174
εἰ δυνατὸν ἦν, ἢ καὶ ἐπὶ τοῖς ἀντιπέραν σὺν ἰδίῳ λαῷ γενόμενος. βασιλεὺς δὲ τῶν δεινῶν ὁσημέραι πληθυνομένων καὶ μὴ ἐώντων ἄλλο τι βου λεύεσθαι ἢ τὸ χείρω ποιεῖν τὰ τῶν ἐχθρῶν κατά τινα σύνεσιν (ἄλλως γὰρ ἀντιπράττειν καὶ πολεμεῖν οὐδ' ὅλως ἦν) ἀσμένως προσίετο τὴν πρεσβείαν, καὶ ἀντιπέμψας διά τινος Πέρσου, μὴ φωραθείη δῆθεν τὸ μελετώμενον, δοῦναι μὲν εἰς γυναῖκα τὸ τοῦ παλαιοῦ ἐκείνου Μελὴκ θυγάτριον τῷ Περσάρχῃ καθυπισχνεῖτο, παρέχειν δὲ ὅσα τε κατὰ προῖκα καὶ ὅσα κατ' ἄλλην φιλοτιμίαν τὰ ἱκανά. ἀλλὰ τούτων ὁσημέραι διαγγελλομένων, καθ' ὑποσχέ σεις τοῦ καὶ αὖθις προσχωρεῖν τοὺς ἀποστατήσαντας Τουρκοπού λους αὐτοῦ γε συμπράττοντος, εἰ μόνον πέμποιντο αἱ τούτων γυναῖκες, πλὴν μετ' ἀσφαλείας τοῦ μήτι παραβῆναι κατ' ἀπά την τῶν συγκειμένων, ὡς γοῦν ταῦτ' ᾠκονόμηντο καὶ ἤδη ἐπέμ ποντο, φωρᾶται τοῖς Ἀμογαβάροις τὸ δρᾶμα, καὶ Ῥομοφόρτος τὸν Περσάρχην εἰς κρίσιν ἄγει, καὶ ὅσοι συνεμελέτων αὐτῷ τὰ 592 τῆς ἀποστατήσεως. τοῖς δὲ μὴ ἔχουσιν ὅλως ἀπολογεῖσθαι, ἓν εἰς ἀπολογίαν προυτείνετο, τὸ ἀπατᾶν ὑπὲρ τοῦ λαβεῖν θέλειν τὰς συζύγους τοὺς Τουρκοπούλους. πλὴν ὑπονοηθέντες ἐντεῦ θεν τὰς εἰς αὐτοὺς πληροφορίας τῶν Ἀμογαβάρων ἀπέλυον. ὅθεν καὶ ἐξ αὐτῆς ἀντιπερᾶν ἐγνώκεσαν τὸν Περσάρχην. αὐτοὶ δὲ κατὰ νώτου λιπόντες τοὺς Πέρσας, περί που τὰ τῆς Μαδύ του μέρη, ἔνθεν μὲν ταῖς παρ' αὐτοῖς τριήρεσι χρώμενοι τὸ προσ τυχὸν ἐληΐζοντο τρόπον πειρατῶν κατὰ θάλασσαν, κατὰ δὲ ξη ρὰν ἔθεον παμπληθεί, καὶ προσδόκιμοι ἦσαν προσβαλεῖν καὶ πό λει· προσετόλμων δὲ καὶ πρὸς βασιλέα πρεσβείαν πέμπειν, καὶ ἀξιοῦν διδόναι μὲν τοὺς μισθούς, συνωνεῖσθαι δὲ καὶ τὰ σκυλευ θέντα, καὶ οὕτω μετ' εἰρήνης ἐπὶ νηῶν πέμπειν αὐτοὺς εἰς τὰ ἴδια. ἐπεὶ δὲ ταῦτ' οὐκ ἐχώρουν γίνεσθαι, ἄπρακτα τὰ τῇδ' ἦσαν, μόναις δὲ ταῖς πρὸς θεὸν ἱκετείαις ἤλπιζον σώζεσθαι, ἃς συχνὰς ὁ πατριαρχεύων παμπληθεὶ διεπράττετο. τέως δὲ καὶ τὸ τοῦ Κοσμιδίου φρούριον, δεδιότων μὴ ἐπιστάντες κατάσχοιν το, ἐκ μέρους κατήρειπτο, καὶ ξενικὰς δυνάμεις ἔκ τ' Ἰβηρίας (κἀκεῖ γὰρ ἀποστέλλων βασιλεὺς περὶ συμμαχίας ἠξίου) ἔκ τε Γεννούας ἀπεξεδέχετο. οὐδὲ γὰρ οὐδὲ τὰ ἐντὸς ἐσάπαξ ἀσφα λῶς εἶχον τῷ βασιλεῖ, ἀλλ' ἔνθεν μέν τις τῶν ἐπιρρήτων ἐκ δύ 593 σεως, ἱερωσύνης περικτᾶσθαι δόξας ἀξίωμα καὶ πρὸ χρόνων προσ χωρήσας ἐκεῖθεν τῷ βασιλεῖ, ὁ τοιοῦτος ∆ριμὺς τοὐπίκλην, ὄνομα θεὶς ἑαυτῷ ὡς δῆθεν ἐκ τοῦ γένους τοῦ Λάσκαρι καταγό μενος, ὑπήρχετο τοὺς πολλοὺς καὶ τὴν ἐκ βασιλέως ἀποστασίαν οἰκονομῶν οὐκ ἀπώκνει, ἔπεμπε δὲ λόγους καὶ γράμματα καὶ πρὸς αὐτοὺς Ἀμογαβάρους, τὴν κατὰ βασιλέως μάχην σφίσι δο λερῶς ὑπανάπτων· ἐκεῖθεν δὲ ὁ εἰς ἀξίαν τοῦ δομεστίκου προ χειρισθεὶς τῶν σχολῶν (ὁ Κατελάνος δ' οὗτος ἦν καὶ πρώην ἀμη ραλῆς) συνάμα τῷ ἐκ δύσεως Μυζάκῃ, ὃν ἐπὶ στρατοῦ εἶχεν ὁ ἄναξ, πολλά τινα κατὰ Ῥωμαίων ξυνέρραπτον, πρὸς Ἀμογαβάρους πέμποντες καὶ τὴν μάχην ὡς μάλιστα ἐξοτρύνοντες. ταύτῃ τοι κἀκείνους φωραθέντας ποινή τις ἀξία λαμβάνει τετυχηκότας δικαστηρίου κεκλεῖσθαι ταῖς φυλακαῖς. δόξαντας δέ τι κἀν μέ ρει τοὺς σχιζομένους μετέχειν ἐκείνῳ τῶν βουλευμάτων ἅμα πάν τας, πλὴν τῶν μὴ δυναμένων κινεῖσθαι, μὴ μόνον τοὺς τοῦ Μω σελὲ μονῆς ἀλλὰ καὶ τῆς πόλεως ξυνέπιπτε μετοικίζεσθαι, καὶ ταῦτα καιρῷ χειμῶνος καὶ κρύους.
16. Ἡμῖν δὲ οὐδὲ τὸ κατὰ τὸν πάπαν Ἀλεξανδρείας σιγητέον. ἔτυχε μὲν οὗτος συνάμα τοῖς περὶ αὐτὸν κατὰ τὴν Εὔ βοιαν, ὡς ἀνωτέρω μοι εἴρηται, παρά τινι τῶν δημοτικῶν μι 594 σθοῦ ξεναγούμενος· ἐπεὶ δὲ καιρὸς διῆλθε καὶ οὐδὲν ὅλως συνέμιξε τοῖς ἐκεῖ, εἰς ὑποψίαν καθίσταται, καὶ μᾶλλον φρερίοις ἐκ ζη λοτυπίας διὰ τὸ σέβας, οἳ καὶ ἐπιστάντες, ἅμα καί τινες τῶν δυναστευόντων, τὴν ἐνδημίαν ἀνέκρινον. ὡς δὲ πλέον οὐκ εἶ χον μανθάνειν ἢ τὴν ἐκ παρόδου καταγωγὴν καὶ τὴν εἰς εὔκαιρον γενησομένην αὖθις ἐκεῖθεν ἀναγωγήν, τέως περὶ τῆς δόξης ἀνέ κρινον, καὶ ὅπως ἔχοι πρὸς τὴν αὐτῶν ἐκκλησίαν, καὶ οἷς εἰς ἁγιασμὸν χρῶνται ἀζύμοις, μετὰ πολλῆς ἠρώτων τῆς ἐπιθέσεως. ὡς δ' οὐκ ἦν αὐτὸν περὶ τούτων ἀποφαίνεσθαι,