1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

166

λέλεκται τρόπον, ἐπείτοι γε καὶ δι' ὑποψίας Ἀμο γάβαροι γενόμενοι τῆς ἐπὶ τὴν Καλλίου σὺν αὐτοῖς εἰσόδου διεκω λύοντο. αὐτοὺς δὲ Κατελάνους γνωσιμαχοῦντας εἰς τὴν μετὰ τοῦ βασιλέως εἰρήνην ῥέπειν, ἤν τις τὰ πιστὰ σφίσι διδοίη. ἔτυχε δὲ καὶ γραμματεὺς τοῦ Καίσαρος, Ἰάκωβος τοὔνομα, ἁλοὺς ἐπὶ Τενέδου γραφὰς παρὰ τοὺς ἐν Σικελίᾳ κομίζων, ὃν ἐπαναχθέντα πρὸς βασιλέα βασιλεῖ πληροφορεῖν ξυνέβαινεν, ὡς ἢν μή γε καὶ ἄλλοι προστεθεῖεν σφίσι Σικελίηθεν ἀναχθέντες, τὰς ὁρμὰς αὐ τοὶ ὑποκλώμενοι ἕτοιμοί εἰσιν εἰρηνεύειν. τὸ γοῦν ἐκεῖθεν ἰέναι τινάς, ὅσον τὸ ἀφ' ἑαυτοῦ συνεργοῦντος εἰ ἐπισταίη, ἁλόντος ἀνακεκόφθαι. εἶναι δ' ἐντεῦθεν εὐχερὲς αὐτοὺς μετελθεῖν καὶ τὸ τῆς εἰρήνης προβεβλῆσθαι σχῆμα βασιλεῖ τὰ μὴ μάχιμα ἐπαγ 564 γέλλοντι· πέμπειν δὲ τοὺς πιστοὺς ἐς τὰ μάλιστα σφίσι δόξαν τας, καὶ οἷς ἦν ὡς ἥκιστα διαψεύδεσθαι ὑπειλῆφθαι. ταῦτ' ἄρα καὶ βασιλεῖ τοὺς λόγους ἀποδεξαμένῳ, τὸ μὲν αὐτῷ ἐπιστέλλειν τὰ τῆς εἰρήνης συνάμα καὶ ἄλλοις διαπρεσβεύσασθαι, ὅσον τῶν ὀνηΐστων, τοσοῦτον οὐκ ἐχέγγυον ἐκ τῆς πρὸς τὸ γένος οἱ οἰκειό τητος κατεφαίνετο, ἄλλως δὲ τὰ τῆς γνώμης κατασφαλισαμένου, οὐδὲν ἐμποδὼν ὑπετόπαζε τῷ τούτοις ἐπιχειρεῖν αὐτοῦ γε πρε σβεύοντος. ὅθεν καὶ ὅρκοις προκατελάμβανε, καὶ σὺν αὐτῷ τὸν τῶν Λατινικῶν ἑρμηνέα Κορόνην ἐξαποστέλλων ἐκέλευε τὴν τα χίστην ἰέναι καὶ τὰ τῆς εἰρήνης πειρᾶν ὡς οἷόν τε διαπράττεσθαι. καὶ δὴ παραγενόμενοι οὐ πολλῷ ὕστερον σφίσι συνάμα καί τισιν ἄλλοις τρισίν, καθημένων δ' ἔν τινι τῶν φρουρίων καὶ μηνυτῇ χρησαμένων, οἱ ἐν τῷ φρουρίῳ Καλλιουπόλεως Κατέλανοι ὁμή ρους δόντες κατὰ πίστιν τοῦ μή τι παθεῖν ἐκείνους ἀνήκεστον, ἵππους πέντε πέντ' οὖσιν ἐξαποστέλλουσιν, ἐφ' ᾧ καὶ ἐς αὐτοὺς 565 γένωνται· πλὴν ἑκάστῳ συνεπωχεῖτο ὄπισθεν ὁ φυλάξων τὸν ἐπι βάτην, τῷ μὲν δοκεῖν, μή πως ἐξ ἐφόδου τις ἐκπηδήσας τῶν Κατελάνων ἄχαρί τι δράσοι τὸν πρεσβευτήν, τῷ δὲ βαθυτέρῳ, ὡς ἂν μηδὲ καιρὸν διδόντες σφίσι προμαθεῖν τι περὶ ἐκείνων ἔκ τινος περιεργίας ἐπερωτήσασιν.

(2) οἳ καὶ ἐπιστάντες ἔλεξαν τάδε. "βασιλεὺς Ἀνδρόνικος ἡμέτερος μὲν δεσπότης, σφῶν δ' ὑμῶν κλήτωρ, τάδ' ἐπήγγειλεν ὑμῖν. χρεὼν ἀνδράσι θεοῦ μὲν τιμᾶν αἱρουμένοις δίκην, βασιλεῖ δ' ἐς τὰ μάλιστα μεμνῆ σθαι χαρίτων δικαίοις οὖσι, μὴ ὅ τι βουλομένοις ἂν εἴη σφίσιν, ἀλλὰ καὶ ὅ τι συνενέγκοι ἂν ἐς τὸ μετὰ ταῦτα σκοπεῖν. τὸ μὲν γὰρ ἀβούλου καὶ πρὸς τὸ παραυτίκα μόνον ἀφορώσης γνώμης, τὸ δὲ τὴν εἰς τὸ μέλλον πρόνοιαν ἀταμίευτον οὐκ ἐᾷ κεῖσθαι. καὶ ὑμῖν τοίνυν, εἰ μὲν τὴν ἀρχὴν τὰ τῶν ἐχθρῶν ἑλόμενοι ἐς τὴν Ῥωμαίων γῆν ἐσβαλεῖν ἔγνωτε, οὐ δικαίως ἂν νεμεσᾶν ἔχοι τις· μηδὲ γὰρ ἀνθρώποις ἀσύνηθες τοῦτ' εἶναι, καὶ μᾶλλον ὅτε καὶ τὰ γένη διαλλάττοιεν, οἷς ἔνι μὲν σπονδαῖς χρῆσθαι, ἔνι δὲ καὶ ὁμόσε ταῖς μάχαις ἰέναι. ἐπεὶ δὲ ξύμμαχοι προσκληθέντες τὰ 566 τῶν ἐχθρῶν, οὐ δέον ὄν, ἐκ τοῦ ἐξαίφνης ἀνθείλεσθε, πῶς ἂν μὴ θέλων τις ὑμῖν νεμεσᾶν ἐκφύγοι τὸ νεμεσᾶσθαι; μνήσθητε γὰρ πρὸς ἐκείνους χεῖρας ἀνταίροντες, ὑπὲρ ὧν κινεῖν ὅπλα πρὸς τοὺς σφίσι πολεμοῦντας μεγάλων ὡμολογήσατε τῶν μισθῶν. πῶς δὲ δίκαιον καὶ νόμιμον, κειμένων εἴτε θείων εἴτε καὶ ἀνθρωπίνων, θέσθαι μὲν ἐν ἀλογίᾳ τὰ ὀμωμοσμένα, μεγάλων δὲ χρημάτων ὧν εἰς ὑμᾶς ἐδαπανήσαμεν, τὰς καθ' ἡμῶν ὁρμὰς ἀντιδοῦναι; τί δ' ὑμῖν καὶ ἀποκριθείη ἐς τὸ μετέπειτα ὄνομα; συμμάχους ὀνο μάσειέ τις; ἀλλ' αἱρετέα τὰ τῶν ἐχθρῶν ὑμῖν ἔδοξεν. ἀλλ' ἐχθρούς; καὶ τίς ἂν καὶ τίνας μεγάλων μισθῶν ἐπὶ σφετέρῳ πο νήρῳ προσκαλεῖσθαι δέξαιτο; ἀλλὰ συμμάχους μὲν τὸ πρῶτον, πολεμίους δ' ἐσέπειτα καταστάντας; καὶ τί γ' ἄλλο ὑμῖν τις ἐπι καλοίη δεινόν, εἰ σύμμαχοι ἐπιστάντες, πολλῶν καὶ ταῦτα τῶν ἀναλωμάτων, ἔπειτα ἐσπείσασθε μὲν τοῖς ἐχθροῖς δι' οὓς προσε κλήθητε, μετ' αὐτῶν δὲ τὴν ἡμετέραν ληΐζεσθε; τί δὲ καὶ ἀπο λογούμενοι Χριστιανοὶ Χριστιανοὺς τὰ ἀνήκεστα δρᾶτε, τῷ μὴ ἐς ἀναβολὰς θέσθαι, κακοὶ δόξαι ὥσπερ αἱρούμενοι; τί γὰρ τῶν 567 κακῶν οὐκ εἴργασθε; οὐ χώρας ἠνδραποδίσατε; οὐκ ἄνδρας ἐκτείνατε; οὐ νήπια καὶ πρεσβύτας