1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

162

ἀπῃρκότας, τὸ Βλα χικὸν δὲ καὶ ὅσον ἄλλο ἐκ θεληματαρίων συγκροτούμενον ἦν, καὶ αὐτὸ κατὰ τρόπον περὶ τὸν μέγαν ἑταιρειάρχην συνταξάμενος οὐ ραγοῦν, αὐτὸς συνάμα καὶ Κωνσταντίνῳ τῷ αὐταδέλφῳ τε καὶ δεσπότῃ, καὶ τῷ πιγκέρνῃ Σεναχηρεὶμ τῷ Ἀγγέλῳ· οὐδὲ γὰρ οὐδ' αὐτὸς λαὸν ἄγειν ᾑρεῖτο, ἀλλ' ἀμφιπονεῖσθαι περὶ τὸν ἄνα κτα καί οἱ πολυωρεῖν τὴν ἀσφάλειαν ἤθελεν. οὕτως ἐκεῖνος τὰς συντάξεις ἀποτάξας, τὸ οἰκεῖον ἅπαν καὶ μαχιμώτατον προσλα 550 βών, τὸν ὕστατον ἀνεπλήρου σύλλογον. καὶ αἱ μὲν Ῥωμαϊκαὶ δυνάμεις εἰς πέντε που τέλη τὰ μείζω συνεποσοῦντο, αἱ δὲ τῶν ἀντιπάλων εἰς τέσσαρα, ὧν ἓν ἦν τὸ τῶν Περσῶν· προσεκάλεσαν γὰρ καὶ Περσικὸν οἱ Κατελάνοι. καὶ δὴ καρτερᾶς γενομένης τῆς μάχης καὶ ἐκ χειρός, ἔνθεν μὲν Ἀλανοὶ ἐκεῖθεν δὲ Τουρκόπουλοι συνεκθέουσι καὶ τῇ προηγουμένῃ συντάξει τῶν Κατελάνων προσ βάλλουσι. καὶ εὐθὺς πύργος ἦσαν ἐκεῖνοι, μηδὲν μηδενὶ καθυ πείκοντες· ἐν ἀσφαλεῖ γὰρ ὡπλισμένοι καὶ τοῖς παρ' ἑκάτερα βάλλουσι πίσυνοι καρτερῶς ἀντεῖχον. οὐ μὴν καὶ εἰσβάλλοντες οἱ προσδραμόντες τὸ λοιπὸν ἐκαρτέρουν, ἀλλ' εὐθὺς παρεκκλί ναντες ἐπὶ θάτερα δόξαν παρέσχον τροπῆς, τῷ μὲν φαινομένῳ καὶ οἷς ἑωρῶντο, ὡς δῆθεν ἀπογνόντες τὴν μάχην, τῷ δὲ βαθυ τέρῳ καὶ οἷς ὑπωπτεύοντο, λειποταξίου ἑκόντες εἶναι γραφόμε νοι, οἷς ὅτι μὴ τοὺς μισθοὺς ἱκανούμενοι μελέτης ἐρραθύμουν πολεμικῆς. εἰσὶ δ' οἳ λέγουσιν ὅτι καὶ ἀνάπυστον γεγονὸς ἐκεί νοις τὸ ἀπὸ τοῦ Τουκτάϊ πρὸς βασιλέα μήνυμα περὶ τῆς αὐτῶν ἀνθυποστροφῆς (δῆλον γὰρ ἦν ὡς ὁ Τουκτάϊς ἐκείνους ὡς ἰδίους καὶ τῆς τῶν Τοχάρων ἀρχῆθεν χειρὸς ἀπῄτει παρὰ τὸν ἄνακτα πρεσβευόμενος) διὰ ταῦτα καθυφέντες τὰς ὁρμὰς ἀρρωστοτέρας 551 εἶχον καὶ ἐδοχμίαζον. ἀλλὰ τοῦτο τοῖς κατόπιν ἰοῦσι δειλίαν ἐμ βάλλει, καὶ ἀπροθύμως εἶχον περὶ τὴν μάχην. ὅπερ ὁ βασιλεὺς οὐραγῶν θεασάμενος, καὶ περὶ τοῖς ὅλοις ὡς εἰκὸς δείσας, αὐτὸς ἠναγκάζετο πολεμεῖν οἰκείῳ σώματι, καὶ γοῦν ἕτοιμος ἦν μετο χετεύεσθαι πρὸς τὴν μάχην. ἀλλ' ὁ πρὸς τοῦτο ἵππος ἔκ τινος δαιμονίου συμβάματος καὶ ἧς οὐδεὶς αἰτίας ᾔδει, τῶν χαλινῶν ἀνεθείς, ῥυτῆρας μὲν εἰς χεῖρας τοῦ ἡνιόχου ἀφίησιν, αὐτὸς δ' ὡς εἶχε κατὰ πεδίου κροαίνων τῶν ἐχθρῶν γίνεται. ἐπιβὰς γοῦν ἄλλου καὶ λαβὼν ἀνὰ χεῖρας ὑσσὸν ὅλαις ὁρμαῖς σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν Ἀμογαβάροις ἐπέρραξε καὶ ἀρεϊκὸν θάρρος ἔδειξε, παραυτίκα τὸν πόλεμον αὐτουργῶν. καὶ κατὰ πρώτην εἰσβολὴν ἐκείνην εἷς ἤρκεσε τῷ ὑσσῷ προσπαρεὶς καὶ πεσών, καὶ δεύτερος σπάθης γίνεται παρανάλωμα. ἐν ταὐτῷ δὲ δυοῖν ὁρμησάντοιν μετὰ γέρρων εὐθὺ βασιλέως, ἐγγὺς τοῦ ἐν χρῷ γενέσθαι, τὸν μὲν ἔνθεν ὁ πιγκέρνης, τὸν δ' ἔνθεν νέος τις καὶ τῶν βασιλικῶν παιδαρίσκων δέχονται καὶ τὴν βασιλικὴν περιποιοῦνται ζωήν· πολλοὶ γὰρ ἅτε βασιλέως ἐκ τῶν σημείων φανέντος ἐπεισφρήσαν τες οὔταζον, ὥστ' ἐξικνεῖσθαι καὶ κατὰ τοῦ σώματος τὰς πλη γάς, κἂν καὶ βασιλεὺς ἀγχιστρόφους ἐποίει τὰς μετακλίσεις, εἰ 552 μὴ τῶν ἄλλων φυγομαχούντων αὐτὸς σὺν ὀλίγοις ἐν ἀναγκαίῳ κινδύνῳ ἦν καὶ παρακληθεὶς ὑπέστρεφεν. ἀλλ' οἱ μὲν ἐπισπό μενοι οὐκ ἀνῆκαν ἔτι, ὁ δὲ μικρὸν ἀναχωρήσας τοῦ κυδοιμοῦ δά κρυά τε τῶν ὀφθαλμῶν, οἷα λόγος τὸν Ἀγαμέμνονα, ἔρρει, ἕλ κετο δ' ἐκ κεφαλῆς προθελύμνους τὰς τρίχας, τοῖς τῶν Ῥωμαίων ἐποικτιζόμενος πράγμασι, καὶ ὑποστρέφειν ἐσφάδαζε, κἂν οὐκ εἶχεν ὅλως. ἔλεος δ' ἦν ἐντεῦθεν θεοῦ, καὶ ἔννοιά τις εἰσῄει τοὺς ἀντιπάλους ὡς κατ' ἀπάτην ἀναχωροῦσι καὶ ὡς ἐνέδραις προλοχίζουσιν ἄλλοι, καὶ οὕτως ἀνείργονται τῆς διώξεως. ὅθεν καὶ οὗτοι μὲν τῆς ἐπὶ τὸ πρόσω φορᾶς ἵστανται, ἐκεῖνοι δὲ ἄλλος ἀλλαχοῦ διασπαρέντες περισώζονται. ὁ μέντοι γε βασιλεὺς κα ταλαμβάνει μόλις τὸ Πάμφυλον. καὶ δὴ τῆς φήμης διαδοθείσης οὐκ ἦν ὅστις τῶν γεωργῶν, ἐν ἀκμῇ καὶ ταῦτα τοῦ θέρους, ἔξω τῆς Κωνσταντίνου ἐναπολέλειπτο, ἀλλ' ἅμα πάντοθεν μυρμη κιὰν μιμούμενοι ἐσκευαγώγουν ἐφ' ἁμαξῶν, θέρη καὶ δράγματα καὶ σωροὺς χαίρειν ἐῶντες. τοῖς μὲν οὖν ἐναντίοις, κἂν ἵστων τὰ ὁρμήματα τότε κατά τινα ἐνεδρῶν ὑποψίαν, ἀλλ' οὖν