167
ἀνθρώπους οἰκτρούς, τὰ μὲν ἀνηλεῶς διεχρήσασθε, τοὺς δὲ πᾶσαν ἰδέαν βασάνων διενεγκεῖν ἀναγκάσαντες ἔπειτα ἐκποδὼν ἔθεσθε; τί ὑμῖν τοῦ πράκτορας τοσούτων γενέσθαι κακῶν αἴτιον; Καῖσαρ ἀπώλετο. ἀλλ' οὐχ ἡμῶν γε θελόντων, οἶδεν ὁ πάνθ' ὁρῶν ὀφθαλμός· ἀλλ' οἷς ἐντέτροφε μῖσος τὸ κατ' ἐκείνου ἔκ τινων παλαιῶν μηνιμάτων, τούτοις καὶ μόνοις αὐτόβουλον εἴργασται τὸ πραχθέν. τὸ παθεῖν οὖν ἐκεῖνον τὰ χείριστα, ὡς οὐχ ἡμῖν μετὸν ὅλως εἰς ζημίας δό κησιν, σφίσιν αὐτοῖς εἰς ἐκδίκησιν περιγράφετε. καὶ μὴν παῖς ἦν ἡμῖν ἡ ἐκείνῳ συνοικοῦσα, ὥστ' ἂν καὶ συγγνωτέα ἐδόκει, ἤν πού τί οἱ καὶ πεπλημμέλητο. καὶ τὸ οὕτω τὰ πεπλημμελημένα μετέρχεσθαι τοῖς τῶν Ῥωμαίων ἤθεσιν ἥκιστα χωρητέα. καὶ τοῦτ' ἦν ἴσως εἰ προῦπτον ἦν τὸ ἀδίκημα. ἢν δὲ μηδὲν ἔχοι τις ἐγκαλεῖν ὡς καὶ αὐτοῖς ἡμῖν βουλομένοις εἰδέναι ἂν εἴη, πῶς ἂν 568 αἱρετέα ἡμῖν τὰ μὴ ξυνοίσοντα ξυνέβαινεν εἶναι; χωρὶς δὲ τού των, τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπῃ τραπεῖεν, ἤν πού τι τῶν ἀβου λήτων παρά τινων γένοιτο, ἐκείνοις ἂν ξυμβαίη καὶ παρὰ τὰ οἰ κεῖα ἤθη παρατολμᾶν. οἷς γὰρ σφίσιν ἐν στενῷ κομιδῇ τὰ τῆς ἐκδικήσεως, ἐπιχειρητέα καὶ τὰ ἥκιστα ἂν ἐς ἅπαν συνήθη· φέ ρει γὰρ εἰς καιρὸν ταῦτα τὸ ἀπογνῶναι καὶ τὸ τῶν δρασειόντων ἀσθενὲς καὶ ἀμήχανον τοῦ καὶ τὰ συνήθη παραβαίνειν. καὶ ὧν πραττομένων ἡ μέμψις ἐφῆπται, αἰτιάσαιτ' ἄν τις δικαίως· οἷς δ' ἐν ἰσχύϊ τὸ μετελθεῖν ὡς βούλοιντ' ἄν, τὸ αἱρετὴν αἰσχύνην περιβαλέσθαι σφίσιν ἑαυτοῖς πῶς οὐκ ἀβούλητον; τῶν μὲν οὖν πεπραγμένων οὐχ ἧττον ξυγγνώμονας εἶναι χρή, ἢ ἐκδικητὰς βού λεσθε γίγνεσθαι, τοὺς οὐκ ἂν εἰ μὴ αἱροῖντο κακοὶ φαίνεσθαι καὶ ἐκσπόνδων χείρους ζημιωθησομένους τὸ σύνολον. εἰ δ' οὖν, ἀλλ' ἐκ τῶν φθασάντων σκεπτέα ἂν εἴη ὑμῖν ὁπόσοις, δέον παρ' ἐχθρῶν πλουτεῖν, ἐκ τῶν ἡμετέρων ἐξωλβίσθητε. καὶ ἀφίημι 569 ὅσα ἠλογηκότες τῶν εἰς Ῥωμαίους σπονδῶν καὶ συνθηκῶν ἠνδρα 569 ποδίσασθε· ἀλλ' ὁπόσους ἡμῶν διδόντων ἢ καὶ ἐκκεχωρηκότων λαμβάνειν ἀπώνασθε. τὸ γὰρ τῶν συμμάχων σχῆμα, καὶ τὸ ἔτι δοκεῖν τῶν ἡμετέρων ὑπερπονεῖν, ὡς λαμβάνοντας διετίθει τοὺς οὐδὲν ἧττον διδόντας, κἄν τις καὶ ἄκων εἶναι ἐδίδου προσ αφαιρούμενος. τούτων μνήσθητε, καὶ τὰς ἐξ ἀρχῆς ὁμολογίας αἰδεσθέντες αἷς ἐμπεπέδωσθε, Καίσαρα μὲν πρόφασιν τοὐντεῦ θεν ἀπόθεσθε, ἔννοια δὲ εἰσίτω ὅπῃ γῆς προσκαθήμενοι ταῦτ' ἐργάζεσθε, καὶ εἰ ἀκίνδυνα σφίσιν αὐτοῖς τὸ ἐς νέωτα ἔσται. ἡμῖν μὲν γὰρ καὶ ἐς τόδε δόκησιν παρασπονδήσεως, ὡς ἥκισθ' ἡμῖν πρέπουσαν, ἀποκλίνουσι μαλακώτερον τὰ τῆς μάχης ἐπικε χείρηται· δεινὰ γὰρ τὰ ξυγκείμενα ἀπρακτεῖν πείθει καὶ τὰ δει νότατα πάσχοντας, καὶ πάσχουσίν ἐστι καταφυγὴ ἡ τῶν διομω μοσμένων αἰδώς, ἤν τις καὶ μέμφοιτο. ὑμῖν δὲ ὅποι περιστή σεται τὰ τῆς τόλμης, οὐκ εἰς μακράν, εἰ μὴ παύσησθε, εἴσεσθε. 570 ἀλλ' ὅμως χρὴ καὶ προαναστέλλειν λέγοντας· οὕτω γὰρ καὶ τὴν τοῦ ἐσαῦθις λελεῖφθαι ἡμῖν λόγον συγγνώμης παρὰ τοῖς τὰ δί καια κρίνουσι δόξαν ἀποισαίμεθ' ἄν, καὶ προσέσται τὸ δίκαιον αὖθις, τὰς δίκας λαμβάνειν, ὑμῶν διδόντων καὶ ἀκόντων, σὺν ἀρήξει θείᾳ προαιρουμένοις, ἐπείπερ ἄρχειν τῆς μάχης οὐ κατο κνεῖτε. δεῖ γὰρ τὴν τοῦ παρασπονδεῖν δόκησιν ἐς ἅπαν ἐκκλίνειν. ὁ γὰρ ἐπὶ τοσούτοις δεινοῖς τὴν ἀρχὴν ἐς εἰρηνικὰς ἀξιούμενος καὶ μὴ θέλων, ἐκεῖνος καὶ τὴν τοῦ παρασπονδεῖν τὴν ἀρχὴν δόκησιν δικαίως ἂν ἀπενέγκαιτ' ἄν. τοῖς γὰρ ἐπιοῦσι τὸ πρῶτον, οὐ τοῖς ἀμυνομένοις τὸ ἄδοξον τοῦτο πρόσρημα περιστήσεται, ἤν πού τις ἀδικῶν τὰς συνθήκας τὴν ἄμυναν προσκαλοῖτο. δυοῖν οὖν ἑλέσθαι θάτερον ἀναγκαῖον ἴσως καὶ οὐκ ἀπὸ τοῦ τῷ παρόντι καιρῷ πρέποντος, ἢ πάντα λαβόντας πρὸς τὰ ὑμέτερα ἐπανήκειν ἤθη, ἢ πάντ' ἔχοντας ἡμῖν προσφοιτᾶν, ὡς ἐπὶ μισθοῖς καὶ αὖ 571 θις ἐσομένους, τῇ τῶν Ῥωμαίων ὑπηρετεῖσθαι ἀρχῇ. οὕτω γὰρ κατ' ἄμφω καὶ ἐπὶ βεβαίῳ τῆς κτήσεως συμβαίη ἂν τὰ πάντα κεκτῆσθαι, καὶ τὸ εἰς ἄγαν τὰς σπονδὰς ἠμελῆσθαι ἥκιστ' ἂν δόξειε. καὶ ὅποι ποτ' ἂν προσχωρήσητε, τὴν τῆς ἐν ἀσφαλεῖ συμμαχίας δόξαν οὐκ ἐς ἅπαν ἀποβεβληκότες εἴητε, ἐπεὶ τίν' ἔχει λόγον