161
τῆς ἐν 546 αὐτοῖς ψυχῆς ἀτελῆ τὰ ὄργανα φέροντα τὴν μὲν κίνησιν πάντως ἐνδεικνῦσι καὶ τὴν τοῦ κινοῦντος ἐνέργειαν παριστάνουσι, τὰ δὲ εἰκαίως καὶ ὡς ἔχουσι φέρονται καὶ παραβολώτερον ἄττουσι. καὶ ταῦτά εἰσι τὰ λεγόμενα παίγνια, ψυχῆς τελείας ἐνέργεια ἐν οὐ τελείοις τοῖς σκεύεσι. (31) τῷ τοι καὶ πρῶτον τέως ὁρμὴν ἰδὼν ἀτακτοῦσαν λαοῦ εἰς νεωτερισμοὺς ἐξεγειρουμένην, ἤν τις καὶ ἁμηγέπη παρακινοίη, εἰσάγει μὲν καὶ στρατιωτικὸν εἴς τινα δῆθεν ἀναστολήν, ὅμως δὲ καὶ Μαιμακτηριῶνος πρώτῃ τὸ πρω τεῦον τῆς πολιτείας συνηθροικὼς μακρὰν κατέτεινε δημηγορίαν, τὰ περὶ τῶν Κατελάνων ἀπολογούμενος, καὶ ὡς ἐξησθενηκυιῶν τῶν Ῥωμαϊκῶν δυνάμεων ξένους ἀνακαλεῖσθαι ἀναγκασθείη τοῦτο μὲν Ἀλανοὺς τοῦτο δὲ Ἰταλούς, καὶ ὡς οὐδὲ μόνος καὶ πρῶτος τῶν ξένων δέξαιτό τινα καὶ τιμήσειεν, ἀλλὰ καὶ Ἰωάννης ὁ ∆ού κας Γουλίελμόν τινα προσλαβόμενος ἐπ' ἀξίαις ἵστα Ῥωμαϊκαῖς, καὶ ὁ πατὴρ αὐτοῦ τὸν Ἰκάριον τῷ μεγαλοδουκικῷ τετίμηκεν 547 ἀξιώματι, καὶ ὡς οὐδ' αὐτὸς ἀνίησι σπεύδων ἐπὶ τῷ σῶς εἶναι Ῥωμαίους, εἰ καὶ θεῖον μήνιμα τὰς ἡμῶν, φησίν, ἁμαρτίας με τέρχεται, καὶ ὡς ἡγεμόνων τὰ πλεῖστα κακότητι παραπόλωλε τὰ πολλὰ ἀμελούντων. καὶ πόλλ' ἄττα συνυφάνας τοιαῦτα, τέλος ἐφ' ἡσυχίας μὲν αὐτοὺς διάγειν ἐπέταττε καὶ τοῖς ἔργοις προσέ χειν καὶ μὴ πολυπραγμονεῖν, ἀξίους μόνον ἑαυτοὺς καθιστάντας ἐφ' ὅσον δυνατόν, αὐτῷ δὲ καὶ τοῖς αὐτοῦ τὰ πράγματα ἐπιτρέ ποντας, κἄν που καὶ θορυβηθείη, τὴν ἀταξίαν ἀνείργοντας, καθ' ἣν πολλοὶ δυσχερῶς, ὡς καὶ ἑαυτοὺς ἔχειν εἰδέναι, κατὰ διαφόρους καιροὺς ἀπηλλάχασιν, ὡς μεγίστου πολέμου τῆς στά σεως οὔσης τῆς ἐν ταῖς πόλεσι, καθ' ἣν οὐκ ........ καὶ πρα γμάτων ἀλλ' εἰρήνης εἶναι καὶ ὁμονοίας ζημίαν, ᾗ τὰ πάντα συγ χέονται. ὡς γὰρ τὸ ὑφ' ἑαυτοῖς ἐξαπατᾶσθαι πάντων χείριστον διὰ τὸ καθυ...... σμικρὸν ἀποστατεῖν ἀλλ' ἀεὶ παρεῖναι τὸν 548 ἐξαπατῶντα καὶ πειθοῦς ἀνάγκαις δουλαγωγεῖσθαι τὸν ἐξαπατώμενον, οὕτω καὶ τὸ ὑφ' ἑαυτοῖς πολεμεῖσθαι πόλιν δεινότερον, ὡς ἐντὸς τῶν ὑπεκκαυμάτων ὄντων, εἰς βιαίας ἕτοιμα κακίας ἄναψιν. διὰ ταῦτα καὶ περὶ πλείονος ἐποιεῖτο τὸ τῆς πόλεως ἀστασίαστον, καὶ μᾶλλον ἐν τοιούτῳ καιρῷ καθ' ὃν τῶν ἐκτὸς ἀνεγηγερμένων ἐξ ἀναγκαίου καὶ τὸ ἐντὸς συγκραδαίνεσθαι. ὥστε καὶ ὁρᾶσθαι σφᾶς ἀνεγηγερμένους πρῶτον μὲν τῶν ξυμβαινόντων χάριν ἐκ τῆς στασιώδους ταραχῆς ἐκείνης, ὡς παρακινησειομένων ἐκ τῆς τυχούσης προφάσεως, στρατιωτικὰς εἰσῆγε δυνάμεις κατ' ἀναχαιτισμὸν τῶν προσδοκωμένων θορύβων. τότε τὴν ἐνταυθοῖ σφῶν ἀσχολίαν περιττὸν ἄλλως κρίνων καὶ τῶν ἀναγκαίων ὑπερό ριον, ἄλλως ἐγνωκὼς ἀσφαλίσασθαι τὴν ὁμόνοιαν, καὶ ἐξ αὐτῆς τοὺς συνειλεγμένους ἐπέταττε χεῖρας ἐπιτιθέντας τοῖς ἱεροῖς εὐαγ γελίοις ὀμνύειν ἦ μὴν πίστιν μὲν φυλάττειν εἰς βασιλεῖς, πάντα δὲ διχονοίας τρόπον καὶ στάσεως μήτ' αὐτοὺς ἐνεργεῖν, καὶ τοῖς ἄλλοις, εἴ που καὶ θορυβοῖεν. δυσίν, ὃ λέγεται, χερσὶν ἀντω θεῖν. καί γε ἀνὰ τὴν πόλιν πᾶσαν [ἀνάγκη ἦν τοὺς παρευρι σκομένους] εἶδες ἂν παρερχομένους βασιλικούς, καὶ τοὺς παρευ 549 ρισκομένους ὀμνύοντας. καὶ τὰ μὲν ἐντὸς τῆς πόλεως ἐπράτ τοντο τῇδε.
32. Ὁ δὲ βασιλεὺς Μιχαὴλ οὐκ ἠρεμῶν ἦν τὴν μάχην, ἀλλὰ πάντα λίθον κινῶν, τὸ τοῦ λόγου, ὅπως τὴν ἧτταν ἀνα καλέσηται· οὐδὲ γὰρ ὑπέμενε τὸ τῆς ψυχῆς αὐτοῦ εὐγενὲς καὶ ἀνδρεῖον ἀκούειν τε καὶ ὁρᾶν τὰ δεινὰ ἅπερ ἔπασχον οἱ ἐλεεινοὶ Ῥωμαῖοι ὑπὸ τῶν αἱμοχαρῶν Κατελάνων. ὅθεν καὶ πάντα λόγον ἀφεὶς ἐπισυνάγει τὸ στράτευμα, καὶ καταλιπὼν τὴν Ὀρεστιάδα περὶ τὴν Ἄπρω πλησίον κατασκηνοῖ, ὡς ἅμα ἕῳ προσμίξων τοῖς Ἰταλοῖς· ἐκεῖσε γὰρ πλησίον καὶ αὐτοὶ κατεσκήνουν. τῇ γοῦν ὑστεραίᾳ συνταξάμενος κατὰ τὸν τοῦ Ἱμέρι λεγόμενον τόπον Ἀλανοὺς μὲν καὶ Τουρκοπούλους ἐν ἡγουμέναις συντάξεσιν ἵστα, περὶ τὸν Βοσσίλαν τούτους ποιούμενος, ἑπομένους δὲ τοὺς περὶ τὸν μέγαν πριμικήριον Μακεδόνας διέταττε, καὶ μετὰ τούτους περὶ τὸν θεῖον αὐτοῦ Θεόδωρον τοὺς ἀντολίηθεν