151
(18) εἶτα λαὸν ἀθροίσας τοὺς ἐξ ἑκάστης χώρας ἐμφανεστέρους, καὶ σταθεὶς προφανῶς ἔξω που φρουρίου Καλλιουπόλεως, πόλλ' ἄττα καὶ τολμηρὰ μετ' ἐμβριθοῦς ἐδημηγόρει τοῦ σχήματος, ἀρχῆς ἀπ' ἄκρης τὰ καθ' αὑτὸν συνιστῶν καὶ τὰς αἰτίας τῶν δυσχερῶν σφίσιν ἐπά γων τῷ βασιλεῖ, ὅπως τε γένοιτο τὴν ἀρχὴν καὶ ὅπως τραφείη διεξερχόμενος, καὶ ὡς πολλοῖς διαγέγονε τοῖς μὲν συμμαχῶν τοῖς δ' αὖ πολεμῶν, καὶ ὅπως τύχης ῥοπῇ καὶ διηνεκεῖ ἀσχολίᾳ οἷς μὲν συμμαχήσων ἐπισταίη, οὐ σφίσιν αὐτοῖς παρεῖχε τῆς μετα κλήσεως μέμψασθαι, ὧν δ' ἀποσταίη, μοῖραν οὐ τὴν τυχοῦσαν βοηθείας ἐδόκει προσαφαιρεῖσθαι. διεξῄει δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν, καὶ ὅτι μετὰ χρόνιον πόλεμον εἰρήνης τοῖς ἐκεῖ ξυμ βάσης αὐτὸς εἰθισμένον ἔχων μελέταις ἀσχολεῖσθαι πολεμικαῖς 511 πέμψαι τε πρὸς βασιλέα, καὶ προσαμῦναι τῇ χώρᾳ τούτου κινδυ νευούσῃ, εἰ καὶ αὐτὸς βούλοιτο, ἀξιοίη, καὶ μέντοι γε καὶ δε χθείη αὐτίκα, καὶ γραμμάτων ἀξιοῖτο βασιλικῶν κῆδος βρα βευόντων ἐκ τῶν πρὸς αἵματος καὶ τὸ τοῦ μεγάλου δουκὸς ἀξίω μα, κἀντεῦθεν ἄξοι ὀλίγους ἢ ὅσους μετεκαλεῖτο γράφων ὁ βα σιλεύς, καὶ πολλὰ μὲν πάθοι κατ' ἀνατολήν, εἰ καὶ μὴ Πέρσαις συσταλεῖσιν ἐκ δέους, ἀλλ' οὖν τῷ Ἀτταλειώτῃ μαχόμενος, καὶ πολλοὺς ἀποβάλοι γενναίους ἄνδρας, ᾧ καὶ ὡς ἀντιπάλῳ ἐπέχειν ὁρμῴη, καὶ ὡς ἐν ὑπηκόοις βασιλέως λογιζομένου τὸ πάλαι καὶ ἀφηνιάσαντος ἤδη, τῶν πρὸς ἐκεῖνον μὴ ἀφειδοίη ἀγώνων. καὶ τέλος ἐλθὼν τὸ πόλισμα παραστήσασθαι, βασιλικὰς ἐξεπίτηδες διακωλύοντος τὴν παράστασιν δέξαιτο συλλαβάς, ἐπισπευδούσας τὴν τοῦ Ἑλλησπόντου διαπεραίωσιν, ὡς αὐτίκα ἑτοίμων ὄντων καὶ ἵππων καὶ πάσης δαπάνης καὶ μισθωμάτων, ἐφ' ᾧ ἐπὶ Μυ σίας πρὸς βασιλέα Μιχαὴλ παραγένοιντο μηδὲν προσαργήσαντες. οἱ δὲ καὶ περαιωθεῖεν ἐπιστάντες, καὶ τῶν μισθωμάτων ὑπερτι 512 θεμένων τὰ καὶ τὰ πράξειαν. καὶ ταῦτα λέγων ὁ βάρβαρος προσῆπτε τὰς αἰτίας τῷ βασιλεῖ ὡς ἐκεῖθεν τὸ πᾶν παθόντων ἐκείνων, σοβαρευόμενος ἐπὶ τούτοις καὶ σεμνοποιούμενος, εἴ τί που καὶ γέγονε δυσχερές, εἰς αἰτίαν ἀνάγων εὐσχήμονα, καὶ ὧν τὴν αἰτίαν εἰλήφεσαν Ἰταλοὶ ἐξ ἀλαστορίας συνήθους, εἰς τὴν ἀπὸ βασιλέως πρόφασιν μεταφέρων, καὶ δικαίας τοὺς εἰργασμέ νους ἀπολύων μέμψεως. τέλος προσετίθει καὶ ὡς οὐδὲν μὲν αὐ τοὶ ἀδικοῖεν, ἀποστερούμενοι δὲ τῶν μισθῶν ἀφαρπάζοιεν κατ' ἀνάγκην τὴν χώραν κακοῦντες. τὸν μέντοι γε βασιλέα Μιχαὴλ δυνάμεις περὶ αὐτὸν ἔχοντα Ῥωμαϊκὰς ἀκούειν κατ' αὐτῶν ἰέναι ὡς ἀδικούντων βούλεσθαι. ᾧ δὴ καὶ διὰ τοὺς ὅρκους οἷς πρὸς τὴν βασιλείαν ἐπώμοτος ἦν, ἐπὶ πόδα καὶ γόνυ χωρήσειν μέχρι καὶ ἐς τεσσαράκοντα ἴχνη διεβεβαίου, τοὐντεῦθεν δὲ καὶ αὐτῷ με λήσειν τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἰδίων· κἂν αὐτὸς πίπτοι, πεσεῖται, κἂν ἐκεῖνος, τὸ μόρσιμον. καὶ τοῦ λοιποῦ μὴ χρῆναι σφᾶς φροντίζειν περὶ κυρίου, ὡς ἀναγκαῖον ὂν ἀμύνεσθαι τοὺς ὑπάρξαντας, καὶ μὴ καθυφεικότα τῆς ὑπὲρ τῆς σωτηρίας σπου δῆς ναυαγεῖν ἐν λιμένι. ταῦτα καὶ τοιαῦθ' ἕτερα κορύζης 513 Ἰταλικῆς πλέα σοβαρευσάμενος, τὰ μὲν τῶν Ἰταλῶν κακὰ παρατρέχων καὶ εἰς αἰτίας μεταφέρων εὐλόγους, ὡς ὑπελάμβανε, τὰ δὲ τῶν βασιλέων ὑποκοριζόμενος ἀναισχύντως, μᾶλλον ἑαυτῷ τε καὶ τοῖς ἰδίοις πιθανὸς ἢ τοῖς ἀκούουσιν ἔδοξεν. Οὐ πλείους ἐξ ἐκείνου τῶν δέκα παρῆλθον ἡμέραι, καὶ γνοὺς οἷς οὐκ ἐχρῆν λόγοις ἐξαμαρτών, ἢ καὶ τὴν παρὰ τοῦ βα σιλέως Μιχαὴλ δεδιὼς ἐπεξέλευσιν (ἠγγέλλετο γὰρ καὶ ταῦτα, ὡς στρατολογοίη ὁ βασιλεύς, κἂν παρὰ τοῦ πατρὸς καὶ βασιλέως ἐπείχετο γράφοντος), πρύμναν κρουσάμενος αὖθις γράμματα πλήρη δουλείας πεπόμφει πρὸς βασιλέα, ἀπολογούμενος μὲν αὐ τῷ, εἴ τί που ἄρα καὶ παρεξελέχθη πικρὸν καὶ ἄλλως ἀπρε πὲς τὴν ἀπὸ τῶν Ἰταλῶν ἀνάγκην καὶ τὸν ἐκεῖθεν κίνδυνον ὑπο νοουμένῳ, ἀξιῶν δὲ λογίσασθαι μὲν καὶ τὴν καινοτομίαν τῆς χώρας ὁπόση, παρακατασχεῖν δ' ὑπὲρ ταύτης ὁπόσον καὶ βού λοιτο, παρ' ὃ καὶ μόνον τὸ λοιπὸν ἐξ ὧν χιλιάδων ἀπῄτουν δι δόναι, κἂν οὐ νῦν τὰς πάσας, ἀλλ' οὖν τὰς πλείους τῶν ὅλων τέως, ἐπὶ δὲ τῷ λείποντι εἰς διωρίαν προσαναρτᾶν.