1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

178

καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Βαρέως οὕτω πύλην καλουμένην, πῦρ ἐνιέντες, πυρπολοῦσιν εἰς τέλος· ὡς δ' ἔνδοθεν καὶ αὕτη τῷ ἐκ πετρῶν τειχίσματι περιεφράγνυτο, ἀμηχανήσαντες ἑλεπόλεις ἱστᾶσι. καὶ μηχάνημά τι πολιορκικόν, προωθουμένην εὐκινή τως ὑπότροχον κλίμακα, βύρσαις βοῶν δι' ὅλου κεκαλυμμένην, ἐξετοιμάσαντες φέροντες πρὸς τοῖς τείχεσιν ἵστων, καὶ τοὺς ἐπι βησομένους ἐξώτρυνον. ἦν δ' ἐν αὐτοῖς καὶ ὁ Φαρέντα Τζιμῆς σημαίαν ταῖς χερσὶ φέρων καὶ ἐξ ἄκρας κορύζης ῥὴξ μὲν Σικελίας φημιζόμενος, εὔελπις ὢν καὶ ἐπὶ τῇ ἁλώσει ὅσον οὔπω τοῦ ἄστεος. ἐκ χειρὸς τοίνυν καταστάσης τῆς μάχης καὶ ἀναρριχω μένων ἤδη τῶν θερμοτέρων, οἱ ἐντὸς ἀντιπαλαμώμενοι, κίονα 605 μακρὰν ὑπαναβιβασάμενοί τε καὶ προσαράξαντες ἐκ τοῦ αἰφνηδόν, τὸ μὲν μηχάνημα κατασπῶσι, πάντας δὲ τοὺς ἐκεῖ μεταχειριζομέ νους φθορᾷ προσεπέλασαν. καὶ οὕτω μὲν ἀπογνόντες τῆς ἀπα ναστάσεως ἅπτονται, οὐκ ὀλίγους ἄνδρας ἀρεϊκοὺς ἀποβαλόντες. κἀκεῖθεν Παμφύλου πειρῶνται, κἀκεῖ τὰ ὅμοια δράσαντες καὶ παθόντες ἐπὶ τὴν Καλλίου βαδίζουσιν. ∆ιδυμοτείχου καὶ λίαν ἀπέσχοντο· καὶ γὰρ ὁ βασιλεὺς Μιχαὴλ ἐκεῖθεν ἐξώρμησε καὶ περὶ τὴν Μόρραν διέτριβε.

20. Πρὶν δ' αὐτοὺς ἐκεῖ παραγγεῖλαι, ἐπεὶ καὶ αἱ ἐκ Γεννούας νῆες ἐκ Τραπεζοῦντος καὶ τῶν ἄνω τόπων κατάρασαι προσέσχον τῇ Κωνσταντίνου καὶ ἤδη ἐπ' οἴκου ἔμελλον ἀποπλεῖν (οὐδὲ γὰρ ἐδόκει τῷ βασιλεῖ παρακατέχειν σφᾶς κατὰ συμμα χίαν· αὐτοῖς μὲν γὰρ οὐκ ἦν κατὰ γῆν πολεμεῖν, Ἀμογάβαροι δὲ κατέθεον τὴν μεσόγειον), τέως δ' ὅπερ ἦν αὐτοῖς δυνατὸν καὶ τῷ βασιλεῖ χρήσιμον κατεφαίνετο, βασιλέα τε ἠξίουν ὅπερ ἂν βούλοιτο προστάττειν. ὁ δὲ ἐκ παρόδου προσσχεῖν τῇ Καλλίου προσέταττε καὶ πεῖραν προσάξαι, κἀκεῖνοι ὑφίσταντο, παρά τι νων εὐαριθμήτων φυλασσομένῃ, καί τι γενναῖον, εἰ δυνηθεῖεν, 606 διαπραξαμένους ἔπειτα ἀποπλεῖν. ὡς γοῦν προσέσχον, μάχην συστήσαντες τὸ μὲν ἐμπόριον πυρπολεῖν ἐπιχειροῦσι, πῦρ δ' ἐναύ σαντες καί τινα τῶν νηῶν ἐφορμῶσαν τῷ λιμένι καταφλέξαντες τὸ μέρος, οὐδὲν πλέον ἤνυσαν. εἶτα καί τινα τῶν ἰδίων εὐγενῆ γεννάδαν ἀποβαλεῖν κατὰ πόλεμον, πληγῆναί τε καὶ τὸν Μουρί σκον ἀμηραλῆν. ὡς δὲ τῷ ἄστει ἐπεχείρουν, μοῖρά τις τῶν πο λεμίων φανεῖσα, πολύν τε στήσαντες τὸν κονιορτὸν κἀντεῦθεν δόξαντες εἶναι τὸ σύμπαν τῆς στρατιᾶς, δειλίαν ἐμβάλλουσι μα χομένοις ἐκ τοῦ ἐξαίφνης. καὶ διὰ ταῦτα, οὐκ ὀλίγα καὶ τῶν λαφύρων ἐκεῖνοι λαβόντες καὶ πρύμναν κρουσάμενοι, ἀπελύοντο πρὸς τὰ ἴδια ἤθη.

21. Βασιλεὺς δὲ καὶ αὖθις πέμπων ἐπείρα μετ' εἰρήνης τῷ λαβεῖν χρήματα ἀπαλλάττεσθαι πείθειν. ἀλλ' οὐκ ἔπειθε διαπρεσβευόμενος· τοὺς γὰρ αὐτοὺς ἀντέπεμπε Ῥομοφόρτος τὴν εἰρήνην ἀπεροῦντας, εἰ μὴ τὰ καὶ τὰ γένοιτο, λέγων ἅπερ δὴ καὶ προείπομεν. ἦσαν δὲ καὶ πρέσβεις ἐξ Ὀσφεντισθλάβου πρὸς Ῥομοφόρτον, σπονδὰς ζητοῦντες καὶ τὴν ἀδελφὴν Ὀσφεντισθλάβου, τὴν τοῦ Τζακᾶ τοῦ φονευθέντος σύζυγον, ἐγγυωμένους πρὸς γάμον ἐκείνῳ, ὥστε ἔχειν ὁμαιχμίαν κατὰ Ῥωμαίων· καὶ τούτοις ὁ Ῥομοφόρτος συγκάταινος ἦν. τῶν δὲ ποῦ βασιλέως 607 πρέσβεων ἐς πόλιν παραγγειλάντων, καὶ ἀγγελλόντων ὡς καί τι νες τῶν Περσῶν διαπερῷεν ὑπὲρ τετρακοσίους (καὶ τοῦτο γὰρ ἐβρενθύετο Ῥομοφόρτος, ὡς εἴη τὰ δυνατά οἱ ὁπόσους θέλοι διαπερᾶν τοὺς κατὰ Θρᾴκην αἰγιαλοὺς κατέχοντι ὡς ἂν μηδὲν μηδ' ὅλως παρὰ τῶν τοῦ βασιλέως νηῶν κωλυθησομένων), παρ αυτίκα μοῖρά τις καὶ μάλιστα τῶν Περσῶν εἰς τὰ τοῦ Γάνου στενὰ εἰσβαλόντες αὐτοβοεὶ τὸν αὐχένα κατέσχον, καὶ πολλὴν λείαν ἐξ Εὐδημοπλατάνου ληϊσάμενοι, τοὺς πολλοὺς φονεύσαντες, ἀρτύναντες ἑαυτοὺς ἐντεῦθεν καὶ τὸ ἀσφαλὲς σχόντες ἐκ τοῦ φρουρίου τοῖς λοιποῖς ἐνεργέστερον ἐπεχείρουν. ἐκεῖθεν καὶ ἕως Ῥαιδεστοῦ, τὰ πρὸς τὰ ὧδε κατά τε πλάτος Βιζύης καὶ πρόσω, ἅπαντα τὸν τοσοῦτον τόπον ἀνθρώπων παντελῶς ἐρημώσαντες τοῖς ἐκείνων καρποῖς ἐνετρύφων· πελάγει γὰρ ληΐων κυματίζοντι προστυγχάνοντες, ἐξ αἰχμαλώτων τοὺς ἀμητῆρας ἐπιστήσαντες, μυρίον