144
εὐνοϊκῶς τοῖς τοῦ βασιλέως, ὡς συμπράττειν ὅλῃ καὶ χειρὶ καὶ γνώμῃ, ἕνα τῶν βασιλέως μεγιστάνων ὡς εἰκὸς κα ταστάντα. εἰ δέ γε καὶ μανθάνειν τἀληθὲς βούλοιτο, αὐτὸν εἶναι μᾶλλον αὐτοῦ καὶ ἐπὶ τῷ τοῦ μεγάλου δουκὸς ἀξιώματι ἀξιώτερον, ἅτε πολλῷ μέτρῳ τὸ γένος ὑπερῃρμένον. τὰ μὲν 486 τοίνυν περὶ αὐτοῦ βασιλεὺς ἐν δευτέρῳ εἶχεν, ἐρωτήσας μόνον 486 καὶ μαθὼν ὅπως καὶ αὐτὸς μὴ προσκληθεὶς παραγένοιτο, ὡς κατὰ φήμην δῆθεν τῆς βασιλικῆς εὐμενείας καὶ ὧν αὐτὸς προσχω ρήσας εὗρε· τὰ δὲ τῶν ἀπαιτουμένων μισθωμάτων αὐτὸν καὶ λίαν ὠδύνα.
(5) ὅθεν καὶ μιᾷ τῶν ἡμερῶν, πρόσωπον ἐμφα νίσας βαρύτητος τῷ μεγάλῳ δουκὶ ὡς τόσα ὑπὲρ τῶν αὐτοῦ ἀπαι τοῦντι, εἰσὶ δ' οἳ λέγουσιν ὅτι κἂν αὐτὸς ὑπέθετο οὕτω τὸν βασιλέα περὶ αὐτὸν φανῆναι, ἵν' ἅμα μὲν αὐτὸς ἐπὶ τοσοῦτον δόξοι ποιῶν ὑπὲρ τούτων ἐφ' ὅσον καὶ βασιλικὴν εὐμένειαν καὶ τὸ τῶν φίλων συμφέρον ἀρνούμενος ἦν. βασιλεὺς δ' αὖθις αὐ τοῖς προτείνας κατὰ πρόσωπον τὰς δικαιολογίας, παραστήσας ὅτι πλείστους ἐκείνους, καὶ τοὺς τῆς συγκλήτου ἑτέρωθεν, μα κρὰν καὶ διωλύγιον κατέτεινε τὴν δημηγορίαν, λέγων πρὸς Κατε λάνους, ἐς τὰ πολλὰ ἐξεπίτηδες καὶ τοῦ μεγάλου δουκὸς προσα πτόμενος. μηδὲ γὰρ τόσους τὴν ἀρχὴν μήτ' ἐκείνοις δηλῶσαι γράφοντα μήτ' αὐτὸν κατανεῦσαι δέξασθαι, ἀλλὰ μέχρι καὶ χι λίων μὲν πεζῶν ἱπποτῶν δὲ πεντακοσίων καὶ τοῦτον τὸν οὐλαμὸν τοῦ στρατεύματος συμποσοῦν, καὶ αὐτὸν ἀκούοντα κατανεύειν δέχεσθαι (τεκμήριον δ' εἶναι τῶν εἰρημένων καὶ τὰ πρὸς ἐκεῖνον 487 χρυσόβουλλα), οὐ μὴν δὲ τόσον περιαθροῖσαι πλῆθος καὶ ἐνεγ κεῖν. ἐπεὶ δ' ἐνέγκοι, πείθει δέχεσθαι πρὸς καιρὸν ἐφ' ὡρισμέ νοις φιλοτιμήμασι. καὶ διὰ ταῦτα αὐτὸν θʹ ὑπακοῦσαι ἁπαξα πλῶς πάντας ἀγάλλειν τοῖς δώροις καὶ τοῖς μισθοῖς. πλὴν ταυτὸν μὲν πρὸς ἐκεῖνον διδόναι τοὺς ἀποδέσμους τῶν χρημάτων ἀπολυπραγμονήτως δικαιοῦν, ὡς ἐκείνους καὶ τὴν ἀρχὴν ἄγοντα, ἐκεῖνον δὲ διανεμεῖν ᾧ τινὶ θέλοι καὶ ὥς γε βούλοιτο. ἀλλ' οὐδ' ἄλλον παρ' αὐτὸν τάττειν τὸν ἐκείνους ἄξοντα, τὸν δὲ τὴν ἀρχὴν ἀγόμενον. καὶ τὸ αἴτιον, φησίν, ἵνα τῷ συνήθει καὶ φίλῳ δουλούμενοι ἐνεργοὶ μετ' εὐταξίας ἀγόμενοι εἶεν. ἀλλ' ὡς τόσων καὶ τόσων χρημάτων ἐκενώθησαν θησαυροί, τί τὸ γεγονὸς παρ' ἐκείνων, βουλόμενος ἐντρέπειν ἠρώτα, καὶ τίς ἐπὶ τούτοις ἀντέκτισις, διαχειμασάντων μὲν κατὰ Κύζικον καὶ μὴ ὅτι γε μη δὲν τῶν ὀνηΐστων πραξάντων, ἀλλὰ καὶ τῶν λίαν λυμαντικῶν; τὰ δ' ἐφ' ἑκάστῃ πόλει καὶ χώρᾳ πραχθέντα μετέπειτα τοὺς πα θόντας αὐτοὺς Στέντορος δίκην οἵους τ' εἶναι δηλοῦν. τὸ δὲ καὶ Μαγνησίαν πολιορκεῖν καὶ τοῖς ἰδίοις αὐτοῦ περιιστᾶν κίνδυ 488 νον καὶ ἐπὶ τοσοῦτον χρόνον τὸν τῶν Ῥωμαίων κατατρίβειν λαόν, πῶς ἂν ἡμῖν ἢ αὐτὸς ἢ ἐκεῖνοι εὐλόγως ἀπολογίσαιντο, ἔλεγεν. ἓν εἶχεν ἐκείνοις προσμαρτυρεῖν, καὶ οὐκ ἀπεκρύπτετο, τὸ τῇ Φιλαδελφείᾳ ἐκ πολιορκίας κινδυνευούσῃ τὰ μέγιστα ἐπ' ὀλίγον ὠθῆσαι τὸν κίνδυνον. τί δαί; ἀλλὰ καὶ τοῦτο καὶ μόνον τῶν τοσούτων εἶναι μισθῶν ἀντάξιον, μᾶλλον μὲν οὖν καὶ τὴν ἐπὶ τοῖς λοιποῖς ἀλαστορίαν καὶ τὸ ἐπὶ ταύτῃ ἀφαιρεῖσθαι κατόρ θωμα. νῦν δὲ ἀλλὰ καὶ αὖθις ἐκλεξαμένων χρῄζειν τοσῶνδε καὶ μὴ τῶν πάντων, ὡς μὴ οἵας τ' οὔσης τῆς Ῥωμαΐδος τοὺς πάν τας ξενοτροφεῖν. ἀποχρώντως δὲ καὶ ἃ κερτομηθεὶς διακενῆς ἐξήντλησε. τοῦτο γνῶναι θέλειν παρὰ τῶν ἀκουόντων τότε καὶ τοὺς ἄλλους, οἳ δὴ καὶ οὐ παρῆσαν· τοῦτο γνῶναι καὶ τὸν τού των ἐξάρχοντα, ὡς μήθ' ὑμεῖς, φησίν, ἀπαιτοῖτε τὰ ὑπὲρ δύ ναμιν, μήτ' ἐκεῖνος ἐνοχλοίη τρύζων ὑπὲρ ὑμῶν. ταῦτα μὲν καὶ τὰ τούτοις πλείω βασιλεὺς ἔλεξεν· ἐκεῖνοι δὲ μηδὲν ἔχοντες 489 ἀντιλέγειν, μόνον κορύζης πλησθέντες Ἰταλικῆς, ὡς δῆθεν πα ραλογισθέντες, ἐπεῖχον τῷ ἄγοντι.
6. Ἐν τοσούτῳ δὲ καὶ οἱ κατὰ τὴν μεγαλόπολιν Γεννουῗ ται πέραν τὰς οἰκήσεις ποιούμενοι, καὶ αὖθις σχόντες, πρὸς τὸ μεγαλειότερον ἐποικοδομησάμενοι, ὥστε καὶ πλείστην ὑπὲρ τὴν προτέραν περιβαλέσθαι γῆν ἧς ἐπελάβοντο, καὶ