1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

175

ἐκεῖνοι δίκαιον εἶναι καὶ πρέπον πατριάρχην γε ὄντα λέγειν αὐτὸν τὰ τῆς γνώμης σφοδρῶς κατήπειγον· εἰ δ' οὖν, ταῖς οὐ καλαῖς ὑποψίαις δο κεῖν ἐνέχεσθαι. τοῦτο ἐφ' ἡμέραις ποιοῦντες, ἐπεὶ οὐδὲν ἤνυ τον, τέλος θάτερον δυοῖν ποιεῖν ἐδικαίουν, ἢ λαμβάνειν τὴν ἐξ ἐκείνου περὶ αὐτῶν ὁμολογίαν, καθὼς ἦν βουλητὸν σφίσιν, ἢ κατακαίειν αὐτόν τε καὶ τοὺς ἀμφ' αὐτὸν ὡς περὶ τὴν ἐκκλησίαν αὐτῶν ἁμαρτάνοντας. ὥριστο τοίνυν ἡμέρα, καὶ λαὸς ἤθροιστο, καὶ λιπαρῶς ἀνέκρινον πάλιν. ὁ δ' οὐδὲν παρὰ τὰ πρότερα ἔλε γεν· εἶναι γὰρ ὁδίτην, καὶ μὴ ἀνάγκην ἔχειν μή τινος συνεστώσης συνόδου λέγειν. καὶ ἐπεχείρουν κατακαίειν. κἂν καὶ εἰς ἔργον 595 προύβη τὸ μελετώμενον, εἰ μή γέ τις ἐξ ἐκείνων σταθεὶς τὴν βου λὴν ἔλυε· μηδὲ γὰρ εἰς συνοῖσον τῷ γένει τούτων γενέσθαι τὴν πρᾶξιν, ἀλλ' ἀνάγκην εἶναι μεγάλου τινὸς τῶν κατ' Ἀλεξάνδρειαν καὶ ἱκανὴν συγγένειαν ἔχοντος ζητηθῆναι τὸν φόνον τούτου ἀπὸ τῶν ἐκεῖ καταιρόντων τῆς αὐτῶν φύτλης, οἳ δὴ κατὰ χρείαν ἐμ πορείας τοῖς κατ' Αἴγυπτον τόποις ἐφίστασθαι μέλλοιεν. ταῦτ' εἰπὼν ἔδοξε πιθανός, καὶ τὸ χείριστον ἐκεῖνο σκέμμα ὡς ἀράχνης ἱστὸς διελύετο. διωρίαν οὖν ἡμερῶν τῷ πατριάρχῃ διδοῦσι τῆς χώρας ἐξελθεῖν, μεθ' ἃς εἰ ἐπιμείνοι, δέχεσθαι τὸν κίνδυνον ἐδικαίουν. ὡς δ' οὐδὲν ὑφίστατο οὐδὲ τὴν ἐγγύην ἐδίδου, εἰς δέκα πάσας τὰς ἡμέρας περιιστῶσι καὶ ἀπολύουσιν. ἀλλ' οὕτως ἀλύουσι τούτοις, ἐπεὶ πρὸς ταῖς Θήβαις ἦσαν, μαθὼν ὁ τοῦ τό που ἄρχων καὶ μέγας οὕτως φημιζόμενος κύριος κακὸν ἀπάντημα γίνεται· κατασχὼν γὰρ εἱρκταῖς παραδίδωσι ταῖς ἀφαλεστάταις, καὶ τιμῆς δισχιλίων νομισμάτων ἠβούλετο ἀποδόσθαι. ὕστερον δὲ μετὰ καιρὸν χρησίμου φανέντος τοῦ πατριάρχου τῷ κατέχοντι νοσηλευομένῳ, ἐλευθερία τοῖς κατακλείστοις δίδοται. καὶ περὶ τὸν Ἁλμυρὸν δεχθέντες ἐκεῖ που καὶ κατεσκήνουν, εὐμενῶς τῶν τοῦ τόπου κυρίων αὐτοὺς ὑποδεξαμένων. ἡμῖν δ' ἐφεξῆς ἑκτέον τῆς ἱστορίας. 596

17. Μοναχός τις Ἱλαρίων, νέος ὢν καὶ κατὰ τὴν τῆς Περιβλέπτου μονὴν ἐνασκῶν, ἐπεὶ κατ' Ἐλεγμοὺς ἐγεγόνει πεμφθεὶς ἐπὶ ταῖς τῆς μονῆς χρείαις (ἦν γὰρ τὸ κτῆμα τοῖς ἐκείνων μετοχίοις ἁρμόζον) ὁσημέραι τε τὰς ἐκεῖθεν ἐκστρατείας ἑώρα Περσῶν, ὡς πάντα μὲν τὰ ἐκεῖ ληΐζεσθαι, ἐπιχρᾶν δὲ καὶ τοῖς κατ' Ἐλεγμούς, καὶ τολμητίας ὢν ἄλλως καὶ ἐμπειρίαις πολεμι καῖς οὐκ ἀπᾴδων, τὸν ἐκεῖσε συλλέγων λαὸν καὶ προσβάλλων τοῖς ἐπιοῦσι Πέρσας κακῶς διετίθει καὶ τὸν τόπον πολυωρῶν οὐκ ἀνίει. ἀλλ' ἡ πολιτεία εὐθὺς καὶ ἡ ὀφειλομένη σεμνότης καὶ ἡ κατ' ἀρετήν οἱ κυρία καὶ μόνωσις πρῶτον μὲν τὸν αὐτοῦ καθη γούμενον, μετέπειτα δὲ καὶ πατριάρχην πείθει μαθόντα ἐμβρι θῶς καὶ δι' ἐπιτιμημάτων σφοδρῶν ἀπείργειν τῆς πείρας τὸν μο ναχόν. ἀλλ' ἐπεὶ καὶ προστιμᾶν ἐδέδοκτο τοῖς μεγίστοις διὰ τὸ τόλμημα, γνοὺς ἐκεῖνος βασιλεῖ προστρέχει. ὁ δὲ καὶ δέχεται καὶ τὰ καθ' ἑαυτὸν διακυβερνᾷ, οὐ μὴν δὲ καὶ τὸν πατριάρχην ἐκείνῳ εἶχεν ἐξευμενίζεσθαι. ἐν τοσούτῳ τοῦ καιροῦ τριβομένου καὶ τῶν ἐκεῖ πραγμάτων ἀμελουμένων, ἐπισυνίστανται Πέρσαι καὶ ἐπιθέμενοι αἰφνηδὸν πλεῖστον φόνον ἐργάζονται, ἐκείνων φυ λαχθέντων καὶ μόνων ὁπόσοι καὶ παρεβύθησαν τῷ φρουρίῳ. ταῦτα γνοὺς βασιλεύς, καὶ ἐπαλγήσας τῇ συμφορᾷ, εἶχε μὲν 597 ἀνενέγκαι τὴν αἰτίαν ἐφ' οὓς καὶ δίκαιον ἦν ἀνενέγκαι· ἀλλ' ὅμως τὸ περιὸν τῆς εὐλαβείας, καὶ ὅτι ἐδόκει ζητεῖσθαι συντήρησις τάξεως μοναχῶν, ἀμελεῖν ἐποίει, καὶ τὰ τῆς θεραπείας ὡς ἐνῆν διεσκόπει, εἰ [γὰρ] καὶ ἄπρακτα πάντα κατὰ πεπραγμένων ἐφαί νετο. μόλις λιπαρῶς τῶν περιλειφθέντων ἀξιούντων βασιλέα περὶ τοῦ Ἱλαρίωνος, ἐνδυναστεύει τὸ τῆς ἀνάγκης, καὶ πεμφθεὶς ἐπὶ πατριάρχην μόλις ἀνίεται. καὶ αὖθις ἐπιστάς, ὅσον ἦν, τὰ ἐκεῖσε διησφαλίζετο· τὸ γὰρ πέριξ ἅπαν τοῖς Πέρσαις κατείληπτο, καὶ Προῦσα τὰ δεινὰ τὰ πρὸς ἐκείνους διδοῦσα τέλους ὀνόματι, σκιὰν εἰρήνης οὐκ ἐν εἰρήνῃ παρὰ τῶν Περσῶν ἀντελάμβανεν.