159
παράπαν ἐσκυλευμένου, τοὺς δ' ἱερεῖς εὐλαβῶς ἀναλα βόντας τἀκεῖ κείμενα ἐν τῷ τοῦ κορυφαίου τῶν ἀποστόλων μετα θεῖναι ναῷ. ὡς δὲ γέγονε ταῦτα καὶ ἐπράχθη ἡ τῶν ἱερῶν καὶ τῶν ἄλλων μετάθεσις, οἱ φρέριοι μηδὲν ἔχοντες ὅ τι τοῖς ἄλλοις 539 χρήσαιντο, πρὸς τὸν ἐπιστάντα τὸ πᾶν τῆς ὀργῆς ἐξεκένουν, καὶ ἐνεκάλουν πρὸς Γεννουΐτας κατὰ τὴν περαίαν, καὶ ἠξίουν τὸν καταφρονητὴν ἀμύνασθαι. καὶ ὁ ἐξουσιαστὴς ἐκείνων, τὴν ἐπὶ τούτοις ἄμυναν τῶν καλῶν ἡγησάμενος, ἐκπέμπει κρύφα τοὺς ἐκεῖνον ἐγγὺς θανάτου ποιήσοντας· κτανεῖν γὰρ οὐκ ἐδι καίουν, ἀλλὰ σπάθαις στίζειν ἐσχάτως. ἐνεδρεύσαντες τοίνυν ἐξεπλήρουν τὰ τοῦ βουλεύματος, καὶ πολλαῖς τὸν ἄνθρωπον ἐπεισπεσόντες ἐκ τοῦ αἰφνηδὸν ᾐκίσαντο, ὡς φοράδην οἴκοι μό λις πιστευόμενον ζῆν ἀπαχθῆναι. τοῦτο βασιλεὺς εἰς ἑαυτὸν ἀναφέρων ἀπὸ προσώπου τ' ἐποίει τὸν τῶν Γεννουϊτῶν ἄρχοντα, καί σφιν ἐφ' ἡμέραις ἐπιζυγοῦσθαι τὰς τῆς πόλεως πύλας προσέ ταττεν, ἀναρτῶν τὸ πραχθὲν εἰς κρίσιν τοῦ κουμουνίου, μέλ λοντος ἑτέρου κατὰ πύστιν ὅσον οὐκ ἤδη τὴν ἀρχὴν διαδέχεσθαι. Ταῦτα Μπυριγέριος τότε ὡς λαβὴν προύτεινε σκανδάλου, καὶ ἀλλοτριοῦν τοῦ βασιλέως τὰς ἐκείνων γνώμας ἐπείρα, μὴ εἰ δώς, ἢ καὶ ἑκὼν παραλείπων, ὡς βασιλεὺς φθάσας σφίσιν ἐξευ 540 μενίζετο καὶ ξυμμάχους προσελάμβανεν, ἀγγελθέντων τῶν αὐ τοῖς πραττομένων. ὡς ἀωρὶ τῶν νυκτῶν ἡ ναῦς ἐπέστη καὶ ἤδη Γεννουΐταις ἡ τῶν νηῶν ἠγγέλλετο ἄφιξις, πρόσετι δὲ καὶ τὸ ποιητέον ἐζητεῖτο ὡς εὐθὺς ὑποστρεψόντων καὶ κομισόντων τὰς ἀγγελίας, εὐθὺς ἐκεῖνοι παρὰ βασιλέα ὑπὸ λαμπτῆρσιν ἀφιγμέ νοι τὰς ἐκεῖθεν ἐκχωρήσεις ἐλάμβανον, ὡς εἰ μὲν ὑποκλιθεῖεν ἀντιμαχοῦσιν, εἰ δ' ἀνθίσταιντο, εὐθὺς πολεμεῖν, καὶ πλήθους συχνοῦ πρωΐας Ῥωμαϊκοῦ τοῦ μὲν κατὰ τὰς ἀκτὰς στησομένου πρὸς ἄμυναν, τοῦ δ' ἁλιάσι διαποντίου γενησομένου· οὐδὲ γὰρ ἀπέβλεψεν, ὡς αὐτὸς μὲν οὐ ποιήσων, πρὸς ἐκείνους δὲ τὸ πᾶν πράξοντας. σφίσι μὲν οὖν τὸ δάος ἦν ἐν χερσί, καὶ ὑπέστρε φον· (29) βασιλεὺς δὲ μυρίους ἐξήλα μεθ' ὅπλων, πορθμὸς δ' οὗτος νηῶν ἐπληροῦτο διαπλωϊσομένων πρὸς Ῥήγιον. οὔπω δὲ καλῶς ἐπέστησαν οἱ πεμφθέντες, κἀκείνοις ἐξ ἐωθινοῦ στερρὰ συνίστατο μάχη, τοῦτο μὲν καὶ διὰ τὴν ἐντεῦθεν δήλωσιν, 541 τοῦτο δὲ καὶ τρόπον ἀνάγκης. τοῦ γὰρ Μπυριγερίου ἀπογνόν τος τὰ τῆς εἰρήνης, καὶ μεγάλα χρήματα τοῖς ναυάρχοις καθυ πισχνουμένου εἰ ἀφεθεῖεν, καὶ οὕτω σφῶν μαλακιζομένων, οἱ ἐπιβάται ζηλοτυπήσαντες εἰ μὴ κερδαίνοιεν καὶ αὐτοί, εὐθέως πρωΐας ἄρχουσι μάχης. καὶ πρῶτον μὲν ἀκροβολισμοῖς Ἀμογα βάρους παρακινοῦσιν, ἔπειτα δὲ καὶ εἰς ἀνάγκην τοῦ μάχεσθαι καταστήσαντες κυκλοῦσι τούτους. καὶ πίπτουσι μὲν οὐκ ὀλίγοι ἐξ ἑκατέρων, καὶ τραυματίαι γίνονται πλείους· ἀλλ' ὑπερτεροῦσι Γεννουῗται, καὶ κατὰ κράτος αἱροῦσι τὰς ναῦς, μιᾶς ἀποδρά σης καὶ μόνης. ὁ γὰρ Μπυριγέριος ὡς ἅπαξ τῷ τῶν νηῶν ἡγε μόνι προσῆλθεν, ἐπειδὴ ἄπρακτά οἱ ἦσαν τὰ προβαλλόμενα, τὸ ἴδιον αἷμα ἐκείνῳ προσανετίθει, καὶ εἰσδὺς τὰ τῶν καταστρω μάτων κατώτατα, ἐκείνων ἄνωθεν πολεμούντων, αὐτὸς ἀπόλε μος τὸ παράπαν ἔμενε. τῆς δ' αὖ ἡμέρας, ἥτις ἦν τριακοστὴ πρώτη Πυαντιῶνος, σταθηρᾶς ἱσταμένης μεσημβρίας, ἦν ὁρᾶν τὸν πορθμὸν ἀναπλεούσας τὰς τριήρεις ὑπὸ κώπαις καὶ συριγμοῖς, πλὴν τὰς μὲν μετ' εὐκόσμου στόλου καὶ μειζόνων φρονηματισμῶν, ἐπιρροιζούντων καὶ τὸν συμβόλων ἐκείνων πρὸς ἄνεμον, τὰς 542 δ' ἡττηθείσας ἀκόσμους καὶ ἀσυμβόλους, ὑποσαλευούσας μὲν τῷ ῥοθίῳ ὑπὸ κώπαις μετρίαις, τρόπον δ' ἐφολκίων ἐξημμένας τῶν προθεουσῶν προτόνοις μηκίστοις, καὶ φερομένας ἵν' ἂν ἐκεῖ ναι καὶ ἄγοιεν. ὡς γοῦν τὴν ἀκρόπολιν ἔκαμψαν, ὁδὸν μὲν ἐκεί νην τὴν πρὸς τοὺς οἰκείους ἀπείπαντο, ἄνω δέ που τὰ μέσα τοῦ ἁγίου Φωκᾶ καὶ ἐπίταδε ναυλοχησάμενοι ἀπεπαύοντο. τῇ δ' ὑστεραίᾳ νῆας μὲν ἐκείνας τὰς ἡττηθείσας, οὕτως ὡς εἶχον, ἀντάνδρους πρὸς οἰκείους κατάγουσι καὶ ἐν τηρήσει ποιοῦνται παντοίᾳ, αὐτοὶ δὲ τῷ βασιλεῖ προσκληθέντες τὰ εἰκότα φιλοφρο νοῦνται. καὶ τοῖς μὲν ναυάρχοις τὰ τῶν ἀναβολῶν ὡς εἶχον πρὸς βασιλέως φιλοτιμότερον