1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

155

διελάμβανον ἀπαναστάντων τῶν οἰκητόρων κατὰ βασι λικὴν διὰ τὸν κίνδυνον πρόσταξιν, καὶ κύκλῳ περισχόντες τὸν τόπον ἐφ' ἡμέραις ἐστρατοπεδεύοντο, τοῦ μὲν προσβαλεῖν Ἰτα λοῖς ἀποσχόμενοι, ἔννοιαν δὲ διδόντες ὡς ἐπιθήσονται φανεροῖς εἰς ἀποστασίαν καταστᾶσιν, ὡς ἐκ πολλῶν ὑπωπτεύετο. ἦν τοί νυν ἐντεῦθεν καὶ κατασκοπήσεως ὑποψία, ὡς εἴρηται, αὐτόθεν ἀφικνουμένῳ, ὅτι γε καὶ ἑκάστῳ τῶν κατὰ δύσιν φρουρίων, οἷς ἐπισταίη, ἰδίους ἐκ Κατελάνων ἁρμοστὰς καθίστη καὶ φύλακας. Βοηδρομιῶνος τοιγαροῦν ὀγδόη λήγοντος ἦν, καὶ ἠγγέλλετο τῷ κρατοῦντι Μιχαὴλ ἡ τοῦ Καίσαρος ἄφιξις ἀνὰ τὴν δεῖξιν ἅμα τῷ στρατῷ διάγοντι. ἀγγελθὲν δὲ τοῦτο παρὰ τοῦ γυναικαδέλ φου ἐκείνου Ἀσὰν θαῦμα ἦν· καὶ πέμψας ὁ βασιλεὺς ἐπυνθάνετο πῶς ἂν καὶ παραγένοιτο, εἰ ὁρισθὲν αὐτῷ παρὰ τοῦ βασιλέως τε καὶ πατρός, ἢ αὐτὸς καὶ γνώμης ἦλθεν αὐτοθελοῦς. καὶ ὃς τὴν πρὸς αὐτὸν μὲν δουλείαν καθωμολόγει, καὶ ὡς προσκυνήσων πάρεστιν, ἅμα δέ γε καὶ κατὰ τὴν προκειμένην ὁδὸν τὴν ἐπ' ἀνα 525 τολῆς αὐτῷ συνταξόμενος. ὁ δ' αὖθις ἀντέπεμπε καὶ λόγοις ἐδεξιοῦτο προσήκουσι. τετρὰς ἦν τῆς τοῦ Θωμᾶ λεγομένης ἑβδο μάδος, καὶ τὴν ἑσπέραν ἀνέσας, βασιλεῖ φανεὶς καὶ φιλοφρονη θεὶς ὡς εἰκὸς ἀξίως βασιλικαῖς ὁμεστιάσεσι, τὴν μετ' αὐτὴν ἡμέ ραν συνάμα βασιλεῖ τὴν Ἀδριανοῦ εἴσεισι. ταύτην δὲ καὶ τὴν μετ' ἐκείνην ἀγήλας φιλοτησίαις αὐτὸν βασιλεὺς παρῄνει τὰ εἰς προσήνειαν διοριζόμενος, ὡς μηδὲν ὅλως τῶν Ῥωμαίων χωρούν των τοιαῦτα ἤθη τυραννικὰ καὶ ἀπόκροτα. ἐκεῖνος δ' ἔτι σπεύ δων τὴν ἀποχώρησιν οἱονεὶ συνετάττετο, καὶ τὴν παραίνεσιν ἀσμένως ἐδέχετο.

(24) οἱ δὲ Ἀλανοὶ ἐθύμαινον κατ' αὐτοῦ, τὸν καιρὸν ἐπιτηροῦντες, ἔχοντες μεθ' ἑαυτῶν καὶ τὸν Γεωργοῦν, οὗ ὁ υἱὸς κατὰ τὴν Κύζικον ἀπεκτάνθη, καθὰ φθάσαντες εἴπο μεν. παρηκολούθουν οὖν τούτῳ σιγῇ ἔνθεν κἀκεῖθεν. δοθέν τος οὖν ἐκείνῳ καιροῦ τὴν Αὐγοῦσταν ἰδεῖν μόνον, τῶν ἄλλων Ἰταλῶν πάντων ἔξω που ἑστώτων, ἀπερχόμενος καὶ ἤδη τῆς πύλης ἀνοιγομένης τοῦ οἰκήματος ἐν ᾧ ἡ Αὐγοῦστα ἦν, δέχεται καιρίαν τὴν πληγὴν ὄπισθεν διὰ τῶν νεφρῶν παρὰ τοῦ Γεωργοῦ ζητοῦντος τὸ αἷμα τοῦ ἰδίου υἱοῦ. καὶ οὕτω παραχρῆμα πίπτει, ἀνὴρ βάρβαρος μὲν καὶ ἄδικος καὶ ὡς τὰ πολλὰ φρονηματίας, 526 ἀλλ' οὖν ὀξὺς εἰς πολέμους καὶ διεγηγερμένος. θροῦς ἐντεῦθεν ἐγείρεται, καὶ οἱ ἀπ' ἀνατολῆς, ὡς εἰπεῖν, ἐκεῖνον διεσπάραξαν καὶ ἀπερρόφουν τοῦ αἵματος, τῶν ἰδίων μεμνημένοι· οὕτως ὥπλιζεν αὐτοὺς ἡ κακία. ἄραντες οὖν τὸν νεκρὸν ἐκείνου ἔξω που καταρρίπτουσι. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ μόλις ἑαυτοῦ γεγονὼς ἠρώτα πρὸ πάντων περὶ τῆς Αὐγούστης εἰ περιῇ· φόνος γάρ, ὡς ἤκουεν, εἰργασμένος ἐν τῷ αὐτῆς οἰκήματι μή τι κἀκεί νη πέπονθεν ἀνήκεστον φοβεῖν ἐπῆγεν. ὡς γοῦν τὰ χρηστὰ μὲν περὶ τῆς Αὐγούστης μαθὼν ἦν, κἂν οἷον ὑπερπαθήσας τοῦ ἀν δρός, ὅμως φρόνιμος ὢν προεμηθεύσατο πάνυ σοφῶς, καὶ προσέταττε μὴ ἐκφανθῆναι τὸ σύνολον τοῖς ἄλλοις Ἰταλοῖς ἑκα τὸν καὶ πεντήκοντα τὸν ἀριθμὸν οὖσιν. ἐκείνους οὖν μηδὲν εἰ δότας τῶν συμβάντων σιγῇ κατὰ τὸ πρόσταγμα περικυκλώσαντες ἐκέλευσαν ὁρισμῷ τοῦ βασιλέως τὰ ὅπλα εἰς γῆν θεῖναι, καὶ ἀκο νιτὶ ἐχειρώσαντο, ταῖς εἱρκταῖς ἀνόπλους ἐγκατακλείοντες. ἐν τεῦθεν οἱ Ἀλανοὶ καὶ ἀνατολικοὶ τοῦ Καίσαρος φονεῖς φανέντι τῷ βασιλεῖ τὴν τόλμαν ἀπελογοῦντο, ὡς οὐκ ἄλλως οὐκ ὂν μὴ τὸν πολλῶν ἀλάστορα, αὐτῶν δὲ βασιλέων ἀποστάτην τὴν γνώ μην, ἀνηλεῶς κατασφάττοιεν. ἄλλοι δὲ καὶ μείζοσιν ὁρμαῖς 527 ἀλλήλους παρακροτήσαντες, καὶ μᾶλλον Ἀλανοί, ἐπιβάντες τῶν ἵππων ἐξέθεον πανταχοῦ, ὅπου ἂν καὶ καταλήψαιντο Κατελά νους. ἀλλ' ὁ βασιλεὺς μαθὼν τὴν ἐκδρομὴν ὅλην τῶν στρατευ μάτων, καὶ δείσας περὶ ἐκείνους μή πως ἀσυντάκτως ἐκθέοντες ἡττηθῶσι καὶ εἰς κίνδυνον αὐτοῖς ἡ ὁρμὴ περιστῇ, πέμψας τὸν θεῖον αὑτοῦ Θεόδωρον συνάμα καὶ ἄλλοις ὑποστρέφειν ἐπείρα. οὐ μὴν δὲ καὶ ἤνυτε τὸ παράπαν, ἀλλ' εὐθὺς ἐξέθεον καὶ τόποις τισὶν ἐφιστάμενοι Ἰταλοῖς μὲν (οὐδὲ γὰρ ἄπυστά πω σφίσι τὰ τοῦ