι δὲ δικαίου καὶ μή, ἀκρι βολογεῖσθαι περὶ τὰς δόσεις, κοινῶς εὐεργετοῦντι καὶ ὑετοὺς καὶ ὥρας καὶ ἥλιον, οὕτως ᾤετο δεῖν διακεῖσθαι καὶ τὸν δικαίως ἄρ χοντα σὺν ὅλοις τοῖς ὑπ' αὐτὸν τὰς δωρεὰς διοικούμενον. ἔκοψε δ' ἐξ ἀπέφθου χρυσοῦ καὶ Καζάνειον νόμισμα, καὶ πᾶσαν εὐ νομίαν ἐνομοθέτησεν. ἔμελε δ' αὐτῷ καὶ δικαιοσύνης ἐπὶ πᾶ σιν, ὥστε μὴ ταύτης ἄλλο τι λογίζεσθαι προτιμότερον. οὗτος 459 αὐτανέψιον ἔχων Τουκταΐν, ᾧ δὴ προσῆκεν ἐκ γένους καὶ ἡ ἀρ χή, ἐπεὶ πρὸς θανάτῳ ἦν καὶ οὐ τοῖς ἰδίοις τρόποις τοὺς ἐκείνου συμβαίνοντας ὑπετόπαζε, παριδὼν αὐτὸν ἔφεδρον εἰς ἀρχὴν ἐκ τοῦ ἀναγκαίου ὄντα, πέμψας μετακαλεῖται τὸν αὐτοῦ ἀδελφὸν περί που τὰ τῆς Ἰνδίας μέρη σὺν ἰδίῳ στρατεύματι διατρίβοντα, ᾧ δὴ Χαρμπαντᾶς τοὔνομα· ὀρεοκόμον εἴπῃ τις ἂν ἐκεῖνον, οὕτω συμβὰν ἐπὶ τῇ γεννήσει, φανέντος εὐθὺς τοιούτου, ὡς εἴθιστο σφίσι γεννωμένοις ποιεῖν κατά τι νόμιμον. καὶ τοῦτον εἰς ἀρχὴν καταστήσας ἐπὶ τρισὶν ἔτεσι τὰ αὐτοῦ συνθήματά τε καὶ νόμιμα ἀπαρεγχείρητα μένειν ἐντολὰς ἐδίδου τὸ ἐπίταδε, εἶτα ἄρα καὶ δόξειε γίνεσθαι παρηγγύα. τοῦτ' ἀνάπυστον γεγονός, ἐπεὶ καὶ κατὰ τὰς ἄκρας αἱ γραφαὶ διεδόθησαν καὶ ὁ κατὰ τὸν Εὔξεινον ἄρχων Χουτλουχάϊμ ἤκουε τὸ συμπεσόν, διαδέχεται τὴν φήμην ὁ Σολυμάμπαξ Πέρσης, ὃς καὶ γαμβρὸς ἦν ἐπὶ θυγατρὶ τοῦ Κουτζίμπαξι. καὶ