147
11. Βασιλεὺς δὲ ὅλος πρὸς τὸ τὸν Μπυριγέριον Τέντζα ὑποδέξασθαι γεγονώς, συχνοὺς ἀποστέλλων πρὸς Καλλιούπολιν ὅπου γε κατάρας ἠκούετο, λιπαρῶς καὶ μετ' ἀξιώσεως μετεστέλ λετο. ἵνα δὲ καὶ θαρρεῖν οἱ παρέχοι, χρυσοβουλλείους ἔπεμπε λόγους, καὶ πίστεις δι' ὅρκων τῶν παλαμναιοτάτων ἐδίδου ἦ μὴν παρεόντα μὲν φιλεῖν τῷ εὐμενῶς ὑποδέχεσθαι καὶ προσηκόντως τιμᾶν, μὴ θέλοντα δ' αὖθις εὐμενῶς καὶ μετὰ χρηστότητος ἀπο πέμπειν. συχνάκις οὖν τοὺς οἰκείους ἀποστέλλων μετεκαλεῖτο, καὶ δῆλος ἦν τὰ μεγάλα πραξείων ἐκεῖνον εἰ ἐπισταίη. ὁ δὲ τὰς πίστεις ἀνὰ χεῖρας ἔχων, μηδὲν μελλήσας, ἅμα δυσὶν ἰδίαις ναυσὶ τὴν Κωνσταντίνου καταλαμβάνει. πλὴν οὐκ εὐθὺς ἐλθὼν τῆς νεὼς ἀποβαίνει, ἀλλὰ πρὸς βασιλέα μὲν ἀποστέλλει καὶ τὴν ἄφι 497 ξιν δήλην καθίστησι, μετακαλούμενος δὲ μετὰ τιμῆς προσηκού σης, πεμφθέντων καὶ ὀχημάτων, οὐχ ὑπήκουε τὸ παράπαν ἀλλ' ἀπρὶξ εἴχετο τῶν νηῶν, ὡς αὗται τῶν ἀγκυρῶν ἐν ταῖς ζάλαις. τέλος ἐνεχυρασίαν τὴν ἀσφαλεστάτην εἰσέπραττεν, οἵαν τ' ἐσομένην παρέχειν τὰ πιστά οἱ κατεχομένην ἐν ταῖς ναυσί, καὶ τὸν τοῦ βασιλέως υἱόν, τὸν δεσπότην Ἰωάννην, ὅμηρον ἐζήτει λαβεῖν ὑπὲρ ἑαυτοῦ καὶ τῆς αὐτοῦ παρὰ βασι λέα ἀφίξεως. βασιλεὺς δὲ πρὸς ταῦθ' ὑβριοπαθῶν, εἰ τόσην ἀναμετρήσας ἐκ πολλοῦ θάλασσαν αὐτόματος τῆς εἰς αὐτὸν χά ριν ἀφίξεως πιστὸς ταῖς τοῦ βασιλέως εὐθύτησι, τότε καὶ ὅρκους λαβὼν οὐκ ἐθάρρει ἀλλ' ἐφ' ὁμήροις ἤθελεν ἐμφανίζεσθαι, ἐν διωρίαις ἐτίθει τὰ κατ' ἐκεῖνον, καὶ ἐφ' ἡμέραις ἠφίει αὐλίζε σθαι κατὰ θάλασσαν. τέλος, ἐπεὶ τῶν τοῦ Χριστοῦ γενεθλίων ἡ ἑορτὴ προσήλαυνε (περὶ τὰ μέσα γὰρ Σκιροφοριῶνος ἀφῖκτο), πέμπει γε καὶ αὖθις καὶ ἀξιοῖ, τὸ τῶν ὅρκων ὑπόγυον ὡς εἰκὸς προτείνων καὶ θαρρεῖν τὰ μέγιστα προτρεπόμενος. καὶ ὃς ἐπὶ πολὺ γνωσιμαχήσας ἔπειτα πείθεται, καὶ τῷ βασιλεῖ παραγενό μενος μεγαλοπρεπῆ τὴν ὑποδοχὴν εὑρίσκει, καὶ ὁσημέραι πεῖραν διδοὺς καὶ λαμβάνων, τῶν μὲν νηῶν οὐκ ἀπέσχετο ἀλλ' ὡς κα 498 ταλύματι ταύταις ἐχρᾶτο, ἐδεστῶν καθ' ἑκάστην ἐμφορούμενος τὴν ἡμέραν οἷς εἱστία τοῦτον ὁ βασιλεύς, καὶ τοῖς περὶ αὐτὸν τὴν εὐωχίαν συχνοῖς νομίσμασιν ἱκανούμενος, ἀνέδην δ' ὅμως τὰς πρὸς βασιλέα ἐποιεῖτο προσόδους, καὶ ἐκυδνοῦτο ταῖς συχναῖς ἀλλαγαῖς, καὶ δῆλος ἦν ὑποταχθησόμενος. τέλος, ἐπεὶ ἡ ἑορτὴ ἐφειστήκει, ἔδει δὲ καὶ αὐτὸν ἕνα ἤδη φανέντα τῆς γερουσίας ὀφφικίῳ καὶ παρασήμοις τιμᾶσθαι, ὅρκους τῆς ὑποταγῆς παρα σχόντα, γίνεται τοῦτο, καὶ μέγας μὲν παρευθὺς κλεΐζεται δοὺξ συγκλήτου πάσης καὶ πολιτείας παρισταμένης, καὶ τὴν βακτη ρίαν τὸ τῆς ἀξίας λαμβάνει ξύμβολον (καὶ τοῦτο γὰρ τῷ βασι λεῖ κεκαινούργητο, ἀργυροχρύσοις βακτηρίαις τοὺς τῆς γερουσίας πρωτίστους ἀξιωμάτων ἐπιβαίνοντας σεμνύνεσθαι), τὴν ἄνω δὲ χώραν λαμβάνει, καὶ ἑορτίοις ἀξίοις παρασήμοις κατὰ Ῥωμαίους στολίζεται, καὶ τὸ σκαραμάγκιον ἐπιθέμενος. κἀντεῦθεν θαρ ρήσας ἔξεισι τῆς νεώς, καὶ ἐφ' ἡμέραις ἐν τῇ μονῇ τοῦ Κοσμι δίου μετὰ τῶν ἰδίων αὐλίζεται· καὶ γὰρ καί τινες ἐξ ἐκείνων κα βαλλαρικαῖς τιμαῖς ἐτετίμηντο παρὰ βασιλέως καὶ μεγαλοπρεπῶς 499 πεφιλοτίμηντο. ὅλος τοίνυν τοὐντεῦθεν προσκείμενος τῷ βασιλεῖ καὶ τὰ πρῶτα τῶν βουληφόρων καὶ κράτιστον ἦν.
(12) πλὴν ὅσον τῶν ἀπὸ τούτου πρὸς βασιλέα τελεῖσθαι μελλουσῶν ὁρκω μοσιῶν, ἐπεί οἱ φίλον μὲν τοῦ βασιλέως φίλων, ἀντίπαλον δὲ τῶν ἀντιπάλων, ὡς εἴθιστο, καὶ αὐτὸν ὀμνύναι καθίστασθαι, ὁ δὲ τὸ εὐθὲς τῆς γνώμης ἐξ ἀρχῆς δῆθεν ὑποκρινόμενος, δῆλος ἦν ἐξαιρῶν τὸν Θευδερίχον τῶν λοιπῶν πολεμίων· φθάσαι γὰρ καὶ πρὸς ἐκεῖνον ὁρκώσεις πρᾶξαι καί οἱ δουλεῦσαι, ὃν οὐ δίκαιον μηδὲν τῶν συγκειμένων αὐτοῖς ἀθετήσαντα εὐθὺς ἀπαρτᾶν, κα θάπαξ τῶν φίλων φανέντα καὶ δεσποτῶν. καὶ διὰ ταῦτ' ἠξίου, αὐτοῦ γ' ἐξαιρεθέντος καὶ μόνου, ἐπὶ τοῖς ὁπουδήποτε ἐχθροῖς τε καὶ φίλοις τοὺς ὅρκους προβαίνειν. τοῦτ' ἔδοξε μὲν ἔχειν καί τι βαθύτερον, ὡς ἐκείνῳ προσκειμένου τοῦ τοὺς ὅρκους ἀπαιτου μένου, ἔδοξε δὲ καὶ κατά τινα θήραν εὐδοξίας γίνεσθαι, καὶ μά λιστα τὴν πρὸς βασιλέως, ὡς ἐκείνου καὶ