138
ὡς εἰκὸς ἐχούσης ἀπρὶξ ἀπο σχίζεσθαι. εἰ δὲ ταύτης σχίζεσθε καθολικῆς γε οὔσης, εἴπατε πάντως ᾗ τινὶ δὴ καὶ ἑνοῦσθε. μὴ ἔχοντας δὲ λέγειν τὴν κεφα λήν, ὑμᾶς ἁρμολογεῖσθαι κατὰ θεὸν πῶς εἰπεῖν εὔλογον; μηδ' ἀρίζηλον τὸν σκοπὸν δεικνύντας πῶς οὐ δίκαιον πλάνης ἀποί σεσθαι ἔγκλημα; εἴθε δὲ τοῦτ' ἦν καὶ μόνον, καὶ ἴσως τὰ καθ' ὑμᾶς εἰς δίκαιον ἔλεον περιίστατο. νῦν δὲ ἀλλὰ δεδοικέναι ἀνάγκη μή πως (ἀλλ' οὐκ ἐμὸς ὁ λόγος, οὐδ' ἡ κρίσις κατ' ἄνθρωπον, πολλῷ δὲ μᾶλλον τοῦ πνεύματος, ἐπεὶ καὶ ὅσα ἅγιοι φθέγγονται, πνεύματι θεοῦ κινούμενοι φθέγγονται) μή πως γοῦν θεοῦ λατρευ ταὶ καὶ τῶν ἀσφαλεστάτων δοκοῦντες τῷ τε τῆς ἐκκλησίας σχί ζεσθαι καὶ τῶν ποιμένων κατολιγωρεῖν λαθόντες τῷ ἀντικειμένῳ 464 λατρεύητε πνεύματι, καὶ κατὰ τοῦτο μισοῖσθ' ἂν δικαίως. ἦ γάρ; οὐ λέγει ταυτὶ ἀριδήλως ὁ πρὸς τῇ μαθητείᾳ τοῦ τῷ Χρι στῷ ἠγαπημένου καὶ μαρτυρίῳ τετιμημένος, ὁ θεοφόρος οἶμαι καὶ τὰ θεῖα σοφὸς Ἰγνάτιος; ἢ βούλεσθε, καὶ ἀναγινωσκομένου τοῦ λόγου ἀκούοιτε. ἵνα τί γοῦν ἄνθρωποι θεῷ μὲν καθιερω μένοι ἀρετῇ δὲ προσέχοντες, καὶ προσέτι οἱονεί τινα σύμβολά τι νες τῶν τοῦ Χριστοῦ παθημάτων ἐν τῇ σαρκὶ περιφέροντες, τοσοῦτον κίνδυνον ἀναρρίπτετε; δυοῖν γὰρ ἀνάγκη μόνον θάτε ρον αὔταρκες τοιούτου κινδύνου ὑμᾶς ἐξαιρεῖσθαι, ἢ τὸ δεῖξαι ᾗ δή τινι ἐκκλησίᾳ προσεσχηκότες ἐπ' αἰτίαις εὐλόγοις καὶ κανονι κῶς ἡμῶν σχίζεσθε, ἢ τὸ πᾶσαν εἰακότας σμικρολογίαν τῇ ἡμε τέρᾳ ταύτῃ δὴ καὶ καθολικῇ ἑνοῦσθαι βούλεσθε. εἰ δὲ τὸ δεύ τερον οὐχ αἱρεῖσθε, τὸ πρότερον δείξατε. καὶ εἰ μὴ ἐκκλησίαν ἔχετε δεῖξαι, ἀλλ' ἢ ἀρχιερέα τέως εἴπατε, παρ' οὗ δὴ καὶ συνοχὴν ἑαυτοῖς, ὡς μὴ διαρρυῆτε μὴ δεσμὸν ἔχοντες, ἐπικατα σκευάζειν διισχυρίζεσθε. γέγονέ ποτε τοῦτο, καὶ ἤδη θαρροῦν 465 τες δείξατε. εἰ δὲ τὸν μέγαν προβάλλεσθε Μάξιμον, ὡς πολ λάκις λεγόντων πυνθάνομαι, ὅτι κἀκεῖνος αἱρέσει τῶν ἐκκλησιῶν προκατειλημμένων κατ' αὐτὸν ὑπὲρ τῆς ἀληθείας κινδυνεύων ἀπισχυρίζετο, ἀλλὰ πρῶτον μὲν οὐ πάντες οὐδὲ τότε προκατε λήφθησαν, ἀλλὰ πρῶτος καὶ πρὸ πάντων ὁ τῆς Αἰλίας θεῖος ποιμὴν ὁ Σωφρόνιος καὶ λίαν ἐκείνῳ συνηγωνίζετο· εἰ δ' οὖν, ἀλλὰ καὶ τοῖς ἐν Ῥώμῃ τέως ἐπήνθει τὸ εὐσεβές, καὶ οὔπω τῇ ἐκκλησίᾳ παρεισεφθάρη Ὁνώριος· πρὸς οὓς μὲν εἶχε δικαίως ἀνα φέρειν τὴν γνώμην ὁ τῆς ἀληθείας ὁμολογητής, καὶ μὴ ὡς δῆ θεν σχισματικὸς δοκῶν καθολικῆς ἐκκλησίας εὐθύνεσθαι. εἶτα ἀλλ' οὐδὲ διαφορὰ ὡς ἐκεῖ δογμάτων ἐνταῦθα, οὐδέ τί τις ἔχει αἰτιᾶσθαι δικαίως τοῦ σχίσματος ἱκανόν, ὅτι θάτερον ἴσως μέ ρος φρονεῖ παρὰ θάτερον. καὶ γὰρ καὶ τὸ δοκοῦν ἐκεῖνο, τὸ χθιζά τε καὶ πρωϊζὰ πραχθέν, οὔπω καλῶς ῥιζωθὲν ἀνέσπασται, ταῖς ἡμετέραις εἴπω, σὺν θεῷ εἰρήσεται, προθυμίαις. καὶ ὁ πράξας ἐκεῖνα, κἂν πατὴρ ἦν κἂν εὐεργέτης κἂν τῶν φιλτάτων, κἂν ὅ τί τις εἴποι εἴτε συγγενείας εἴτ' εὐεργεσίας ὄνομα, οὐδε 466 μιᾶς, ὅσον τὸ ἐφ' ἡμῖν εἶχεν, ὁσίας μνήμης, καὶ ἧς καὶ ὁ τυ χὼν Χριστιανὸς ἔτυχε, παραπήλαυσεν, ἀνήρ τε καὶ ἄναξ φοβε ρὸς μὲν ἐχθροῖς, πολλὰ δ' ὑπὲρ ὑπηκόων πονήσας τε καὶ πα θών, καὶ διαφερόντως ἐμοὶ τέως ἄξιος ἐς ἅπαν εὐνοίας, ὅσον καὶ ἑαυτοῦ πολλάκις καὶ ἐς πολλοὺς λέγων προυτίμα καὶ τὴν κατὰ σύγκρισιν ἧτταν ὁμολογῶν οὐκ ᾐσχύνετο. ἀλλ' ὅμως τοῦτ' ἔδοξε καὶ τοῦτο γεγόνει· δεινὴ γὰρ ἡ ἐντολὴ καὶ ἡ τοῦ μὴ ἄξιον εἶναί τε καὶ λογίζεσθαι Χριστοῦ ἀπειλὴ τὸν γονεῖς ὑπὲρ αὐτὸν ἀγαπή σαντα. ἀλλ' ἡ μήτηρ, καὶ τί γε εἴποι τις ἄλλο ἢ μήτηρ; καὶ μήτηρ τοιαύτη καὶ οὕτως πρὸς ἡμᾶς ἔχουσα, ἀλλ' οὐδ' αὐτή γε πρὶν τῆς μεθ' ἡμῶν βασιλικῆς μνήμης ἐπ' ἐκκλησίας ἔτυχε, πρὶν γράμμασι καὶ ἀσφαλείαις οἰκειοχείροις τὴν τῶν πρὶν πραχθέντων, εἴπω δὲ καὶ τὴν τοῦ ἀνδρός, ἀθέτησιν ἐμπεδῶσαι. ἐξήκοι δ' ὁ λόγος καὶ εἰς τὴν ἐμὴν προτέραν σύζυγον, ἥτις ἐπὶ τοσοῦτον τοῖς τότε πραττομένοις ἀπήχθετο ὥστε καὶ τῷ πρωτοσεβαστῷ τότε Νοστόγγῳ θερμῶς ἐπαρᾶσθαι κατ' ἀνατολὴν τῶν πραχθέντων χάριν τοὺς σχιζομένους τὰ πάνδεινα δρῶντι, καὶ ἕρμαιον ἡγεῖσθαι καὶ πρὸς αὐτῆς ὅ τι συμβαίνοι παρ' οὑτινοσοῦν ἐκείνῳ δεινὸν τοιαῦτα καὶ οὕτω πράττοντι. ἀλλ' ὅμως