146
Μακεδόνων καὶ δύσις πᾶσα καὶ λίαν εὐφόρησεν, εἰ καὶ μὴ εὔωνοι οἱ καρποὶ ἐξ αὐτῶν ἀλώνων ἦσαν, ἀλλ' ὡς ἐν καιρῷ μεγίστου λιμοῦ ὁ σῖτος διεπιπράσκετο, τῶν κατ' ἀνατολὴν πρὸς δύσιν μετενηνεγμένων. ταῦτ' ἄρα καὶ βασιλεὺς πόρους ἐπινοῶν, τοῦτο μὲν τῶν πρὸς τοὺς Ἰταλοὺς μι σθωμάτων ὑπερηφάνων ὄντων, τοῦτο δὲ καὶ τῶν ἐπὶ χρείαις ἄλ λαις δαπανημάτων, τὸ ἀφ' ἑκάστου γεωργοῦ ὀλίγιστον εἰς μεῖζον ἅμα συμποσοῦν ἔγνω, καὶ ἀποστείλας ἀφ' ἑνὸς ἑκάστου τῶν γεωργούντων ὑπὲρ συγκομιδῆς ζευγίτιδος σίτου μὲν μοδίους ἓξ κριθῆς δὲ μοδίους τέσσαρας τοπικοὺς προστάσσει πράττειν. ἐκ τούτων γοῦν καὶ τῷ μεγάλῳ δουκὶ κελεύσας δίδοσθαι ἀργύρου τε καὶ χρυσίου ἀπεμπολούντων, καὶ ἀνακωχὴν τῶν ἐκείνου σχών, τὰ περὶ τοῦ Μπυριγερίου διεβουλεύετο, ὡς αὐτίκα κἀκεῖνον προσ ηκόντως καὶ ὡς ἐκεῖνος ἠλπίκει ὑποδεξόμενος. διὰ ταῦτα καὶ τῶν κατὰ δύσιν προνοιῶν ἥπτετο, καὶ τὸ τρίτον ἐκ τούτων ἀφῄρει· τὰ γὰρ τῶν μισθῶν τῶν κατὰ τὰ ἀνάκτορα ἐκδουλευόντων καὶ πρὸ χρόνων διεκόπη πάλαι. ἀλλὰ καὶ τὸ νόμισμα διὰ τὴν χρείαν ἐκιβδηλεύετο. πρότερον μὲν γὰρ ἐπὶ Ἰωάννου τοῦ ∆ούκα τὸ δί 494 μοιρον τοῦ ταλάντου τῶν νομισμάτων χρυσὸς ἦν ἄπεφθος, ὃ δὴ καὶ ὁ ἐξ ἐκείνου διετήρει· ὕστερον δὲ ἐπὶ Μιχαὴλ τῆς πόλεως ἁλούσης, διὰ τὰς τότε κατ' ἀνάγκην δόσεις, καὶ μᾶλλον πρὸς Ἰταλούς, μετεγεγράφατο μὲν τὰ τῶν παλαιῶν σημείων, τῆς πό λεως χαραττομένης ὄπισθεν, καθυφίετο δὲ καὶ παρὰ κεράτιον τὸ ἐκ χρυσοῦ νομιζόμενον, ὡς πεντεκαίδεκα πρὸς τὰ εἰκοσιτέσσαρα γίνεσθαι. μεταλλάξαντος δ' ἐκείνου πρότερον μὲν εἰς δεκατέσ σαρα περιέστη πρὸς δέκα, νῦν δὲ ἀλλὰ καὶ ἐφ' ἡμισείας τὸ ἄπε φθον καταμίγνυται, παρ' ἣν αἰτίαν καὶ δυσπόριστα μὲν ἐκ τοῦ καιροῦ τὰ χρειώδη, δύσωνα δ' αὖθις καὶ ταῦτα, ἤν πού τι καὶ φανείη, ἐγίνοντο, καὶ αἰχμαλωσία καὶ λιμὸς ἦν.
9. Οἱ μέντοι γε κατὰ τὴν πόλιν Γεννουῗται, ἐπειδήπερ τῶν κοινῶν ἀπετύγχανον βουλευμάτων, καὶ καθ' αὑτοὺς ἠναγ κάζοντο πράττειν, τὴν χαλεπὴν τῆς καρδίας ἐκ τῶν ἀκουσθέν των πήδησιν τῶν ἰδίων οὐ σιγῇ καὶ ἠρεμίᾳ κατέστελλον (τὸν γὰρ ἀγῶνα φασὶ προφάσεις οὐ πάνυ τι δέχεσθαι), ἀλλ' ὡς αἱ τίτθαι τὰ δυσυπνοῦντα τῶν παιδίων κινήσει μᾶλλον καὶ μελῳδίαις, ἀλλ' οὐχ ἡσυχίαις κατοκοιμίζουσι (πέφυκε γὰρ ἡ ἔξωθεν κίνησις ὑπο 495 φερομένη κατακρατεῖν τὴν ἐντὸς καὶ οὕτω γαλήνην ἐμποιεῖν τῇ ψυχῇ), οὕτω καὶ οὗτοι ἀλλεπαλλήλοις πράξεσι καὶ κινήσεσι τὸν τῶν πολλῶν κατέστελλον θόρυβον. καὶ νῦν μὲν βαθύτερον ἐξε τάφρευον καὶ ὡς ὕδωρ ἐκ τῆς θαλάσσης μετοχετεύεσθαι δυνατὸν εἶναι καὶ τὸ ἀσφαλὲς τοῖς ἐνοικοῦσι παρέχειν, νῦν δὲ ἰοβόλα καὶ πετροβόλα ἐμηχανῶντο, καὶ τὰς τῶν οἰκημάτων παρακυπτικὰς ἐξ ὀπτῆς πλίνθου καὶ τιτάνου παρῳκοδομημένας εἰς ἀσφαλεῖς καθίστων, νῦν δὲ συνέλεγον χρήματα ἐκ κοινῆς τῆς καθ' αὑτοὺς συναγωγῆς συνδοσίας κατὰ καιρὸν ξυμμαχήσουσιν ἀποχρήσοντα. καὶ νῆας τὰς μὲν εἶχον, τὰς δὲ καὶ ἐξηρτύοντο, τὰς δ' ἅμα ναυ μάχοις ἐκ τῶν ἑκασταχοῦ κοινῶν συνεδρίων τοῦ γένους αὐτῶν μετεπέμποντο. καί σφισι τὰ πρὸς πόλεμον ἅπαντ' ἐξήρτυντο, (10) ὅτε καί τινα τῶν πειρατῶν Ἀνδρέαν ὠνομασμένον, δυσὶ πειρατικαῖς ναυσὶ καταχθέντα πρὸς βασιλέα, ὃς οὐκ ὀλίγα μὲν καὶ Βενετικοὺς Γεννουΐτης ὢν διετίθει κακωτικὰ κατὰ θάλασσαν, ὕστερον δὲ καὶ νηῒ περιτυχὼν Περσικῇ, καὶ ταύτης αὐτάνδρου κρατήσας, οὓς μὲν ἀνεῖλε τῶν ἐν αὐτῇ, οὓς δέ γε καὶ ζῶντας καθυπῆγε τῷ βασιλεῖ ὡς δῆθεν τὰ ὑπὲρ τούτου φρονῶν καὶ τοὺς 496 αὐτοῦ τροπούμενος ἀντιπάλους, τοῦτον βασιλεὺς μὲν μετ' εὐμε νείας δέχεται καὶ ἀλλαγαῖς ἀγάλλει καὶ τῷ τοῦ βεστιαρίου τιμᾷ ἀξιώματι, Βενετικοὶ δὲ δι' ἔχθους εἶχον, καὶ ὧν παρ' αὐτοῦ ἔπαθον ἀνταμύνεσθαι ὥρμων. ὅθεν καὶ νυκτὸς ἐπεισπεσόντες πῦρ μὲν τῇ μιᾷ τῶν νηῶν ἐνιᾶσιν ἐκ τοῦ αἰφνηδὸν ἐναύσαντες, θατέρας ἀποδράσης, καὶ καταφλέγουσι, τῶν δ' ἐν αὐτῇ οὓς ἑλεῖν ἔσχον, ἀπηνῶς κατασφάττουσι.