145
ἀσφαλῶς κύκλῳ περιταφρεύσαντες, δέχονται παρὰ τῶν οἰκείων διὰ ταχυδρόμων μηνύματα ὡς πολὺς ἐξαρτύεται στόλος ἅμα ἦρι προσβαλεῖν τῇ πόλει, ἐφ' ᾧ παραφυλακτέην σφίσι τὴν προσβολήν, εἰς κίνδυ νον καὶ αὐτοῖς κειμένοις ὡς τῆς μερίδος τοῦ βασιλέως οὖσιν, ἐξ ἐμφανῶν ὑποτοπημάτων, ὡς ἐκείνοις ἐδόκει βουλευομένοις. ταῦτ' εὐθέως ἐκεῖνοι τῷ βασιλεῖ προσανέφερον, προσθέντες ὡς καὶ αὐτοὶ οὓς ὑπεδέξατο ξενικούς, καὶ σὺν αὐτοῖς οἱ ἐπιγεγονότες, μιᾶς καὶ τῆς αὐτῆς ἐκείνοις εἰσὶ βουλῆς, καὶ κατασκόπων, οὐ συμμάχων τρόπον ἐπέχουσι· τοῖς γὰρ ἐκ Σικελίας κρυφηδὸν καὶ 490 αὐτοὺς συμπράττειν, καὶ μήνυτρα δέχεσθαι καὶ λαμβάνειν, ὡς ἐπὶ καιροῦ ἐκείνοις καὶ αὐτοὺς συμμαχουμένους. δῆλον δὲ καὶ ἐκ τοῦ ἄλλους ἀπαντᾶν ἑτοιμάζεσθαι καὶ αὖθις ἑτέρους, φίλων δεικνύντας καὶ τρόπον καὶ ὄνομα. τὸν γὰρ τοῦ ῥηγὸς Θευδερί χου νόθον αὐτάδελφον μαθεῖν ἔλεγον καὶ αὐτὸν συνάμα δώδεκα ἐκπλεῦσαι ναυσί, καὶ ὅσον οὔπω τοῖς τῇδε προσβαλεῖν τρόπον τὸν τοιοῦτον, μέχρις ἂν ἡ ὁλότης φανείη καὶ ἓν πάντες γένοιντο. ὅμως γε μέντοι καὶ συνεβούλευον, εἰ βασιλεὺς θέλει συμπράττειν, ἀπεντεῦθεν τὸν πρὸς ἐκείνους πόλεμον δέχεσθαι, ἀπὸ τούτων κατὰ θύρας ἀρξαμένους ὡς προχείρων ὄντων. ἔχειν γὰρ αὐτοὺς ἐξαρτύειν πεντήκοντα ναῦς. ἐζήτουν δὲ καὶ βασιλέα τὰς ἴσας, ἢ μὴν τὰ ἐς πλήρωμα τούτων χρήματα. κἂν μὴ νῦν ἔχοι διδό ναι, αὐτοὺς τέως καταβαλόντας αὐτὰ ἐπὶ καιροῦ παρὰ βασιλέως ἀνταπολαμβάνειν. μηδὲ γὰρ εἶναι αὐτοὺς ἀλλοδαποὺς ἢ Ῥω μαίους τοὐντεῦθεν. καὶ πόνον εἶναι σφίσι τὸ μὴ φθάσαι προσα μῦναι Ῥωμαίοις πάσχουσι κατ' ἀνατολήν, ἐξ ὧν καὶ αὐτοὶ τὰς 491 ἐμπορείας πλουσίας εἶχον. οὐ μὴν ἀλλὰ καὶ τοῦ λοιποῦ συμμα χεῖν ἐθέλειν καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι. ἔχειν δὲ καὶ ἐκ τοῦ ῥᾷστα ἀποστείλαντας τὰς τοῦ μεγάλου δουκὸς ὡς πολεμίους κα τασχεῖν ναῦς, καὶ οὕτω προσαρξαμένους τὰ λοιπὰ ξυμπληροῦν ἐκεῖ, προσυπαντῶντας καὶ στόλῳ παντί, ἢν φανείη, καὶ μὴ ἐῶν τας προσχωρεῖν προσωτέρω. ταῦτα βασιλεὺς ἀκούων διηπίστει. τοῖς πλείστοις τῶν λεγομένων, καὶ ταῦτα ἅμα μὲν φθόνον ἅμα δὲ καὶ κακίαν συμπράττειν τὴν ἀπὸ τῶν Γεννουϊτῶν ὑπετόπαζε. καὶ ἡ ἀρχῆθεν σφῶν πρὸς τὸν μέγαν δοῦκα δυσμένεια καὶ ὁ πρὸς αὐτὸν πόλεμος πιστὴν παρεῖχε τὴν ὑποψίαν. οὐκ οἶδα δὲ καὶ εἰ τὸ κῆδος τὸ πρὸς αὐτὸν καὶ αἱ τῶν ὅρκων ἐμπεδώσεις τὴν βα σιλικὴν κατεμάλασσον γνώμην, καὶ οὐ τοῖς κατ' ἐκείνων λέγουσι συνεφέρετο. ὅμως ἐκείνοις μὲν εὐχαριστήσας τὰ μέγιστα ὡς ὑπὲρ τῶν Ῥωμαίων πονεῖν δοκοῦσι σιγᾶν ἐκέλευεν, αὐτὸς δ' ὑπισχνεῖτο βουλεύεσθαι περὶ τούτων καὶ τὸ δόξαν συνοῖσον ποιεῖν.
7. Ὁ μέντοι γε μέγας δοὺξ ἀπογνοὺς τῶν τοσούτων χρη μάτων ὧν παρὰ βασιλέως λαμβάνειν ἤλπιζεν (εἰς γὰρ τριακοσίων 492 νομισμάτων χιλιοστύας τὸ πᾶν ἐποσοῦτο τῆς ἀπαιτήσεως) ἐπ' ὀ λίγοις ἵστα τὰς δόσεις, τὸν θροῦν καταστέλλειν τῶν Ἰταλῶν ὑπι σχνούμενος, ναὶ μὴν καί τινας ἐξ αὐτῶν ἱκανωθέντας μισθοῖς τῆς πρὸς βασιλέα Μιχαὴλ ἅψασθαι συμμαχήσοντας. εἰ δ' οὖν, ἀλλ' αὐτὸν μὲν καὶ αὖθις ἀντιπερᾶν κατ' ἀνατολήν, τὸν μέντοι γε Μπυριγέριον Τέντζαν, ὡς καὶ αὐτὸν ἄξιον ὂν προσδέχεσθαι ὑπὸ μεγίστοις τοῖς ἐλπισμοῖς προσχωρήσαντα, συμπεῖσαι παραγενέ σθαι μόνον ὑπ' ἀσφαλείᾳ τῇ προσηκούσῃ, καὶ τοῖς ἀπ' αὐτοῦ χρυσοβούλλοις σχόντα τοῦ θάρρους τὸ ἱκανόν. ἕτοιμον δ' εἶναι τοῦτον καὶ μισθοφορίαις ἱκανωθέντα τῷ ἰδίῳ συνάμα λαῷ τὴν πρὸς τὸν νέον βασιλέα πορευθῆναι σφοδρῶς ἰσχυρίζετο. ταῦτα λέγων καὶ πλείονα αἱρεῖ τὴν γνώμην αὐτίκα τοῦ βασιλέως. καὶ ἅμα πρὸς μὲν τὸν Μπυριγέριον πίστεις χρυσοβούλλειοι σχεδιά ζονται, αὐτὸς δὲ τὰ πολλὰ μὲν καὶ ἀφ' ἑαυτοῦ τῷ μεγάλῳ δουκὶ προσνείμας, τὰ πλεῖστα δὲ καὶ ἐκ τῶν τὸν σῖτον συναγόντων κε λεύσας ἀναλαβεῖν, μετὰ πάσης εὐμενείας ἐκπέμπει.
(8) τὸ δὲ τοῦ ἐπισυναγομένου σιτοκρίθου τοῖόνδ' ἦν. τὰ μὲν γὰρ τῆς ἀνατολῆς καὶ λίαν ἐξηπορήθη, ὡς μηδὲν ἔχειν ἐντεῦθεν τὴν βα σιλείαν, μᾶλλον μὲν οὖν καὶ ἀνάγκην καταστῆναι ὑπὲρ ἐκείνης 493 ἐκκενοῦν χρήματα. ἡ δὲ τῶν