158
ὀλίγοι ἐξ αὐτῶν τυχόντες κατὰ πόλιν παρὰ τοῖς Γεννουΐταις διεφυλάσσον το, ὥστε καὶ νηὸς τῶν χρειωδῶν ἐπιφόρτων πρὸς αὐτοὺς παρ' 535 ἐκείνων ἀπολυθείσης, ἐπεὶ ἡ ναῦς παρὰ τῶν τοῦ βασιλέως ἑάλω, Γεννουΐτας ταῦτα δυσχεράναντας ἀποστεῖλαι τοὺς κτενοῦντας τὸν τοῦ βασιλέως ναύαρχον καὶ ἀποκτανεῖν, καὶ δι' ὀργῆς ἐκεί νους διὰ ταῦτα γενέσθαι τῷ βασιλεῖ. κἂν καὶ δίκην ἔδωκαν τὴν ἐσχάτην καὶ διὰ ταύτην καὶ δι' ἄλλην προηγησαμένην αἰτίαν, περὶ ἧς αὐτίκα λέξομεν, εἰ μή γε τὰ ξυμπεσόντα τὸν κρατοῦντα κατεμάλασσον ὡς ἐκεῖθεν τὰ τῆς ἀρωγῆς πλέον ἐλπίζοντα, καὶ σφίσιν ἐξιλεοῦτο. καὶ ἀμφοτέρωθεν κηρύγματα προύβαινον συνεχῆ, ἀνωρμημένων ἤδη καὶ τῶν Ῥωμαίων, μηδὲν ἐπιτολμᾶν κατ' ἀλλήλων, εἰ δ' οὖν, ἀλλὰ ζημιοῦσθαι τὰ μέγιστα ὡς κα ταφρονητὰς τῶν ἐπεσταλμένων. τούτοις θαρροῦντες Ἀμογά βαροι ἐξεδέχοντο Γεννουΐτας καταίροντας. ἐκεῖνοι δὲ διερχόμε νοι καὶ τὰς πυρπολήσεις καθορῶντες ἐν θαύματι ἦσαν, καὶ μα θεῖν ἠβούλοντο τὰ πραχθέντα. ὡς δὲ προσίσχουσι τῷ λιμένι, ὁ προρρηθεὶς Μπυριγέριος, ὃς δὴ προηγεῖτο τοῦ Ἀμογαβαρικοῦ στόλου, παρὰ τοὺς ἐξηγουμένους τῶν Γεννουϊτῶν ἐκείνων νεῶν γίνεται, καὶ ἀρχῆς ἀπ' ἄκρης τὰ καθ' αὑτοὺς διελθὼν τέλος προσετίθει καὶ τὸ αὐτοὺς μὲν ταῦτα πράττειν ἐκδικήσεως ἕνεκα, 536 εἶναι δὲ καὶ Γεννουΐτας ἐνσπόνδους σφίσιν, ὡς ἐκ πολλῶν ἔστι μανθάνειν, εἰ βούλοιντο· ἐκείνοις δὲ καὶ βασιλέα χολᾶν καὶ δι' ὀργῆς ἔχειν μεγίστης καὶ ἄλλων μὲν πλείστων ἕνεκα, ἀλλὰ καὶ φρερίοις βοηθοῦντας ἐκπίπτουσι τῆς κατὰ τὴν πόλιν καθέδρας αὐτῶν, ὑπ' ὀργὴν σφίσι γενέσθαι ξυμβῆναι, καὶ ἀπηρτημένους εἶναι τὸ παράπαν τῷ βασιλεῖ, ὥστε καὶ ἐπικεκλεῖσθαι σφίσι τὰς πύλας τῆς πόλεως καὶ τὴν πρὸς βασιλέα συνήθη πρόσοδον ἀφῃ ρῆσθαι. ταῦτα καὶ ἄλλα πολλὰ ξυμφοροῦντα τὸν Μπυριγέριον τὰς τῶν Γεννουϊτῶν γνώμας μαλάττειν πειρᾶσθαι ἐφ' ᾧπερ καὶ μετ' εἰρήνης ἀπαλλαγεῖεν. ἀλλ' ἐκεῖνοι σοφώτερόν τι ποιοῦντες καὶ τὰ καθ' αὑτοὺς ἀπαρτῶντες νυκτὸς ἐξ αὐτῆς πέμπουσι πρὸς πόλιν τὸ πᾶν παρὰ τῶν οἰκείων πυθέσθαι, καὶ ὅπως ἔστι τὸ μετὰ τοῦ βασιλέως αὐτοῖς θέλημα. καὶ μία μὲν τριήρης ταχυ ναυτοῦσα εὐθὺ τῆς πόλεως ἔπλει, κατὰ πύστιν βεβαίαν, πρὸς τοὺς κατὰ πόλιν Γεννουΐτας· (28) ἡμῖν δ' οὐ χεῖρον ἐν το σούτῳ τὸ περὶ τῶν φρερίων διασαφῆσαι. τόπος ἀνεῖτο τῷ δη μοσίῳ κατὰ τὴν ἀγοράν, ὃν καὶ ἀξιώσαντες ἐξωνοῦντο φρέριοι βασιλέως προστάξαντος. τὸ δὲ αἴτιον, ἐφ' ᾧ μονή τις συσταίη 537 σφίσι. καὶ φιλοτίμως συνίστατο, πολλῶν παρ' ἑκάτερα κω λυόντων καὶ ἄλλων μὲν ἕνεκα, μάλιστα δὲ διὰ τὸ τῆς ἀκριβοῦς θρησκείας ζηλωτικόν· παρ' ἣν αἰτίαν καὶ ὁ πατριαρχεύων ὑπο κνιζόμενος τὰς πρίν τε ἀνελάμβανεν ὁμολογίας καὶ βεβηλοῦν ᾑρεῖτο τὸν τόπον. ὃ δὴ καὶ δεινὸν τοῖς φρερίοις ἐδόκει, καὶ ἀν τεζήλουν φιλονεικότερον, εἰ μονὴν ἱερὰν ξυσταθεῖσαν τέως, ἐν ᾗ καὶ θυσιαστήριον μὲν ἐπήχθη καὶ ὕμνος ἱερῶν ἀνδρῶν ἐκτελεῖ ται, σώματα δὲ τεθάφθαι συνέβη, μεταποιεῖν εἰς κοινὴν κατα μονὴν οὐκ ἀπώκνουν οἱ τέως ζηλοῦντες τὰ θεῖα. ἀλλ' ὅμως τὸ δοκοῦν ἀκριβὲς τοῖς θρήσκοις παρώρμα, καὶ βασιλεὺς συνεργεῖν ἠξιοῦτο. καὶ ὃς μηδὲν ἔχων ἀντιλέγειν τῷ ἱερεῖ ηὐδόκει τὴν με ταποίησιν, καὶ τῷ μὲν ἀμηραλῇ τὸν τόπον ἀπεχαρίζετο, τοὺς δὲ 538 φρερίους ἀξίοις ἀποτιμήμασι θεραπεύειν ᾑρεῖτο, κἂν αὐτοὶ τὸ παράπαν ἀποστυγοῦντες τοῦ μὴ μεταπίπτειν προεῖντο καὶ τὴν ζωήν. πλὴν δ' οὐχ οἷοί τ' ὄντες πρὸς βασιλικὰς ἀντέχειν δια ταγάς, πρὸς μόνον τὸ εὐλαβὲς περὶ τὰ θεῖα τοῦ προστάσσοντος ἀφεώρων. καὶ ἱερὰ μὲν ἐκεῖνα καὶ πᾶσαν τὴν αὐτῶν ἑτοιμασίαν ἀμετάθετον εἰακότες, οὐδὲν ἧττον καὶ περὶ τῶν λοιπῶν οὕτω διατεθέντες ὡς μηδὲν ἐκεῖθεν τῶν τοῦ ναοῦ μεταθεῖναι, ἠμέλουν ὡς μὴ ἂν μεταθησομένων, ὥς γε σφᾶς οἴεσθαι. ἐπεὶ δὲ καὶ αὖθις ὁ κρατῶν ἠνωχλεῖτο καὶ ἀπαραίτητον κατενόει τὴν βίαν, πέμψας τῷ τῶν Πισαίων ἐξάρχῳ προστάσσει ἐκ γειτόνων ὄντι συμπαραλαβόντα τοὺς ἐν τῷ καθ' ἱεροῦ τοῦ ἀποστόλου Πέτρου ἱερεῖς ἐπιστῆναι τῷ τόπῳ, καί γε τοὺς μὲν περὶ αὐτὸν ἐν ἀξιο πίστοις τετάχθαι μάρτυσιν ὥς θ' εὕροιεν καὶ ἃ μεταθεῖεν, μη δενὸς τὸ