169
δὲ Κουτζίμπαξις, καθὼς ἐρρέθη τὰ πρότερα, ἐπιστὰς ἄλλως ἢ ὡς ἐπ' ἀγαθῷ Ῥωμαίων, ᾗ καὶ ἀπέσταλτο, δόξαν παρεῖχεν ποιεῖν. ἦρξε γάρ οἱ τοῦ ἐπὶ τῷ δοκεῖν Ἀλανοῖς ἐκθύμως ἀποστραφῆναι τὰ βασι λέως καὶ δὴ καὶ πιστεύεσθαι ἡ τοῦ Τουκτάϊ πρὸς βασιλέα καὶ περὶ αὐτοῦ ζήτησις, καὶ ἐπεὶ συνάμ' ἐζητοῦντο αὐτός τε καὶ Ἀλανοὶ ὡς ἀρχῆθεν τῇ τῶν Τοχάρων ἀρχῇ προσήκοντες, αὐτοῦ γε καὶ μᾶλλον σὺν ἑτέροις ἄρχουσι παρὰ βασιλέως πρὸς ἐκεῖνον 575 πρεσβεύοντος. ταῦτ' Ἀλανοὶ ὡς πρὸς αὐτῶν ἐκ τοῦ τύχης καὶ αὐτομάτου γεγονέναι δόξαν καὶ λίαν ἀποδεξάμενοι, ὑποποιοῦν ται παντοίως τὸν πρεσβευτήν. καὶ ὁ τέως ἐξημερώσων σφᾶς βασιλεῖ ὅλος, ὡς δόξαι, ἐκείνων γίνεται, καὶ ἐς τοσοῦτον οἰ κειοῦται σφίσιν ὥστε καὶ ἄλλην τὴν τοῦ πρωτεύοντος ἐκείνων Κυρσίτη ἀδελφὴν ἀγαγέσθαι ἐς σύζυγον. ἡ ...... Ἀλανοὶ τὰς τῆς Νεάδος σκοπιὰς καταλαβόντες τόπον διαρκῶς ὀχυροῦσι ταῖς κατὰ σφᾶς ἁρμαμάξαις, αἷς δὴ καὶ διεκομίζοντο. γύναια δὲ καὶ παιδάρια καὶ πᾶσαν ἄλλην περιουσίαν ἐκεῖ συγκλείσαντες, ἐντεῦθεν αὐτοὶ ὡς ἐπὶ βεβαίῳ τῆς ἱδρύσεως ἐξορμώμενοι τὰ πάν δεινα διετίθουν Ῥωμαίους, μόνον δὲ φειδωλοὶ περὶ τὰς σφαγὰς ἦσαν. καὶ ταῦτ' ἠκούετο εἰργασμένος Κουτζίμπαξις, εἰ καὶ ὁ κρατῶν ἐπ' ἐκείνῳ ἔτι πληροφορούμενος οὐδ' ὅλως τὰ τῆς φήμης παραδεκτέα ἡγεῖτο· καὶ γὰρ κἀκεῖνος περιεβουκόλει τὰς ἐλπίδας τῷ βασιλεῖ, ὡς οὐκ ἐπὶ πονήρῳ Ῥωμαίων ταῦτα πράττοι, ἐξ ὧν ἠκούετο πρός τινας τῶν τοῦ βασιλέως ἀπολογούμενος. ἑτέ ρωθεν δὲ κατ' ἀνατολὴν καὶ ὁ Ἀτταλειώτης ἀποστατῶν ἐκηρύσ σετο, καὶ γράμματα ἀφικνούμενα τὴν ἀποστασίαν ἐδήλουν. ταῦτα μὲν οὐ λίαν, ὡς ἐῴκει, ὠδύνα τὸν βασιλέα, τὰ δὲ κατὰ 576 δύσιν διὰ φροντίδος ποιούμενος οὐκ ἀνίει, καὶ μάλισθ' ὅτι καὶ τοῦ στρατιωτικοῦ τοῦ περὶ τὸν βασιλέα Μιχαὴλ διασκεδασθέντος, καὶ διὰ ταῦτα μηδὲν ἔχων ἐκεῖνος πράττειν, τὸν πατέρα καὶ βα σιλέα πέμπων ἐξώτρυνεν, εἰ δυνατά οἱ εἴη, αὐτὸν ἐκστρατεύειν ἐκεῖνον καὶ κατὰ δύσιν περί που Ῥαιδεστὸν καὶ πρόσω στρατο πεδεύεσθαι. ὁρμὴ δ' ἦν πρὸς τοῦτο, ὁπόθεν δέ οἱ δυνάμεις συγκροτηθήσονται σκοπουμένῳ (οὐδὲ γὰρ ἐκ τοῦ κοινοῦ ταμιείου ταύτας γενέσθαι ἐπιτελεῖς διὰ τὴν τῶν χρημάτων ἀπορίαν, ὡς ἔλεγον, δυνατὰ ἦν) ἡ ἐκ τῆς πολιτείας ἐκαραδοκεῖτο ἐθελουσία συγκρότησις. ὅθεν καὶ συνεκρότουν οἱ πλείους, καὶ συνελέγοντο χρήματα. ἀλλ' οὐκ ἦν πρὸς τοιαύτας χρείας ἀρκούντων τὸ συν αγόμενον, καὶ ἠμελεῖτο τὸ ξύμπαν.
5. Ἐν τούτῳ καὶ φάμουσος τόμος πλήρης χλεύης ῥιπτεῖ ται. καὶ οὐ γὰρ ἄλλως τῷ τολμῶντι ῥίπτειν ὑπείληπτο εἰς χεῖρας δεδόσθαι τὸν τόμον τῷ βασιλεῖ, ἢν μὴ ἐν αὐτοῖς τοῦ τῶν ἀνακτό ρων ἄλλο τις λαθὼν ἐκτεθείη ἐπὶ τὸν αὐτὸν θρόνον οὗ εἰώθει κα θέζεσθαι βασιλεύς, τοῦ ἀμφικεφάλου ὑπεντεθειμένου οἱ, πολλὴν τοῦ λαθεῖν πρόνοιαν ποιησαμένου τοῦ θεῖναι τολμήσαντος. ὡς δὲ ὁ τοῦ κοιτῶνος προκαθήμενος ὁ Χατζίκης εἰωθὼς ἐκ τοῦ ἐπὶ πλεῖστον εἰσῄει τὰ τῆς καθέδρας διευθετεῖν, φιλοκαλῶν συνή 577 θως τὸν δίφρον προστετυχήκει τῷ τόμῳ, δόξαν οἱ πρὸς βασι λέως αὐτὸν τεθῆναι ἅτ' ἀπόρρητά τινα περιέχοντα, μηδὲν πολυ πραγμονήσας, μὴ ἀναγνούς, ὡς εἶχεν ἐξ αὐτῆς, οὕτως ἐγχειρί ζει τῷ βασιλεῖ. καὶ δὴ ἔδοξε μὲν ἐκ τοῦ παραυτίκα ἀγνῶτ' ἐγ χειρίζων ξένον τι καὶ φροντίδος ἄξιον ἐργαζόμενος, εἰ ὃν βασι λεὺς οὐκ ᾔδει τεθέντα, ὡς θέντι οἱ παρέχοι. τέως δὲ λαβὼν βασιλεὺς καὶ τὴν ἀρχὴν διελθών, τὸ πᾶν τῆς γραφῆς ὡς ἐκ κρα σπέδου τὸ ὕφασμα κατενόει, κἀντεῦθεν μεταξὺ τοῦ θέλειν γνῶ ναι καὶ μὴ ὡς τὸ εἰκὸς γιγνόμενος δεινὰ ἐποίει καὶ ἐν ἀμηχάνῳ ἦν. εἰ γὰρ πάντες ἄνθρωποι τοῦ εἰδέναι φύσει ὀρέγονται, ὡς καὶ ἡ τῶν αἰσθήσεων ἀγάπησις μαρτυρεῖ, τὸ περὶ ἑαυτοῦ, βασιλέα καὶ ταῦτα ὄντα, εἰδέναι, ᾧ ἔνι μὲν καὶ κολακείας ἐνεδρευούσης παρὰ μηδενὸς ἀκούειν τὰ δοκοῦντα ξύμφορα, ἤν οἱ παρὰ γνώμης εἶεν, ἔνι δὲ καὶ κράτος ἰσχύος ἐξ ἀξιώματος τὸ θελητὸν ἐς ἅπαν ἐξο μαλίζειν, μηδενὸς ἀντιξοοῦντος διὰ τὴν ἐκ συνηθείας ὑποστολὴν τοῦ μὴ δοκεῖν βασιλεῖ προσκρούειν, πῶς οὐ μανθάνειν κἀκεῖνον τὸ πρᾶγμα γλίχεσθαι