1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

150

στρατηγὸν καθιστᾶν ὑπισχνούμενος. ἀλλὰ καὶ τῷ ὑπ' αὐτὸν λαῷ τὰ εἰκότα ἔλεγε πο λυωρεῖν καὶ χρήμασι καὶ δαπάναις, εἰ μόνον τὰ πιστὰ σχοίη ὡς εὐνοοῖεν τοῖς τῆς βασιλείας πράγμασιν. αὐτίκα δὲ διαπεραιου 507 μένους ἐπ' ἀνατολῆς εἴκοσι χιλιάσι χρυσίου καὶ τριακοσίοις χιλιά δων μοδίοις τοπικοῖς σίτου δωρεῖσθαι καθυπισχνεῖτο, καὶ τοῦ λοιποῦ μηδὲν ἀνεῖναι καὶ αὖθις τὰ εἰκότα πολυωρεῖν. ταῦτα συχνοὶ πεμπόμενοι παρεδήλουν, καὶ τούτων προσανετίθουν τὰ πλεῖστα τῇ τοῦ βασιλέως ἀδελφῇ ἐκεῖσε καὶ ἔτι παρούσῃ, καὶ μᾶλ λον ὅτι καὶ αἱ περὶ Φιλαδελφείας πύστεις μέχρι καὶ τῶν νεκρῶν ἐξ ἐνδείας καὶ τοῦ πολιορκεῖσθαι ἅψασθαι κατηγγέλλοντο. οὐδὲν δ' ἐκεῖθεν ἄλλο ἠκούετο ἢ αἱ μισθοφορίαι, καὶ ὡς τὸ πλῆθος ἀκάθεκτον ὂν αὐτὸς κατέχειν καὶ ἄγχειν οὐ δύναται, καὶ ὡς εἰ μὴ δοθείη τὸ ἀπαιτούμενον, οὐδ' αὐτὸς ἐν ἀσφαλεῖ ἔσται, καὶ μᾶλλον ὅσῳ τοῖς ἀξιώμασιν ὑπερηφανεύοιτο. ταῦτα λέγων δῆλος ἦν ἐκείνοις προσκείμενος, καὶ θηρίου δυσμεταχειριστότερον ἔχων, ἤν τις μεταπείθειν ἐπιχειροίη, διὰ τὴν πηγὴν τοῦ φρονεῖν πάντως μήπω κατηρτυμένην εἰς ὑπηκόοις πρέπουσαν τάξιν. ὡς γοῦν συ χνοὶ ἐπὶ τούτοις ἐπέμποντο, ἔδει δὲ κἀκεῖθεν τοὺς μηνύτορας 508 πέμπεσθαι, οὐδεὶς ἦν πρὸς ταῦθ' ἕτερος εἰ μὴ ὁ οἰκείως ἐξυπη ρετῶν τῇ τοῦ Ἀσὰν Κανναβούριος, ὃς καὶ ἐπεὶ πολλάκις ἐκεῖθεν ὧδε κἀντεῦθεν ἐκεῖ παραγένοιτο, τέλος ἀσφαλεῖς ἐφ' οἷς προσέ ταττε βασιλεὺς τὰς πίστεις ζητεῖν ἐφειμένον ἔλεγεν ἔχειν, αὐτὸν δ' ἐκεῖνον τὴν ἀντωμοσίαν παρέχειν ἐπὶ προσώπου τοῦ ἀποστεί λαντος, γενέσθαι δὲ καὶ τὰς ὁρκωμοσίας ἐπὶ παρουσίᾳ τῆς τι μίας εἰκόνος τῆς θεομήτορος. ἐφ' οἷς αὐτίκα τοῦ βασιλέως κα τανεύσαντος, καὶ μᾶλλον ὅτι καὶ ὁ τοῦ Θευδερίχου ἀδελφὸς ἐκ νοθείας ἐν ναυσὶ τρεισκαίδεκα περιπλέειν ἠγγέλλετο καί τινας κα τατρέχειν τῶν νήσων καὶ ἀνὰ κράτος κακοῦν, πέμπειν τε καὶ πρὸς ἐκείνους καὶ αὖθις παρ' ἐκείνων λαμβάνειν μηνύματα, τελοῦνται μὲν ὅρκοι, (17) πέμπεται δὲ καὶ ὁ Χοῦμνος Θεόδωρος, αὐτά τε τὰ τοῦ Καίσαρος σύμβολα φέρων καὶ τὰς χρυσοβουλλείους πί στεις καὶ νομίσματα χρυσίνων χιλιάδας τριάκοντα. τὰ δὲ τοῦ σίτου προηυτρεπισμένα ἦν, ὡς ἠλπίζετο, ἐκ συναγωγῆς. εἰ δ' οὖν, ἀλλὰ καὶ τὸ λεῖπον συνάγεσθαι ὥριστο ἐπὶ τῷ ἅμα σφᾶς δεξαμένους περᾶν κατ' ἀνατολήν. ὁ μέντοι γε Χοῦμνος διαπι στῶν ὅπως αὐτῷ προσενεχθείη ὁ εἰς Καίσαρα προβαλλόμενος, 509 καὶ μᾶλλον ὅτι ἀδελφὸς ἦν τοῦ ἐπὶ τοῦ κανικλείου, καθ' οὗ πόλλ' ἄττα ἐκεῖνος, εἰ δύναιτο, ὤδινεν, ὡς ἠκούετο, εἰ αὐτοῦ τόσων εὐποροῦντος καὶ τόσων τὸ ὑπ' ἐκεῖνον στρατιωτικὸν τῶν δικαίων μισθωμάτων στερίσκοιτο, κατά τινα πρόνοιαν πρὸς τὴν αὐτα δέλφην τοῦ βασιλέως προαποστέλλει τὸν Καναβούριον, ἅμα μὲν δηλώσοντα τὰ πραττόμενα, ἅμα δ' αὖθις δηλοποιήσοντά οἱ τὴν τῶν ἐκεῖ πραγμάτων διάθεσιν. αὐτὸς δὲ σχολαίῳ ποδὶ κατόπιν προσήλαυνεν. οὔπω δὲ τὸ Βραγχιάλιον πεφθάκει, καὶ δηλοῦ ταί οἱ ἐκεῖθεν μέγιστ' ἄττα ὑποψιῶν μηνύματα, ὡς μὴ προση σομένου τάχα τοῦ Ἰταλοῦ τὸ ἀξίωμα διὰ τὸν ἐκ τῶν ἀγομένων ὑπονοούμενον, ἢν μή γε τοῖς μισθώμασιν ἱκανοῖντο, παροργι σμόν. κἂν φανείη πάντως οὗτος χρυσίον ἐπιφερόμενος, δέος μὴ ἀφελόμενος αὐτίκα τοῦτο κακόν τι καὶ τὸν ἄγοντα δράσειε. διὰ ταῦτα μαθὼν τοὺς λόγους, ᾗ τάχους εἶχε, τῷ φρουρίῳ τῇ Τζίμπῃ ἐγκαταβύεται. καὶ ἐφ' ἡμέραις ἐκεῖ διάγων, ἐπεὶ οὐδὲν προσηνὲς ἀπ' ἐκείνων ἠκούετο, μᾶλλον μὲν οὖν καὶ δέος οἱ ἦν μὴ ἐπεισπεσόντες τινὲς ἐκείνων, πρὸς τῷ δρᾶσαι τοῦτον τὰ πάν δεινα, τὸ χρυσίον ἀφέλωνται, λαβὼν αὖθις ἐπιφερόμενα ἄπρα κτος πρὸς βασιλέα ὑποστρέφει. 510 Καὶ ὁ μὲν οὕτω τὴν ταχίστην ἐπάνεισιν, ἐκεῖνος δὲ πρῶ τον μὲν μαθὼν περὶ τῆς Χίου (ἔμελε γάρ οἱ τῆς νήσου ὡς καὶ ταύτην ἔχειν ἐλπίζοντι) μαθὼν τοίνυν ὡς Πέρσαι ναυσὶ χρησάμε νοι περί που τριάκοντα τὸν τόπον ἠρήμουν, πέμψας προσαμύ νειν ἠπείγετο. καὶ Χῖοι, πλὴν τῶν παραβυσθέντων τῷ ἐκεῖ φρουρίῳ, παμπληθεῖς ἀπώλοντο. καὶ ἄλλοι φορτηγοῖς τεσσα ράκοντα παῖδας καὶ γυναῖκας καὶ πλοῦτον ἐνθέμενοι καὶ περί που τὴν Σκῦρον πλέοντες ἐναυάγησαν.