1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

140

Μαρμαριτζίων ἐπίσκοπον πρώην, εἰ καὶ νῦν τετελεύτηκε· περὶ οὗγε καὶ ἐρωτήσας πόλλ' ἄττα ἐπιλήψιμα ἔχοντα κατεμάνθανον. οἴδατε δὲ καὶ ὑμεῖς πάντως ἀκούσαντες παρ' ἐμοῦ τότε, ὅτε καὶ ταῖς ἐπὶ τοιούτῳ καιρῷ παρατηρήσεσιν οὐ προσέχειν δίκαιον ἰσχυρίζεσθε καὶ ἔγωγε, οἶμαι, δοκιμάζων ἠμέλουν, ἕρμαιον ἔχων ὅτι γε ἄρα καὶ δοκιμάζοιτε. καὶ τάχα ἂν ὑμῖν προσετέθην, τοῦ Ἰωάννου ἤδη τὴν ἱεραρχίαν παραιτου μένου, καθὼς καὶ ὑμῖν ἐπεχείρουν προσέχειν, ὡς ἴστε, εἰ μή μέ τις λογισμὸς ἥκιστ' ἄξιος παρορᾶσθαι πρὸς ἑαυτὸν ἐπισπασάμε νος ἀπῆγέ με τοῦ σκοποῦ. τὸ γὰρ ξυμπεσὸν εὐθὺς ἐπὶ τῷ τότε μὲν ἀργοῦντι νῦν δὲ ποιμεναρχοῦντι, ἄξιον ὂν θαυμάσαι, ἀνα 472 λαμβάνειν ἐποίει τοὺς λογισμούς, μή πως θεῷ δοκοῦν αὐτὸν καὶ πάλιν ἱεραρχεῖν, ἀμετακινήτων μενόντων τῶν τῆς ἐκκλησίας πραγμάτων, ἃ ἀνάγκη ταράττεσθαι, εἰ ἄλλως γένοιτο, παριδὼν ταῦτα ἕλωμαί τε ὑμᾶς καὶ ἁμαρτάνω, πρὸς τῷ μηδ' εὐοδωθῆναι τὸ πρᾶγμα κατὰ σκοπὸν ὃν ἐτρέχομεν. ὅθεν καὶ πρὸς ταῦτα παλινδρομῶ, καὶ ὃν ὁρᾶτε, ὡς δῆθεν θείαν ψῆφον πληρῶν, ἐπὶ τῆς ἱερᾶς ἀξίας ἀνάγω πάλιν, ἄνδρα λιτὸν τὰ πάντα καὶ ἄσκευον καὶ ἀρετῆς ἐπιεικῶς φίλον. τὸ μέντοι γε δοκοῦν σκλη ρὸν καὶ μὴ ἐς ἅπαν ἐπικλινές τε καὶ συγκεχωρηκὸς ἦν καιρὸς ὅτε κἀμοὶ (μαρτυρήσω γὰρ τἀληθὲς) παρ' ὑμᾶς πάντας οὐδὲν ἐδόκει προσῆκον ἄλλως ποιμένι, καὶ ταῦτα πνευματικῷ, καὶ οὐδ' ὥς γε ἐπαγωγὸν τῶν πολλῶν καὶ εἰρηνικόν, καὶ τοσοῦτον ὅτι καὶ τοῦ μοναχοῦ Μηνᾶ τὰ ἀπ' αὐτοῦ πρὸς ἐμὲ λέγοντος δυσχερῶς εἶχον πιστεύειν, εἰ τοιοῦτος ὢν οἷος ἔδειξε τότε, ἀγλευκής τε καὶ ἄτεγ κτος, τοιούτων ἂν κριθείη θείων ἐννοιῶν ἄξιος· καὶ πιστεύειν ἀπώκνουν τοῖς λεγομένοις, οἷς ὀργὴν θεοῦ ἐπικειμένην τοῖς ἡμε τέροις εἰδέναι παρίστα. ἀλλ' ὅμως ὁ οὕτως ἔχων περὶ τούτου ἐγὼ τόσον ἑάλωκα τῆς πρὸς αὐτὸν διαθέσεως, ὡς ἄλλο τι λογί 473 ζεσθαι νῦν συμβὰν ἐπ' ἐμοὶ εἰς τὸ καταλαμβάνειν ὡς δυνατὸν κρίματα θεῖα ἢ ὅτε παρ' ἄλλοις ἐμάνθανον, ὥστε καὶ αὐτὸ τὸ πολλοῖς δοκοῦν ἐλάττωμα τοῦ ἀνδρὸς προτέρημα μᾶλλον ἔκρινον. τί γάρ, ἔλεγον, εἰ καὶ θεὸς φιλάνθρωπος ὢν τὰ πλεῖστα δικαίως κολάζει, ὡς καθαρτικῆς ἴσως οὔσης καὶ τῆς κολάσεως; ὃ δὴ καὶ φιλανθρωπίας μᾶλλον εἴποι τις μέρος οὐ τὸ τυχόν. καὶ ὅτι μὲν αὐτεξούσιος ἄνθρωπος πάντως ἔχει χρᾶσθαι τῇ προαιρέσει καὶ πράττειν τὰ κατὰ γνώμην, πλὴν καὶ νόμος δέδοται, ὁ μὲν φυσικὸς ὁ δὲ γραπτός, καὶ δικαστὴς προκάθηται κρίνων, ἵν' ὃ μὴ ἀφ' ἑαυτοῦ τις ἕξει τῇ συνειδήσει σωφρονιζόμενος καὶ ὡς ἀναγκαίῳ χαλινῷ καταγχόμενος, τοῦτο παρὰ τῆς ἔξωθεν ἐξου σίας παιδευθεὶς μάθοι, καὶ ὁ μετελθὼν τὸ πλημμέλημα ταῖς ἀληθείαις εὐεργέτης δόξοι καὶ τιμωρῶν. ἐν δέ γε τῷ ἱερῷ εὐαγ γελίῳ καὶ οἱ ἐν ὁδοῖς καὶ πλατείαις καὶ ῥύμαις κείμενοι εἰς τοὺς γάμους τοῦ βασιλέως εἰσελθεῖν ἀναγκάζονται, ὡς ἀναγκαίως ἐπι κείμενον ὂν τὸ τῆς ἀνάγκης, εἰ βούλοιτό τις σώζεσθαι. τί τοί νυν τὸ ὑμῖν ἱκανὸν δοκοῦν εἰς τὸ σχίζεσθαι; τί τε ὃ ἐκκλιτέον 474 ὑμῖν ὡς μὴ καλῶς ἔχον ἥγηται, ὥστε καὶ ἄλλοις παρέχειν σκάν δαλον, καὶ τὸν ἕνα καὶ ἄσχιστον χιτῶνα τῆς ἐκκλησίας πειρᾶσθαι σχίζειν, καὶ ἀμελεῖν ὡς μή τινος κακοῦ γενομένου; εἰ δ' οὖν, ἀλλ' ἰδοὺ πατριάρχης καὶ ἱεράρχαι, ἰδοὺ κλῆρος καὶ σύγκλητος καὶ λαὸς καὶ μοναχῶν οἱ λογάδες· καὶ ὅσον ὑμῖν εἰς ἀπολογίαν παρίσταται, εἴπατε, καὶ πρῶτον τῶν ἄλλων, ὁποῖοι καὶ τίνες ἐν ἱεράρχαις πρὸς οὓς ἀναφέρειν ἔχετε τὰ ὑμέτερα, ὥστε τούτων ἀποβουκοληθέντων ἐκείνους δικαίως ἐγκρίνεσθαι. οὐδὲ γὰρ εἰς ἀπέραντον σχισθήσεσθε, οὐδὲ δίκαιον, οὐδέ γ' ἑτέραν οἰκου μένην ζητήσομεν, ἐξ ἧς ἐνέγκωμεν ἱεράρχας τοὺς τῆς ἡμετέρας ἀρχῆθεν ἐκκλησίας ὡς τὸ εἰκὸς καταστήσοντας. οὐδ' εὔλογον περὶ τῶν ὄντων ἐρωτᾶν τοὺς μὴ ὄντας, ἀλλ' ἡμεῖς καθ' αὑτοὺς τὰς διαφορὰς δοκιμάσομεν. ἡμεῖς κρινοῦμεν καὶ ἐν μέρει ἀντι κριθησόμεθα, καὶ μετὰ θεοῦ καὶ τῶν πατέρων ζητοῦντες οὐκ ἂν ἁμάρτοιμεν, σὺν θεῷ δ' εἰρήσεται, τοῦ κοινοῦ συνοίσοντος. τὰ μὲν παρ' ἐμαυτοῦ ταῦτα· ὑμεῖς δέ, εἰ καὶ συνεκλήθητε πάν τες, ἀλλ' οὐ λέγειν πάντες ἁπλῶς ἐπιτρέπεσθε. ἔξεστι δὲ τῷ 475 ἀξιωτέρῳ τῶν ἄλλων ὑπὲρ ἁπάντων καὶ λέγειν, καὶ