173
διεπυνθάνετο πῶς ἂν πάντας δια 588 χειρίσαιτο· ὁ δ' ἔφασκέ οἱ τοὺς ἡμίσεας ἔξω που στεῖλαι, καὶ τοὺς ἐναπολειφθέντας ἐρήμην ἀποκτειννύναι, κἀκείνους ἐκ δια δοχῆς. ὁ δὲ δεῖγμα τοῦ τοιούτου ἀπῄτει πρὸς πίστωσιν. καὶ δέχεται δὴ κεφαλὰς ἀνδρῶν ἀποσταλείσας παρ' ἐκείνου ὡς δῆθεν Περσῶν. καὶ ἠπάτησεν ἄν, εἰ μή τις γυνὴ μίαν τῶν κεφαλῶν ἀριδήλως ἐγνώρισεν τοῦ ἰδίου ἀνδρός, ἐξ ἧς τὰς λοιπὰς Ῥωμαίων εἶναι κατὰ τὸ εἰκὸς ὑποτοπήσαντες πείρας ἐκείνης ἀπέσχοντο.
13. Ὁ μέντοι γε βασιλεὺς λιμῷ καὶ πολιορκίᾳ καὶ τὰ κατ' ἀνατολὴν φρούρια ταλαιπωρεῖσθαι πυνθανόμενος, τὸν μὲν λιμὸν ἐκ τῶν κατὰ πόλιν μεγίστων μονῶν τὸ περιττὸν τῶν σίτων ἐκλέγων, στέλλων τοὺς διακομίσοντας κατὰ θάλασσαν, ὡς ἦν θεραπεύειν ἠπείγετο, τὴν δὲ τῶν Τούρκων καταδρομήν, τὰ αὐτὰ τῷ Κάνι τῶν Τοχάρων Χαρμπαντᾷ ἃ δὴ καὶ τῷ Καζάνῃ δια πρεσβευόμενος, ἠξίου κατὰ συμμαχίαν πέμποντα στρατὸν ἀνα στέλλειν. μικρὸν ὅσον, καὶ πρέσβεις ἐκεῖθεν ἀφίκοντο, καὶ ἀγγελίαι ὡς περὶ μʹ χιλιάδας ἀνδρῶν μαχίμων ἤδη καθητοιμά σθησαν, ὧν τὰς κʹ φθάσας ὁ τοῦ Χαρμπαντᾶ αὐτανέψιος ἄγει 589 περί που τὸ Ἰκόνιον· μεθέπεσθαι δὲ καὶ τὰς λοιπὰς οἱ πρέσβεις διεβεβαίουν, εἶναι δὲ μὴ πλέον σφίσι τοῦ μαθεῖν τὴν τοῦ βασι λέως θέλησιν, ὅπου καὶ ἐπὶ τίνας προσβάλλοιεν ἀμυνόμενοι τοὺς ἀλάστορας. καὶ ὁ μὲν κρατῶν ἐν τούτοις ἦν, καὶ δῶρα καὶ πρέσβεις πρὸς ἐκείνους ἐξητοιμάζετο· ἀγγέλλεται δὲ καὶ φήμη προστρόπαιος, ὡς κατείληπται Ἔφεσος παρὰ τοῦ Περσάρχου Σασᾶν, ὃς γαμβρὸς ἅμα καὶ θεράπων τοῦ Καρμανοῦ Μαντα χίου ὢν ἐκείνου μὲν ἐκ πολλοῦ ἀπεστάτησε, καθ' ἑαυτὸν δὲ δυ νάμεις ἄγων ὑπὲρ ἐκεῖνον ἐκραταιοῦτο. καὶ δὴ προεάλω μὲν παρ' αὐτοῦ τὸ ἐκεῖσε τῶν Θυραίων φρούριον, λιμῷ πολυημέρῳ τοὺς ἐκεῖ παραστησαμένου· ἐπεὶ δ' αὖθις ταύτης χάριν τῆς αἰ τίας ἐξ ὁμολογίας τοῦ μή τι τῶν ἀνηκέστων τοὺς ἀνθρώπους πα θεῖν συγκατείληπται καὶ ἡ Ἔφεσος, σκεύη μὲν ἐκεῖνα τὰ τῷ ναῷ ἀφιερωμένα τοῦ ἠγαπημένου τῷ Χριστῷ καὶ παρθένου, χρημά των τε ἄπιστον πλῆθος διεφορεῖτο, μετῳκίζοντο δὲ καὶ οἱ πλείους τῶν πολιτῶν ἐπὶ τὸ τῶν Θυραίων φρούριον, δέει τοῦ μή τι πα θεῖν ἐκ δόλου τοὺς Περσάρχας ἄχαρι ἐπιθεμένων ἐκείνων, ἢν καιρὸς διδοίη. ἄλλους δὲ πλείστους ἔργον μαχαίρας ἐποίουν ἀνοικτὶ σφάττοντες.
14. Ταῦτ' ἀγγελλόμενα, καὶ πρὸς αὐτοῖς ἕτερ' ἄττα δεινὰ καθ' ἡμέραν, δεινῶς ἀλύειν ἐποίουν τὸν βασιλέα. οὐ μὴν 590 δ' ἐς τέλος κατέπιπτεν, ἀλλὰ καὶ αὐτός, ὅσον εἶχεν, οὐκ ἔλη γεν ἀντιπαλαμώμενος, καὶ τέως τὸ ἐγκόλπιον κακὸν ὑπὲρ τἆλλα ἔθελεν ἀνασπᾶν. τὸ δ' ἦν Ἀμογάβαροί τε καὶ οἱ σὺν αὐτοῖς Πέρσαι, οἷς δὴ καὶ οἱ ἄνω ῥηθέντες ὑπὲρ τοὺς χιλίους ὄντες Τουρκόπουλοι προσεχώρησαν. ἐπειδὴ γὰρ συνάμα Ἀλανοῖς ἀφειστήκεσαν, ἐκεῖνοι μὲν κατ' αὐτοὺς ἦσαν, καὶ δόξαν ἐκ πολλῶν ἐδίδουν, εἰ μὴ ἱκανῶς πρὸς βασιλέως μισθοῖντο, ἀποχωρεῖν πρὸς Ὀσφεντίσθλαβον. ταῦτα γὰρ Κουτζίμπαξις ἐπανήκων πρὸς βασιλέα διεβεβαίου· πρῶτος δὲ τῶν ἱερομάγων τοὔνομα τοῦτο ἐξελληνίζεται. οἱ δὲ Ἀλανοὶ μαθόντες ὡς Τουρκόπουλοι ἀπέκλινον πρὸς Καλλιούπολιν ἅμα γυναιξὶ καὶ παισίν, αἴφνης ἐπεισπεσόντες κατὰ τὴν πρὸς βασιλέα δῆθεν χάριν, γυναῖκας ἐκ πολλῶν ὀλίγας καὶ παῖδας περισχόντες πρὸς τὸν κρατοῦντα ἀπέ στελλον. ταύτῃ τοι καὶ τῶν ἐχθρῶν κρατυνομένων, ὡς καὶ ἐξε λαύνειν καὶ κατατρέχειν τὰ λοιπὰ τῆς Θρᾴκης ἠγγέλθαι, οἱ μὲν τοῖς προαστείοις ἐγκατῳκημένοι τῆς πόλεως ἀπαίροντες πρὸς τὴν πόλιν ἐσκευαγώγουν, βασιλεὺς δὲ καὶ πολλοῖς ἄλλοις ἐπιχειρῶν ἐφ' ᾧ τοὺς ἐχθροὺς ἐπίσχοι, καὶ πρὸς Γέννουαν πέμπει πρεσβείαν, ἀξιῶν ἐκεῖθεν ἀναχθῆναι στόλον νηῶν κατ' ἐντελεῖς τοὺς μισθούς, καὶ ἅμα ἦρι πρὸς τάδε ἀφῖχθαι. 591 15. Ἐν τοσούτῳ δὲ καί τις τῶν διαπεραιωθέντων Περ σῶν, Ἰσαὰκ Μελήκ, σατράπης ὢν καὶ πολλοὺς ἄγων, πέμπων πρὸς βασιλέα κρυφηδὸν παρὰ πᾶσαν τῶν Κατελάνων αἴσθησιν ἠξίου περὶ σπονδῶν, ὡς αὐτόθεν ἀποστατήσων Ἀμογαβάρων, καὶ ὅσα τοῖς τοῦ βασιλέως συνοίσει πράγμασι κατὰ τὸ δυνατόν, ὡς ἔχει, διαπραξόμενος, ἢ γοῦν αὐτόθι μένων,