1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

176

18. Ἀλλ' ἰδού γε ἅμ' ἦρι μακραὶ νῆες περί που τὰς ἐν νεακαίδεκα ἐκ Γεννούας ἐφίστανται, πλὴν οὐ καθὼς διαπρεσβευό μενος βασιλεὺς πρὸς αὐτοὺς ἠξίου. ἀλλ' ὁ μὲν κρατῶν ἐπ' αὐ τῷ τούτῳ τῷ τῆς συμμαχίας μόνῳ μετεκαλεῖτο τὰς ναῦς, οἱ δὲ σκέψει διδόντες τὸ ἀξιούμενον καὶ τὸ πολὺ τῶν ἀναλωμάτων ἐκ λογισάμενοι, ὑποτοπάζοντες δὲ καὶ ταῦτα, μή πως βασιλεὺς ἐν τοσούτῳ ἄλλως πως τοὺς ἐχθροὺς μετέλθοι, ἢ κατὰ μάχην στρα τεύμασιν ἢ κατ' εἰρήνην χρήμασι, καὶ οὕτως ἄπρακτα σφίσι τὰ 598 καθ' αὑτοὺς φανείη, πρὸς τῷ καὶ τὰς ἐξόδους παρέχειν τὸν βα σιλέα ἐνέχεσθαι ἐξ οὗπερ καὶ τῶν ἰδίων ὅρμων ἀπολυθήσονται, ὡς αὐτοῖς ἐστὶ σύνηθες, ἐμπορικὰς ταύτας εὑρόντες πρὸς ταῖς ἐξόδοις καὶ πλείστῳ λαῷ ἱκανουμένας ἀποστέλλουσι, παραγγεί λαντες σφίσιν, εἰ βασιλεὺς προσκαλοίη συμμάχους, πάσης ἄλ λης ἀσχολίας ἀνωτέραν τὴν συμμαχίαν θέσθαι, ὁμολογήσαντες αὐτοῖς ἐκεῖθεν καὶ τὰς μισθοφορίας τῶν συνήθων ἐλαττουμένας χάριν τὴν πρὸς βασιλέα. συνέπραττε δέ τις ἐκείνοις ταῦτα Γεν νουΐτης Σπίνουλος, τὸν τοῦ βασιλέως υἱὸν καὶ δεσπότην Θεόδω ρον εἰς γαμβρὸν ἤδη λαβὼν ἐπὶ θυγατρί. ὁ γὰρ βασιλεὺς καὶ πατὴρ τὸν μετὰ τὸν Ἰωάννην πολλοστὸν τῷ χρόνῳ ∆ημήτριον δεσπότην καταστήσας εἰς Λαγγιβαρδίαν ἐξέπεμπεν· ἡ δὲ μήτηρ ὡς μείζω ἐξέκρινε τὸν Θεόδωρον, καὶ ἀπὸ Θεσσαλονίκης ἀντ' ἐκείνου τοῦτον πρὸς τὸν τοῦ ἀδελφοῦ κλῆρον ἀποκαθίστα, τὴν τοῦ μαρκεσίου τιμὴν ληψόμενον, ἐπεὶ ἐκεῖνος μὲν ἐξ ἀνθρώπων ἐγένετο, τὸν δὲ βασιλέα οἱ ἐκεῖ πέμψαντες ἠξίουν διά τινος τῶν ἰδίων τέκνων, καὶ μᾶλλον τοῦ τῷ χρόνῳ τῶν λοιπῶν προφέροντος Ἰωάννου, κατά τινα κληρονομίαν δικαίαν ἐκείνου ἄπαιδος τελευ τήσαντος, τῶν κατ' αὐτοὺς ἀντίσχεσθαι. ὃ καὶ γεγονὸς ὕστε 599 ρον, ἐκεῖνοι κατ' Ἰταλοὺς τὸ πᾶν τὸν δεσπότην μετασκευάσαντες οὕτως ἠγάπων ὑποκλινόμενοι πρὸς ὑπακοήν. ἀναχθεισῶν τοι γαροῦν τῶν νεῶν, προηγούμενον τῶν ἄλλων ἐκείνοις ἦν τὸ τοῦ βασιλέως μανθάνειν θέλημα, ὡς πραξείουσιν ἃ ἂν αὐτὸς ἐπι τάττοι. ὁ δὲ τὴν μετ' εἰρήνης διάλυσιν, εἰ δύναιτο, τέως τῆς μάχης πολέμου ἐτίθει πολλῷ περὶ πλείονος, εἰ καὶ χρήματα δα πανᾶν μεγάλα ξυμβαίη· τὴν μὲν γὰρ ἀναιμωτί, τὴν δὲ πολλῶν πεσόντων κατὰ πόλεμον γίνεσθαι. ἐπεὶ δὲ κἀκεῖνοι πολλάκις πέμποντες ἠξίουν τὰ κεχρεωστημένα λαμβάνειν καὶ ἀπαλλάσσε σθαι (τὰ δ' ἦσαν, ὡς ἐκεῖνοι ἐβρενθύοντο, περί που τὰς τρια κοσίας χιλιάδας τοῦ νομιζομένου χρυσίου), καὶ γὰρ τότ' ἦσαν ἐξ ὑπογύου καὶ οἱ πεμφθέντες εἰς τοῦτο πρέσβεις, ὧν δὴ προυξέ νουν μὲν Γεννουῗται, οἱ αὐτοὶ δὲ καὶ τὰ τῆς πρεσβείας πρὸς βα σιλέα διηυθέτουν, μὴ δυναμένων ἐκείνων βασιλεῖ ἐμφανίζεσθαι. διὰ δὴ ταῦτα προσιέμενος ὁ κρατῶν τὴν πρεσβείαν, τοὺς μὲν ἐν ταῖς ναυσὶ παρακατέχειν οὐκ εἶχεν ὁρμῶντας πρὸς Εὔξεινον διὰ 600 τὰ φορτία διαπλωΐζεσθαι, τέσσαρας δὲ μόνον τριήρεις ἐπὶ ῥη τοῖς μισθοῖς παρακατασχών, ἐφ' ᾧ διατηροῖεν τὰ τῆς Ἀβύδου στενά, ἅμα μὲν κωλύειν τοὺς διαπεραιουμένους Πέρσας, ἅμα δὲ καὶ τὰς πειρατικὰς ἐπέχειν, ἤν που φανεῖεν, τὰς δ' ἄλλας ἀπέ λυε, πλὴν ἐπὶ ῥηταῖς ἡμέραις εἴκοσιν, ἵν' ἢν μὲν ἐν τῷ μεταξὺ ξυμβιβάζοιντο, εἰ δ' οὖν, συμμαχοῖεν τότε κατὰ τὰ δόξαντα. καὶ οἱ μὲν ἀπέπλεον, ὁ δὲ βασιλεὺς ἐκλεξάμενος πρέσβεις πρὸς Ἀμογαβάρους ἀπέστελλε, τάξας καὶ ὃ ἦν βουλομένῳ οἱ δοῦναι χρυσίον, εἰς ἑκατὸν χιλιάδας ποσούμενον, εἰ δ' οὐ πείθουσι, προστιθέναι καὶ πλέον. οἱ γοῦν πρέσβεις ἐπιστάντες οὐδὲν ἤνυ τον· ἔτυχον γὰρ παμπληθεὶ πρὸ ἡμερῶν ἐκεῖνοι τῆς Καλλίου ἐκ στρατευσάμενοι. οὐδὲ γὰρ ἠρέμουν τὸ σύνολον κακουργοῦντες. καὶ δὴ τῆς βουλῆς ἐκείνοις ἐνδοιαζομένης, τοῖς μὲν ἐδόκει διελ θόντας τὸ μεταξὺ Βραγχιαλίου καὶ πόλεως, καὶ τὸ οἰκούμενον ἐρημώσαντας, τέλος τῇ πόλει προσσχεῖν καὶ προσκαθημένους ἀπαιτεῖν τοὺς μισθούς. εἰ οὖν λάβοιεν τούτους· εἰ δ' οὖν, τὸ δόξαν ἐπιτελεῖν. τοῖς δέ, καὶ μᾶλλον Τουρκοπούλοις διὰ τοὺς οἰκείους αὐτῶν κατεχομένους παρ' Ἀλανοῖς, ἐπ' ἐκείνους πρότε 601 ρον ἰέναι ἐδόκει, ἱκανῶς καὶ τῶν ἐφοδίων ἐφ' ἁμαξῶν ἔχοντας. καὶ γὰρ καὶ Ἀλανοὶ ἅπαξ βασιλέως ἀποστατήσαντες, πέμποντες πρὸς Ὀσφεντίσθλαβον ἤδη