1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

153

παρασήμοις σεμνύνει, ἃ δὴ τῆς ἐπαρχίας πρότερον σύμβολα ἦσαν, ἀξύμβολον ὅσον ἐπὶ τούτοις τοὐντεῦθεν τὸν ἔπαρχον καταστήσας. οὕτω γὰρ πρότε ρον κἀν δυσὶν ἐπάρχοις, τῷ τε Ὑπερτίμῳ καὶ τῷ Χαλκεοπούλῳ, πεποίηκεν, ἀξυμβόλους καταστήσας σφᾶς, ὡς ἄξιον ὂν τὸν ἐγ γὺς βασιλέως ὄντα καί γε πρὸς αἵματος, λέγων, παρασήμοις τοιούτοις σεμνύνεσθαι. ταῖς δὲ περὶ τὸν υἱὸν καὶ βασιλέα δυνά μεσι πέμψας προστάττει, ἐπεὶ ἐκείνους οὕτως ἀπέπεμπε, συνα χθείσας περί που τὴν Ἄπρω στρατοπεδεύεσθαι, κἄν που συνεξορ μῷεν σὺν Ἀμογαβάροις Κατελάνοι, πειρᾶν ἐπέχειν πολέμῳ. καὶ ταῦτα μὲν ἔπραττε βασιλεύς, οὐδὲ τὸν γαμβρὸν ἀφιεὶς ὅλως τῆς προσπαθείας καὶ ἀπαρτῶν τῆς κηδεμονίας, ἀλλὰ παντοίως προσποιούμενος καὶ Καίσαρα ἤδη φημιζόμενον, ἐπεὶ καὶ ἡ σύζυ γος ἐκείνου τὰ Καισαρικὰ ἅμα δεξαμένη περιεβέβλητο. καὶ 518 ταῦτ' ἔπραττε τῶν πολλῶν διιστᾶν ἐκεῖνον πειρώμενος, ἐπεὶ καὶ αὐτὸς τοιαῦτα πέμπων πρὸς βασιλέα διεμηνύετο.

21. Ὁ δέ γε πατριαρχεύων Ἀθανάσιος τὰ πολλὰ παρὰ τοῦ βασιλέως συγκροτούμενος, οὐδὲ αὐτός, ὡς ἐδόκει, καθυ φίει τῆς πρὸς ἐκεῖνον θεραπείας, καὶ μᾶλλον ὅτι γε καὶ πολλῶν τῶν δυναμένων βασιλεῖ συνεῖναι καὶ ξυνεργεῖν εἰς τἀγαθὸν ἔρημον τοῦτον ποιεῖν συνέβαινε, τοῦτο μὲν ἀποφυγόντων ἑκουσίως ἐς πόλεις ἑτέρας, τοῦτο δὲ καὶ αὐτῶν αἰτίαις περιβαλλόντων ἐκεί νους ὧν ἕνεκα καὶ ἀπηρτημένοι βασιλέως ἦσαν. καὶ διὰ ταῦτα ὑποποιούμενος τὸν καιρὸν οὗτος συνεχέσιν ἀγρυπνίαις καὶ λιτα νείαις περιεσπᾶτο, στῖφος μοναχῶν συγκαλῶν καὶ ἱερωμένους καὶ πλῆθος ἄλλο, καὶ πολλὰ ὑπερπαθῶν τῷ δοκεῖν συνόδοις ὁλοημέ ροις μόνος ἀρχιερέων, μόνος τῶν προυχόντων τῆς ἐκκλησίας, τοὺς μὲν παραπέμπων ὡς δῆθεν εἰς τὰς λαχούσας, τοὺς δὲ καὶ παρὰ φαῦλον τιθέμενος, τὰς ἀμφισβητήσεις τοῦ πλήθους δια λύειν πειρώμενος, κἂν ἄλλως κακῶς εἶχε τὸ τῆς ἐκκλησίας πλή ρωμα, τῶν περιφανῶν ἐν ἐνδείᾳ καὶ ἀτιμίᾳ διαβιούντων. οὐ 519 γὰρ ἐξήλλακτο τῷ ἀνδρὶ τὰ τοῦ ἤθους οὐδ' ἐς βραχὺ καταστά σεως τῆς ἀρχῆθεν, καίτοι γε τοῦ βασιλέως πληροφοροῦντος, ὅτ' αὐτὸν ἐπὶ τῶν ἐκκλησιαστικῶν καὶ πάλιν πραγμάτων ἐποίει, ὡς τὸ ἦθος ἐνήλλακται. ὅλως δὲ ἀθώπευτος ἦν καὶ ἄτεγκτος, καὶ ἵν' οὕτως εἴπω, κατὰ τοὺς κερασβόλους κυάμους ἀμάλακτος, βαρὺς μὲν μοναχοῖς, ἐξαλλάττων καὶ αὐτὰ τὰ τῶν μονῶν τυπικὰ καὶ μονοφαγίαν δι' ἔτους ἐξακριβούμενος, ὡς καὶ ἐννατίζειν ἀεί, κἂν ἐφιστῷτο δεσπόσυνος ἑορτὴ καὶ τῶν πασχαλίων, βαρὺς δὲ καὶ κληρικοῖς, βαρὺς δὲ καὶ λαϊκοῖς, καὶ τὰ πάντ' ἄγων καὶ φέρων εἰς θεῖα δικαιώματα, οἷς οὐδ' ὅλως οὐδ' οἱ ὁμολογουμέ νως περὶ τὰ θεῖα ἠκριβωμένοι κατεχρήσαντο. καὶ ἐπορεύετο κραταιούμενος ἐπὶ τούτοις βασιλέως συγκροτησμοῖς, κἂν πάντες, καὶ μᾶλλον τῶν ἐπιδήλων, δυσχερῶς εἶχον τοῖς παρ' ἐκείνου πραττομένοις. τὰ γὰρ ἐκείνου ἤθη πρὸς τὰ τῶν ἄλλων ἐξαίσια ἦσαν καὶ οὐδ' ὅλως ἐκείνοις συνέβαινον, τοῖς μὲν ἐξ ἐναρέτου δῆθεν δοκήσεως, τοῖς δ' ἐξ ἐμφύτου γνώμης δοκοῦν, τοῖς δ' ἐμ παθοῦς διαθέσεως κατὰ γνώμην τῶν πάλαι. ὁπόθεν δὲ τοῦτ' 520 ἦν, ἔξεστι γίνεσθαι τοῦ πείθοντος λογισμοῦ. ἀμέλει τοι καὶ μὴ μόνον τοῖς ἀρχῆθεν σχιζομένοις ἀλλὰ καὶ τοῖς ἄλλοις ἀγλευ κὴς ἐδόκει καὶ ἀτενοῦς ἤθους καὶ ὅλως δυσπέμφελος. βασιλεὺς δὲ οὐ μᾶλλον ἐκεῖνον ἢ τὴν οἰκείαν συνιστῶν οἷον, ὡς ἐῴκει, γνώμην, ἐφ' οἷς καὶ τὴν ἀρχὴν ἐκεκρίκει, οὐδ' ἐς βραχὺ τῆς ἐπ' αὐτῷ πολυωρίας καθυφίει. ἐπεὶ δὲ καὶ φάμουσ' ἄττα ῥι φέντα μέχρι καὶ ἐς αὐτοῦ χεῖρας πεφθάκει, δείν' ἄττα λέγοντα καὶ ἀπᾴδοντα, οὐκ ὀλίγην κἀκεῖνος εὑρίσκει σχεδιασθεῖσαν τῷ πατριαρχοῦντι σύστασιν ἐξ αἰτίας τοιᾶσδε. εἶχε μετὰ πολλῶν ἄλλων ἡ πόλις καὶ Ἀρμενίους ἐποίκους. τῶν τις καὶ προεπε φθάκει προσδραμὼν τῇ καθολικῇ ἐκκλησίᾳ καὶ μύρῳ τῷ ἁγίῳ χρισθείς. παρ' ἣν αἰτίαν καὶ ἄλλοις μὲν τοῖς ὁμογενέσιν ἀπό στοργος ἦν, διαφερόντως δέ γε τῇ ἀδελφῇ. ὡς δὲ καὶ πικρῶς εἶχον καὶ ἐλοιδοροῦντο τῷ ἀποκλίναντι διὰ τὴν μετάθεσιν, ἐνε πικραίνετό οἱ καὶ ἡ ὁμαίμων, καὶ μέσον τούτων ἔχθρα συνίστατο. ὧν ἐν μιᾷ διαλοιδορουμένων, κἀκείνου προσαπειλοῦντος ἀναφέ ρειν τῷ πατριάρχῃ καὶ