170
παρεσκεύαζεν τὸν τοιαῦτα τολμῶντα; ἀλλὰ ταῦτα μὲν ἐν παρατηρήσει ἐτίθει ἀνίχνευτον τὸν δεδρακότα. 578
6. Οἱ δὲ Ἀμογάβαροι, ὡς πολλάκις ἤδη προείπομεν, ἐκ θέοντες πανταχοῦ καὶ τὰ δεινὰ Ῥωμαίους τιθέμενοι περικαθί ζουσι φρούριον περὶ τὸν Σιγὸν ποταμόν, Μάδυτον ἐγχωρίως λε γόμενον. ὀχυρὸν δὲ ὄν, ὡς εἰκός, οὐ δυνατὸν ἦν αὐτοῖς κρα τηθῆναι. πολιορκήσεις δὲ καθ' ἑκάστην ποιοῦντες καὶ μηχανάς, τὰ πάντα μάταια διεφαίνοντο. ἐπεὶ δὲ μὴ ἀνυστὰ τοῖς Ἰταλοῖς ἦν, λιμῷ τὸ φρούριον ἔγνωσαν πολιορκεῖν. χρόνου τοιγαροῦν τριβομένου ὁ λιμὸς ἐντὸς κραταιῶς ἐπήρχετο, ὥστε καὶ τῶν ἀπη γορευμένων τοὺς ἐποίκους ἅψασθαι λόγος. τέλος γοῦν ἀπορίᾳ συσχεθέντες ἐφ' ὁμολογίαις τοῦ μή τινας ἤδη φονευθῆναι, ἄλ λως δὲ ὡς ἐκείνοις ἀρεστὸν χρήσασθαι, τὸ φρούριον ἤδη παρέ χουσιν. εἰσελθόντες οὖν ἅπαντας ἐξοίκισαν, ἄλλους ἀλλαχοῦ διασπείραντες. αὐτοὶ δὲ ὡς ὁρμητηρίῳ τούτῳ χρώμενοι ἐξέθεον πανταχοῦ τῆς Θρᾴκης, τὰ πάνδεινα ἐργαζόμενοι.
7. Ὁ δὲ Μπυριγέριος, ὡς ἤδη προείπομεν, Γεννουΐταις κρατηθεὶς καὶ εἰς Τραπεζοῦντα ἀναχθεὶς ὡς αἰχμάλωτος, ἔπειτα πάλιν καταχθεὶς μετ' αὐτῶν, καὶ δύο μῆνας προσμεινάντων τριήρεων δύο μισθοφορίαις τοῦ βασιλέως ἐπὶ τὸ στενὸν Καλλιου πόλεως, τελεσθείσης δὲ τῆς τῶν δύο μηνῶν προθεσμίας ἀπάγε ται μετ' αὐτῶν πρὸς τὴν Γέννουαν. τῶν δὲ Κατελάνων πρότε ρον τριήρεων πρεσβευσάντων περὶ τούτου, οὐδὲν ἤνυσαν. 579
8. Ὁ δὲ βασιλεὺς πρὸς τοῖς ἄλλοις οἷς εἶχε καὶ ὡς δυνα τὸν ἐσπούδαζε ταῦτα θεραπεύειν, καὶ τὰ τοῦ πατριαρχοῦντος Ἀθανασίου θεραπεύειν περὶ πολλοῦ ἐποιεῖτο. διὰ τοῦτο παν τοίως μετήρχετο τὸν πατριάρχην Ἀλεξανδρείας Ἀθανάσιον ὁμονοῆσαι τοῖς πραχθεῖσιν ἐπὶ τοῦ πατριάρχου Ἀθανασίου. ὁ δὲ οὐ μὴ μόνον συνῄνει τοῖς πραχθεῖσιν, ἀλλὰ προφανῶς ἀπεσχί ζετο. ἐπεὶ δὲ οὐκ ἦν ἄλλο τι ἐκεῖνον δρᾶν καθ' ἑαυτὸν ποιμε ναρχοῦντα καὶ μᾶλλον δόξαν ἐπὶ συνέσει καὶ ἀγχινοίᾳ ἔχοντα, πρὸς τὰ οἰκεῖα τῆς ἑαυτοῦ ἐκκλησίας χρησάμενον πλῷ ἰέναι ἠπεί γετο. καὶ ὃς ἐξ αὐτῆς συσκευασάμενος, ἐπειδὴ οὐκ ἦν δυνατὸν αὐτῷ ἐπ' Ἀλεξανδρείας τῷ τότε, ἐπὶ Βενετικῆς τριήρεως ἐς Κρήτην ἐστέλλετο· ἐκεῖ γὰρ ἔγνωστο αὐτῷ κατὰ τὸ τοῦ Σινᾶ (Σιναΐτης γὰρ ἦν ἀρχῆθεν) παραγενέσθαι μετόχιον. ὅμως γε μέντοι μεταξύ που διερχόμενος εἰς τὴν κατ' Εὔβοιαν Μάκρην, ὁ λόγος εἶχε, κατήντησεν. ἃ δὲ τούτῳ συνέβη περιπλανωμένῳ, μετ' ὀλίγον ῥηθήσεται. ὁ δὲ πατριαρχεύων Ἀθανάσιος τὰς ἐκείνου ἐκ χρυσοβούλλων μονάς, τήν τε κατὰ τὸν Ἀνάπλουν τοῦ ἀρχιστρατήγου καὶ τὴν ἐντὸς τοῦ εὐεργέτου Χριστοῦ, χειρωσά μενος, τοῦ βασιλέως ἀφιέντος σφραγῖδα ἰδίαν, καὶ καθηγούμε 580 νον ἐπ' αὐταῖς καθίστα. ὕστερον δὲ καὶ τὴν τῶν Ὁδηγῶν μο νὴν οὕτως ἔδρα, αὐτὸς ἐπιστάς, αὐτὸς καταστήσας ἐκ χειροτο νίας ἡγούμενον, αὐτὸς καινουργήσας καὶ τὴν ἀναφορὰν τοῦ ἰδίου ὀνόματος, τότε χηρευούσης ποιμένος τῆς Ἀντιοχείας, ὡς ἐντεῦ θεν καὶ τούτων ὡς καὶ τῶν ἄλλων ἐξουσιάζειν, καὶ τὰ δυνατὰ καὶ εὔπορα καρπίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως εἶχε.
9. Συνέπεσε δὲ ἐντεῦθεν δεινὰ φρουρίῳ τινὶ κατὰ τὴν Μυσίαν τὴν ἐν τῷ Ὀλύμπῳ, τὰ Κουβούκλεια λεγομένῳ. ἐπειδὴ γὰρ οἱ ἐν τῷ φρουρίῳ ἐπιθεμένων τῶν περὶ τὸν Πέρσην Ἀτά ρην ἐν χρῷ κινδύνου ἐγένοντο, ἀμηχανοῦντες μόνον σύμφορον ἐνενόουν τὴν ἐκ Λοπαδίου ἀρωγήν· ἐκεῖ γὰρ διῆγεν ὁ Μακρηνὸς σὺν ὀλίγοις τισὶ καὶ τοῖς περιοῦσιν Ἀμογαβάροις, οὓς φθάσας ὁ Καῖσαρ ἀπέστειλεν ἐπὶ φυλακῇ τῶν ἐκεῖ. πέμψαντες οὖν βοη θεῖν ἠντιβόλουν τῷ Μακρηνῷ. πέμπει ἑξήκοντα Ἀμογαβάρους ὡς πιστοὺς τοῖς Ῥωμαίοις, οἵτινες δὴ παραγεγονότες πρότερον Πέρσαις κατὰ τὸ λεληθὸς κοινολογησάμενοι, καὶ τὰ πιστὰ δόντες καὶ λαβόντες, ἦ μὴν αὐτοὺς μὲν ἐπ' ἀγαθῷ τῷ ἰδίῳ συμπράξειν, ἐκείνους δὲ πρὸς Λάμψακον ὡς περαιωθεῖεν διασώσασθαι, εἰσελ θόντες δὲ τὸ φρούριον οὐδὲν ἦν δεινὸν ὅπερ εἰς τοὺς ἐποίκους 581 οὐκ ἐποίησαν. καὶ τέλος τοὺς ἐντὸς