137
οὕτω διαμηνυθέντος τοῦ συμβάντος τῷ βασιλεῖ, ὁ τοῦ Καζάνου θάνατος τοῖς ἐκείνου πρέσβεσι κατὰ πό 460 λεις δῆλος γίνεται, καὶ τὸ πένθος σφίσιν αἴρεται μέγα. ὅμως δὲ καὶ παρακαλοῦνται βασιλέως πέμψαντος. πλὴν ἀλλ' Ἀμού ριος καὶ οὕτως καθυπεστέλλετο, οὐκ οἶδα εἴτε τὸν ἀπὸ τοῦ Χαρμπαντᾶ φόβον (τὰς γὰρ τοῦ ἀδελφοῦ συνθεσίας ἐκεῖνος τη ρεῖν ἤθελεν) ἔτι ὡς εἰκὸς ὑφορώμενος, εἴτε τὴν ἀπὸ βασιλέως εὐμένειαν προσποιούμενος, καὶ πέμψας ᾔτει βασιλέα τὸ τῶν πο ταμῶν μεσόγαιον ἀνὰ Σάγγαριν, Μεσονήσιον ἐτύμως ὠνομασμέ νον, ἐφ' ᾧπερ τοῖς ἰδίοις οἰκηθησόμενον τοῖς ἐντὸς οἰκοῦσιν εἰς φυλακὴν κέοιτο. ἀλλὰ τῶν τοιούτων τέως ἀνηρτημένων, τινὲς τῶν ἐκείνου κατ' οὐλαμοὺς διεκθέοντες κακὸν ἀπάντημα Ῥω μαίοις εἰς τρυγητὸν ἐξιοῦσι τῶν ἀτημελημένων κτημάτων ἐγί νοντο. ἦσαν γὰρ ἐντεῦθεν τὰ πρόστιμα τῶν ἑαλωκότων φωρῶν ἄντικρυς πρόστιμα, εἰ γῆν ἣν διὰ σπάθης ἐκτήσαντο ἐκεῖνοι πα τοῖεν καὶ τὰ σφίσιν ἐκ πολέμου περιγεγονότα καρπίζοιντο. διά τοι ταῦτα καὶ μαχητὰς μισθούμενοι ἄνθρωποι ἀποτολμῶντες τὰ θαλάσσης ἐγγὺς ἐπιχειροῦντες δρέπεσθαι, οὗ μὲν ηὐστόχουν καὶ ἀπεκέρδαινον, τὰ πλεῖστα δ' ἐσφάλλοντο καὶ ἐσφάττοντο. Καὶ ταῦτα μὲν ἐκτὸς τῆς Κωνσταντίνου ἐπράττοντο, ἐντὸς 461 δὲ τοῦτο μὲν ἡ πρὸς τὸν πατριαρχοῦντα τῶν πολλῶν ὑπονόησις, τοῦτο δὲ καὶ ἡ τῶν δυναμένων ἀπληστία, καπηλευόντων καὶ σῖ τον καὶ ὤνια· καὶ γὰρ τὰ πλεῖστα καὶ κεχυδαίωντο αἰσχροκερ δείας ἡττώμενοι, καὶ πάντα χρημάτων καταπροϊέμενοι πάντα μαλακῶς διετίθουν, καὶ τὰ τῆς πολιτείας δεινῶς ἐκυμαίνοντο. ἀλλ' ἡ μὲν καπηλεία καὶ λίαν ὠδύνα, ὡς φαίνεσθαι, τὸν πα τριάρχην δημοχαριστοῦντα τὰ πλεῖστα καὶ κατὰ τῶν δυναμένων ὑπὲρ αὐτῶν, ὡς ἐδόκει, τοῦτον ἱστάμενον, ὥστε γράμμασι πρὸς τὸν κρατοῦντα παρρησιάζεσθαι, καὶ ὅρκοις ἰσχυρίζεσθαι ἦ μήν, ἢν μή γ' ἡ καπηλεία τοῦ σίτου ἐῷτο, ἀραῖς περιβαλεῖν ἐκ κοινοῦ συνεδρίου τοὺς καπηλεύοντας, καὶ τοῦ λοιποῦ ἐκ μέ σου γίνεσθαι. καὶ ταῦτ' ἐπώμνυ, καὶ οὐδὲν ἤνυστο παράπαν, ὡς μέρος καὶ ταῦτα τῶν κατ' αὐτοῦ γίνεσθαι, ὅτι ἐπὶ ματαίῳ τὸν ἐξ οὐρανοῦ καταβάντα ἐπώμνυ τὸ καὶ τὸ ποιεῖν, εἰ μὴ ταῦτα γένοιτο, βούλεσθαι.
(2) τοὺς δέ γε σχιζομένους ἐνάτῃ μετ' 462 εἰκάδα Γαμηλιῶνος ὁ κρατῶν συνῆγεν. ἐξῆγε δὲ καὶ τῆς φυλα κῆς τὸν Ταρχανειώτην Ἰωάννην, ὃν ἐν ἀνέσει τὸ πρότερον ἔχων, ἐπεὶ καὶ αὐτὸς τῷ πατριαρχοῦντι προσέκρουε, συνεκλείετο. τότε δ' ἐκβαλὼν μέρος τοῦ συλλόγου καὶ αὐτὸν εἶχε. καὶ εἰς πάντας προκαθίσας ἐδημηγόρει, καθημένων καὶ τῶν τυφλῶν μοναχῶν, πρὸς οὓς καὶ μᾶλλον ὡς ἀξιωτέρους τῶν ἄλλων δοκοῦντας, ἔχων παρὰ θάτερα μὲν πατριάρχην παρ' ἑκάτερα δὲ ἀρχιερεῖς τε καὶ κληρικούς, συμπαρούσης καὶ πάσης συγκλήτου καὶ μοναχῶν, μάλα γενναῖον καὶ πεφροντισμένον λόγον διεξιών. "ἐγὼ λογίζο μαι καὶ ὑμᾶς εἰδέναι καὶ πάντας ἀνθρώπους ὡς οὐδὲν ἐμοὶ τῶν πάντων ἥδιον τοῦ τὴν ἐκκλησίαν τοῦ θεοῦ, πάσης περιαιρεθεί σης σκανδάλου προφάσεως, εἰρηνεύειν, ἐφ' ᾧ καὶ σπουδή μοι πᾶσα παρέστη ἤδη αὐτοκρατήσαντι, πάσης ἀσχολίας ἄλλης κα θυπερτέρα, ὑπεριδόντι μὲν καὶ τρυφὴν βασίλειον ὑπεριδόντι δὲ καὶ θεσμὰ φύσεως, ὥστε καὶ τῶν φιλτάτων προτιμηθῆναι τὴν ὑμετέραν ξυμπάντων εἰς ἓν συνδρομὴν καὶ ὁμόνοιαν. καὶ ὅσον ἦν εἰκός, ὡς ἔδοξε, καταπέπρακται, καὶ τῶν εἰς σκάνδαλον εὔ λογον ἱκανῶν οὐδὲν περιλέλειπται, οἶμαι. τὸ δὲ καθ' ὑμᾶς θαυμάζειν με πολλάκις ἐπῄει, τίσι λογισμοῖς ὀχυρούμενοι τῆς ἐκκλησίας διίστασθε καὶ πρὸς φέγγος οἷον ἀληθινὸν σκαρδαμύτ 463 τειν αἱρεῖσθε. εἰ δ' οὖν ἀλλὰ καιρὸς τὸ τοῦ θείου ∆αυῒδ ἐξει πεῖν πρὸς τὸν θεὸν ποτνιώμενον "3κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν, καὶ φωτιεῖς αὐτούς,"3 ὡς ἂν μικρὸν παραμείψαιμι τὸ ψαλτῴδημα. θεοῦ γὰρ μόνου τὸ τὰς ὑμετέρας συνειδήσεις φω τίσαι, ἀνθρώπων θεῷ μὲν βιοῦν προελομένων, θεοῦ δὲ πόρρω κινδυνευόντων καθίστασθαι, οὐκ ἄλλης αἰτίας χάριν ἢ τοῦ τῆς ἐκκλησίας ὀρθοδοξούσης καὶ καλῶς