163
οὐκ 553 ὀλίγα τῶν ἀνηκέστων πράξασι καὶ τὰ προστυχόντα ληϊσαμένοις ἐπῄει τὴν Ἄπρω περικαθῆσθαι τῶν εἰσδεδυκότων ἕνεκα, καὶ ἐπει ρῶντο πολιορκεῖν· ὡς δ' οὐκ ἤνυτον τὸ παράπαν, ἔγνωσαν ὑπο στρέφειν. Ἀλανοῖς δ' ἅπαξ ἀφεικόσι τὴν πρὸς τοὺς βασιλεύον τας ἔννοιαν σκυλεύειν τὰ ἐν ποσὶν ἔδοξε, καὶ φίλοι μὲν ἐφίσταν το, ἐχθροὶ δ' ἀπανίσταντο. Ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ ὡς εἰκὸς ἐπαλγήσας τῇ συμ φορᾷ, τῷ μὲν υἱῷ τε καὶ βασιλεῖ τοὺς παρακλητηρίους ὡς εἶχεν ἐνεσχεδίαζε, τὸν δὲ Κουτζίμπαξιν ἀπολύει πρὸς Ἀλανούς, ἅμα μὲν ἐκείνους ἐγκαθεστήξοντα, ἅμα δὲ καὶ Τουρκοπούλους δουλα γωγήσοντα· τῷ γὰρ ὁμοεθνεῖ τε καὶ ὁμογλώσσῳ, καὶ ὅτι συνή θης ἦν Ἀλανοῖς ἐν Νογᾶ, καὶ ὅτι τὴν πρὸς Τουκτάϊν πρεσβείαν αὐτὸς ἐποιεῖτο, εἰς αἰδῶ πρέπουσαν ὑπηκόοις ἐπαγαγέσθαι σφᾶς ἐπιστεύετο. αὐτὸς δ' ἐξ αὐτῆς στρατολογεῖν τε καὶ ἐφορμᾶν ἠβούλετο μέν, ἐπείχετο δὲ ἐξ ἀναγκαίων πολλῶν ἀντισπώμενος. διὰ ταῦτα καὶ ἀπὸ γῆς μὲν δυνάμεις ἀποστόλους προσετοιμάζει, οἷς θαρροῦντες οἱ πρόσχωροι ἀφόβως ἐργάζοιντ' ἂν τὰ τοῦ θέ ρους, Ἀμογαβάροις δὲ τέως ἀνακωχὰς διδοὺς ὡς αὐτίκα κατα 554 δραμούμενος συναχθεισῶν τῶν δυνάμεων, ἔπειτα ἐν τρισὶ καὶ δέκα ναυσὶ Γεννουΐτας ἐκ τῶν Λαζῶν ὑποστρέψαντας συμμαχεῖν ἐπεχείρει πείθειν. ἀλλὰ τοσοῦτον τῶν βουλευμάτων ἐδέησεν ὥστε καὶ ἐξ αὐτῶν δύο ναῦς τὰς καλλίστας ἐκπλεῦσαι ἀγούσας πρὸς Ἰταλῶν ἤθη καὶ Μπυριγέριον. οἱ δ' ἐν ταῖς λοιπαῖς Γεννουῗται τὸ ἐμπορικὸν προϊσχόμενοι ἀπαίρειν καὶ αὐτοὶ ἡτοιμάζοντο. μό λις ἀξιώσεως χάριν ἐκλέγονται δύο, μισθοῦ νομισμάτων ἑξακισ χιλίων, πλὴν ἐπὶ ῥητοῖς, ὥστε ὑφ' ὅρκῳ βεβαίῳ δύο μῆνας ἐκδουλεῦσαι τῷ βασιλεῖ, συμπράττοντας τοῖς λοιποῖς καὶ πολε μοῦντας ἐς ἅπαν ὡς ἐχθροῖς βασιλέως τε καὶ τοῦ περιφανοῦς σφῶν ξυνεδρίου. οἱ δ' ἐν ταῖς ἐπιλοίποις ἐννέα ὡμολόγουν τῷ βασιλεῖ καὶ αὐτοὶ ἐπιστῆναι δωρεάν, καὶ ἐφ' ἡμέραις προσκαρ τερήσαντες κατά τινα τῶν ἐχθρῶν δειλίαν πρᾶξαι καὶ ὑπὲρ τῶν Ῥωμαϊκῶν πραγμάτων πειράσασθαι, κἀντεῦθεν ἀναχωρεῖν, κἂν εὐοδοῖεν κἂν μή. ταῦτα διαπραξάμενος βασιλεύς, πῶς ἂν τὸ ἐντεῦθεν τῶν ἐχθρῶν περιγένηται, βουλευόμενος διεσκόπει.
33. Οὐ μὴν δὲ καὶ οἱ ἀνὰ τὴν Ἀδριανοῦ ἐγκεκλεισμένοι Κατελάνοι, περὶ ἑξήκοντα ὄντες, οἳ καὶ τοῦ Καίσαρος ἐκποδὼν γεγονότος ἔπειτα ὅρκοις δουλαγωγηθέντες ἐγκατεκλείσθησαν, οὐδ' 555 αὐτοί γε τὸ περὶ τὸν βασιλέα ἀνάπυστον γεγονὸς τὸ παράπαν ἠμέλουν, ἀλλὰ φήμης διαδοθείσης ὡς κατὰ κράτος ἡττηθέντων τῶν ἡμετέρων καὶ οἱ τοῦ γένους αὐτῶν μέχρι καὶ αὐτῶν ἴασιν, ἀρήξοντες σφίσι, ῥήξαντες τὰ δεσμά, ἐπεὶ ἐκφυγγάνειν οὐκ εἶχον δυσανοίκτου ὄντος τοῦ πύργου ἵνα καὶ ἐγκαθίδρυντο, ἄνω που ἀνερρηφότες κατὰ τὸ ὕπαιθρον ἐκεῖθεν παρακειμέναις πέτραις ἠκροβολίζοντο καὶ τοὺς ἐπιόντας ἠμύνοντο, σκοπούμενοι κατα πίπτειν μετ' ἀσφαλείας. ἀλλ' οὐκ ἤνυτον τὸ παράπαν, τῶν πο λιτῶν ἐκείνῃ πῃ περιστάντων. ὅθεν καὶ ὀλίγων φυγομαχησάν των καὶ ἑαυτοὺς παραδόντων, οἱ λοιποὶ μέχρι καὶ αὐτοῦ θανά του ἐνεργέστερον ἐπολέμουν καὶ βάλλοντες ἐτιτρώσκοντο. τέλος ὕλην παντοδαπὴν συμφορήσαντες οἱ πολῖται πῦρ ἐνιᾶσιν ὡς κα ταφλέξοντες καὶ πύργον καὶ τοὺς ἐν τούτῳ. καὶ τὸ μὲν ᾔρετο μέγα, οἱ δὲ τῇ φλογὶ ἐνειλούμενοι οὐδ' ἐς βραχὺ τοῦ εὐτόλμου καθυφείκεσαν λήματος, ἀλλὰ πρῶτον περιδυόμενοι ἐσθῆτας, κατὰ πυρὸς βάλλοντες, τὸ πῦρ οἷον ἠμύνοντο, ἔπειτα κατ' ὀλί γον κραταιουμένου τοῦ φλέγοντος ἀνηλίσκοντο ἐς αὐτὸ πηδῶντες ἑκόντες, φιλήμασιν ἀλλήλους ἀφοσιούμενοι καὶ σταυρῷ φραττό μενοι. δύο δέ τινες ἐξ αὐτῶν, ἀδελφὼ καὶ γένος καὶ γνώμας, 556 στερρῶς περισχόντες ἀλλήλους καὶ τὰ ἔσχατα περιπτυξάμενοι, ἅμα μὲν οἴκτῳ ἅμα δὲ καὶ ἀρεϊκῷ ἐπαρθέντες λήματι, τοῦ πύρ γου καταπεσόντες ἐξ αὐτοῦ διαπεφωνήκεσαν. παῖς δ' ἐκείνοις συνῆν, καὶ ἐπεὶ ἀργὸς ἦν ἐκ φιλοίκτου δειλίας καὶ δῆλος ἦν μένων τὴν αὐθεντίαν, εὐθὺς ἀφειδοῦντες ἐκεῖνοι καὶ περισχόντες τὸν νεανίαν ἐρρίπτουν κατὰ πυρὸς εὐθαρσῶς, ὡς οὐχ ἥκιστα σώσον τες ἢ ἀπολοῦντες. καὶ ταῦτ' ἔδρων ἐξ ἀπογνώσεως τοῦ ὅλως