139
ἐπεὶ μεταξὺ τελουμέ 467 νων ἐκείνων ἐκείνη τέθνηκε, καὶ οὔπω τρόποις μετανοίας τὸ τῆς κοινωνίας ἐκαθήρατο, ὡς μηδὲ τῆς ὁσίας τυχοῦσα καὶ ὧν ἔδει τότε, τῶν ἐς νέωτα μνημοσύνων ἐπὶ τῆς ἐμῆς αὐταρχίας ἀπέ τυχε, καὶ ὁ ἐπ' ἐκκλησίας τόμος ὁ εἰς εὐφημίαν τῶν ὀρθοδόξως βιωσάντων καὶ μνήμην ὁσίαν κατ' ἔτος ἐπ' ὀκρίβαντος ἀναγι νωσκόμενος ἄλλων μὲν δεσποινῶν ὀνόματα φέρει, καὶ τῶν μὴ κατ' ἐκείνην ἴσως τὰς ἀρετάς, αὐτὴν δὲ μόνην ἐς ἅπαν ἠγνόησε, ζῶντος ἐμοῦ καὶ ταῦτα καὶ ἄρχοντος, ἥλιε. πλὴν εἰ χρὴ λέγειν τἀληθές, ἐμοὶ καὶ τοῦτο ἐκ περιουσίας πέπρακται, καὶ οὔπω τις οἷος οὗτος ὑπομνήσας ἔφθασε, καὶ τὸ ταύτης μνημόσυνον ἀπεκόπτετο. οὕτως ἐγὼ περὶ ταῦτα. καὶ ὑμεῖς ταῦθ' ὁρῶν τες, πόλλ' ἄττα κύκλῳ περιβαλλόμενοι καὶ ἐς τόδε σχίζεσθε, ἀφορισμὸν τοῦ πατριάρχου Ἀρσενίου κατὰ τοῦ μετ' αὐτὸν ποι μεναρχήσαντος Ἰωσὴφ προβάλλεσθε, καὶ διαθήκας ἐκείνου προ τείνετε, καὶ τὸ δοκοῦν εἰς ὑποψίαν δικαίαν τοῦ ὡς δῆθεν πλά σματος, ὡς ἂν φρονῶν οἰηθείη τις, τὴν τῆς ὑπογραφῆς δηλαδὴ 468 παραχάραξιν, εἰς τὸν τοῦ ὑπογράφοντος πόνον δακτύλου (ἠσθέ νει γὰρ ἐξ ἄνθρακος δῆλον) ἀνάγετε. τί δαί; ἔχετέ που καὶ ἐπί τι δικαίως ἀνάγειν καὶ τὸ μοχθηρὸν τῆς γνώμης καὶ τὸ ἐντεῦθεν ὑποτρέχον φαῦλον τῆς προαιρέσεως; ὃ δὴ ἐκείνῳ τοιαῦτα λέ γοντες ἐκ τοῦ εἰκότως προσάπτετε. ὁ τυχὼν μεταλλάττων πᾶσιν ὡς ἔπος εἰπεῖν συγχωρεῖ· καὶ πατριάρχης θνήσκων, ἀντὶ τοῦ συνήθως λύειν, δεσμεῖν καὶ μάλιστα εἵλετο, καὶ ταῦτα τὸν ὑπὲρ τῆς ἐκκλησίας ἱστάμενον; ἐγὼ μὲν οὖν καὶ υἱϊκὴν ἐκείνῳ φέρω τιμήν, κἀν πολλοῖς οἶδα ἐκεῖνα λαβὼν παρ' ἐκείνου ἃ δὴ καὶ ὀφειλὴν εὐγνωμοσύνης παρ' ἐμοῦ πρὸς ἐκεῖνον δικαίαν ἀνταπαι τεῖ, καὶ τὸ μεῖζον, ὅτι καὶ ἐς βασιλείαν αὐτὴν ἐμὲ προυτίμα τοῦ μου πατρός, ἐκείνου γ' ἄρχοντος ἅμα μὲν αὐτὸς τὴν ποιμαντικὴν αἱρούμενος παραιτεῖσθαι, ἐπικρίνων οὕτω τὴν θεραπείαν ἀξίαν τοῦ εἰς τὸν Ἰωάννην πλημμελήματος, ἅμα δ' ἀξιῶν καὶ τὸν πα τέρα τὴν βασιλείαν ἐκτίθεσθαι, ὅτι, λέγων, τὰ πρὸς Ἰωάννην καὶ ἀμφοῖν παρηνόμηται, αὐτῷ μὲν καθυφέντι τῆς πολυωρίας 469 καὶ οἷον προδόντι, ἐκείνῳ δὲ τὰ εἰς βασιλείαν παραλογισαμένῳ, ὡς οὐκ ἐξὸν ἁμαρτόντας ἄρχειν ἢ αὐτὸν πνευματικῶς ἢ ἐκεῖνον αὐτὴν δὴ τὴν κοσμικὴν ἀρχὴν καὶ βασίλειον· ἔχειν δ' εἰς ταύτην αὐτάρκη τὸν ἐξ αὐτοῦ, λέγων ἐμέ. ὃ δὴ καὶ ποίαν ὑπερβολὴν ἀγάπης οὐχ ὑποφαίνει; καλεῖν εἰς ἀρχὴν ἔννομον τὸν μηκέτι εἰ δότα τελέως τὸν ἄνθρωπον; οὕτως ἐμοὶ πρὸς ἐκεῖνον τὰ τῆς εὐ γνωμοσύνης ὀφείλεται, καὶ πόνος ἄλλως ὑπὲρ ἐκείνου τοιαῦτα προβαλλομένων ἀκούοντι. παύσασθε τοιγαροῦν ἐκεῖνα περὶ ἐκείνου θρυλλοῦντες, τὰ μήτε πραχθῆναι μήτε τιμὴν λεγόμενα περισώζειν τῷ εἰργασμένῳ δυνάμενα. ὑμεῖς δὲ ἀλλὰ καὶ τὴν ὑμετέραν ἱερωσύνην ἐν μέρει τίθετε τῶν ἀνεπιλήπτων, καὶ οἵαν συνιστᾶν ἀξιοῦτε, ἀδύνατον καθιστᾶτε. φέρε γάρ, πρὸς αὐ τῆς τῆς περὶ τὰ ἱερὰ ἀσφαλείας, εἴτε τῆς ὄντως εἴτε καὶ ᾗ προσεσχήκατε, εἰ παρ' ὑμῖν τὰ τῆς ἐκκλησίας γένωνται πράγμα 470 τα, ἀρχιερέων, ἐπεὶ τοὺς ἡμετέρους τούτους ἀπήρτησθε, ἡ καθ' ὑμᾶς αὕτη καὶ προσδοκωμένη ἱεραρχία συσταίη; καὶ τίς ἐπὶ το σοῦτον τῶν προτέρων ἄθικτος διεβίω, δυνατὸς ὢν ἐξ ἀξίας χει ροτονεῖν ἱερέας; οὓς γὰρ οἴδαμεν, κοινωνικοὺς οἴδαμεν πάντας. καὶ τριῶν καιρῶν ἐπὶ τοῖς ξυμβεβηκόσιν ὄντων, πρώτου μὲν καθ' ὃν τὰ κατὰ τὸν Ἰωάννην εἴτ' οὖν τὴν βασιλείαν προέβη, δευτέρου δ' αὖθις καθ' ὃν τὰ τῶν Ἰταλῶν καὶ τοῦ πάπα ἐπεισ εκώμασαν, καὶ τρίτου τοῦ ἡμετέρου τούτου δὴ καὶ ὑστάτου καθ' ὃν τὰ πραχθέντα, ὡς ἦν τε καὶ ἔδοξεν, ἀπηυθύνθησαν, οἱ μὲν τοῦ προτέρου ῥέκται ἐκποδὼν ἐπιεικῶς πάλαι, οἱ δὲ τοῦ δευτέρου οἱ μὲν ἐξ ἀνθρώπων ᾤχοντο, οἱ δὲ καὶ τῆς ἐπιτιμίας καθαιρεθέντες, οὕτω δοκοῦν καὶ ὑμῖν πάντως, μένουσιν οὕτω καὶ ἔτι. τοὺς δὲ τῆς τρίτης ταυτησὶ καταστάσεως εἰ μὲν δέ 471 χεσθε, λόγος ἡμῖν ἔστι γε πρὸς ὑμᾶς, εἰ δ' οὐ δέχεσθε, φορτι κοὶ πάντως ὡς τὰς ἀρχὰς τῆς ἱερωσύνης ἀναιρεῖν πάμπαν ἐσπου δακότες. εἰ δ' οὖν, ἀλλὰ δείξατε ὃν ἀπὸ παλαιᾶς χειροτονίας ἐν ἀσφαλείᾳ διαβιοῦντα παντοίᾳ πεφυλαγμένον ἔχετε. οἶδα προ βαλλομένους τὸν τῶν