1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

142

ὑπολελεῖφθαι δόξειν, ἀπαυθαδι ζομένοις πρὸς βασιλέα ὡς ἐγκαθίζοι τοῖον καὶ τοῖον λέχριον ἑαυ τοῦ δεξιόφιν ζητῶν εἰρήνην; καὶ ταῦτα πλὴν ἀλλὰ συγκαθίζειν 479 ἐκεῖνος ἔλεγεν ἑαυτῷ τὸν μετὰ τῶν μισούντων τὴν εἰρήνην ὄντα εἰρηνικὸν καὶ τὸν ἄξιον αὖθις καὶ θρόνου καὶ προστασίας πνευ ματικῆς. ταῦτα λέγων, καὶ πλείονα τούτοις ἐξονειδίζων, ὡς πολλὰ λέγειν καὶ αὐτὸς ἔχων καὶ ἀπελέγχειν ὡς οὐκ ἀσφαλῶς ἔχοντα ἐφ' οἷς αὐτοὶ σεμνύνονται, ὅμως αἰδοῖ τῶν προτέρων καὶ τῷ τῆς εἰρήνης ἐφίεσθαι ἄρρητα πάντ' ἀφίησι, καὶ σεμνοποιού μενος αὐτοῖς καὶ αὐτὸς συντίθεται. καθίζει καὶ πάλιν τούτους ἐξ ἐπιτάγματος, καὶ τὰ τοῦ πατριαρχοῦντος συνείρει ἐγκώμια, τὰ χθὲς καὶ πρὸς τρίτης συμβάντα κατὰ λεπτὸν διηγούμενος. τέως τοὺς λόγους κύκλῳ περιβαλλόμενος καὶ ἕως ὀψὲ τῶν νυκτῶν παρατείνων, ὡς κωφοῖς τὸ παράπαν ἐδόκει διαλεγόμενος καὶ ἐῴκει τῷ τυφλοῖς διανεύοντι. ὅθεν καὶ ἀπολύει τούτους, πλὴν μετ' εἰρήνης, ἀξίωσιν ἀπενέγκας καὶ δεσποτικὴν παρακέλευσιν μᾶλλον, τὸν μὲν λαὸν οὐδὲν ἐπιταράττειν ἐχόμενα τρίβου τιθέν τας σκάνδαλα, αὐτοὺς δὲ καθ' αὑτοὺς μένοντας ἡσυχάζειν, καὶ μὴ ὀρέξει ματαίᾳ ἀλλὰ πνευματικῇ διακρίσει, ἐπεσκεμμένους καὶ παραπεφυλαχότας τὰ πράγματα, ψέγειν τε οὓς δεῖ ψέγειν ὀρθῶς καὶ ἐπαινεῖν αὖθις τὰ ἐπαίνων ἄξια. εἰ δ' οὖν, ἀλλ' ἠπείλει 480 τούτοις τὰ δυσφορώτατα, καὶ ὡς σφεῖς αὐτοὶ τοῦ κακῶς καὶ δι καίως κρίνουσιν. ἐντεῦθεν εἰς τὴν τοῦ Μωσελὲ μονὴν ἐπανιόν τες ἐν εἰρήνῃ διῆγον. ὕστερον δὲ τοῦ δεσπότου Ἰωάννου τὴν τῆς πόλεως ἀρχὴν ἐπανῃρημένου ἐπ' ὀλίγον τὰ κατ' αὐτοὺς ἐταρά χθησαν, ὅτε καί τινος μοναχοῦ Κουβουκλεισίου τὸν νεκρόν, ὃν αὐτοὶ ὡς ἀδιάφθορον ἐπὶ χρόνοις μείναντα ἐν ὁσίοις εἶχον καὶ ὡς ἁγίῳ προσεῖχον, εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἐνέγκαντες οἷς ἦν προστεταγμένον ἔθαψαν. αὐτοῖς δὲ φυλακὰς ἐφιστᾶσι τοῦ μηδένα σφίσι παραβάλλειν ἀνέδην καὶ παρασυνάγεσθαι τῆς κα θολικῆς ἐκκλησίας ἀπεσχισμένους. ἀλλὰ τὰ μὲν κατὰ τούτους τόνδ' ἔσχε τὸν τρόπον. 3. Ὁ μέντοι γε μέγας δοὺξ τὰ πλεῖστα περὶ Μαγνησίαν πονέσας καὶ περικαθήμενός τε τὴν πόλιν καὶ τῷ Ἀτταλειώτῃ ἀν τιφερόμενος καὶ πολλοὺς ἀποβαλών, ἐπεὶ οὐκ ἦν ἀνυστὰ τἀκεῖ, οὐδ' ἴκταρ, τὸ τοῦ λόγου, βάλλοντι, μετὰ τὴν ἐν ταῖς πόλεσι πλείστην ἀλαστορίαν, καθ' ἣν ἐξηργυρολόγει μετ' ἀπηνείας χρή ματα, ὑποστρέψας αὖθις κατὰ Μιτυλήνην γίνεται, τοὺς μὲν ἐπὶ τῶν νηῶν ἄγων, τοὺς δὲ πεζῇ κελεύσας ἐπὶ τῆς Καλλίου βα δίζειν. καὶ ἡ αἰτία ὅτι βασιλεὺς γράφων ἐκέλευε τῆς κατὰ Μα γνησίαν μὲν πολιορκίας ἀποσχέσθαι, ἐξ αὐτῶν δὲ παραλαβόντα 481 τοὺς κρείττους τὴν ἐπὶ τὸν Αἷμον ἰέναι, ὅπου καὶ βασιλεὺς Μι χαὴλ ἐστρατοπεδευμένος κατὰ τὴν Ἀνδριανοῦ ἔνθεν μὲν ἐπεῖχεν Ἐλτιμηρῇ, ἐκεῖθεν δὲ Ὀσφεντίσθλαβον τῆς ὁρμῆς τῶν ὅρων ἀνεῖργεν ὡς εἶχεν. ὡς γοῦν πολλάκις βασιλέως γράφοντός τε καὶ ἀποστέλλοντος ὁ μεταξὺ καιρὸς κατετρίβετο (τὸ δ' αἴτιον ὅτι καὶ πάλιν μισθοφορίας ἐζήτουν πολυταλάντους, οὐ μόνον ὧν ἔμελλον ἐκδουλεύειν βασιλεῖ Μιχαὴλ συγγεγονότες κατὰ τὰ ἐπεσταλμένα, ἀλλὰ καὶ ὧν πρὶν ἔπραττον δῆθεν, οὐ ταῖς πρά ξεσιν ἀλλὰ μόνῳ δὴ τῷ καιρῷ, κἂν ὁποῖ' ἄττ' ἐποίουν, κἂν ἐν ἀνακωχαῖς καὶ ἀργίαις ἦσαν, παραμετρούμενοι τοὺς μισθοὺς καὶ εἰς ἑκατοστύας χιλιάδων τὰ ζητούμενα συμποσούμενοι), μό λις ἀφέντες Μιτυλήνην τοῖς κατὰ Μάδυτον αἰγιαλοῖς προσίσχου σιν. ἅμα δὲ καὶ οἱ πεζῇ διιόντες τοὺς δρόμους ἱστᾶσι κατὰ τὴν Λάμψακον, κἀκεῖ τὸ σύμπαν ἐνδυναστεύσαντες πασσυδίην δια περαιοῦνται καὶ πᾶσαν τὴν ἀντιπεραίαν ἐπέχουσιν. ἃ δ' εὐθὺς ἐξειργάζοντο, καίτοι γε παρὰ τῶν ἐκεῖ ἐπ' ἐξουσιῶν τεταγμένων βασιλέως κελεύοντος ἱκανῶν πρὸς ὑποδοχὴν ἐξαρτυθέντων, οὐκ ἔστι λόγῳ διεξελθεῖν καὶ ἱκανῶς τὰ δεινὰ παραστῆσαι. εὖ γὰρ 482 καὶ Πλάτων ἐν Νόμοις τὸ μισθοφορικὸν διεσκαριφήσατο, "τού των οἱ πλεῖστοι" λέγων "γίνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρι σταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων μάλα ὀλίγων," τελέαν μὲν καὶ ἐξ ἁπασῶν τῶν γενικῶν ἀρετῶν ἕξιν τῷ ἐν στάσεσι δυναμένῳ πολίτῃ προσμαρτυρῶν, μόνην δὲ τὴν τε τάρτην τούτων, ἣν δή τις φαίη