179
διεφόρουν πλοῦτον, ἁμάξαις καὶ ζώοις διακονούμενοι. βασιλεῖ μὲν οὖν ἐδόκει καὶ βουλευταῖς ἐκ πολλοῦ πέμπειν διὰ ταῦτα καὶ κατακαίειν τὰ ἄνω καὶ πόρρω που Σηλυβρίας· ἔτι δὲ πολλῶν αἰτιῶν χάριν ὤκνουν καὶ ἀνεβάλλοντο τὴν ἐγχείρησιν. ἐς τοῦτο δ' ἀπεκρίθη τότ' οἶμαι καὶ ὄψις ὀνείρου φανεῖσά τινι τῶν 608 ἐκ τῆς τάξεως τοῦ παλατίου χρόνοις τρισὶ πρότερον ἢ ταῦτα γε νέσθαι· Πέρσαι γὰρ ὀχούμενοι καμήλοις καθ' ἑῷον αἰγιαλὸν ἀπὸ Σκουταρίου καὶ τὸ ἐπέκεινα ἵστασθαι τὸ ὄναρ ἐδείκνυ, ἐξαίφνης δὲ κατ' αἰθέρα τὰς καμήλους πετομένας καὶ τοὺς ἐπιβάτας φε ρούσας πρὸς τὴν ἀντίπεραν γίγνεσθαι. καὶ ταῦτ' ἐπράττετο μη νὸς Ἀνθεστηριῶνος, ὅτε βασιλεὺς Μιχαὴλ ταῖς σφῶν ἀτασθα λίαις προσκόπτων, ὀλίγους περὶ αὐτὸν ἔχων τοὺς συναναβάντας ἀπὸ δύσεως ἐκ προσπαίου, πέμπων πρὸς τὸν πατέρα ἐκχωρεῖ σθαί οἱ τὴν πρὸς ἐκείνους ἀφίππευσιν, εἰ μὴ ἄλλως καὶ αὐτόθεν θέλοι ξυμμαχεῖν, ἐζητεῖτο· τὴν γὰρ χώραν ἤδη προνενομεῦσθαι, καὶ ἄρδην φανερὰν εἶναι ἀπολουμένην, ἢν μή τις ὑπέρσχῃ. ἀλλ' ἡ περὶ ἐκεῖνον ὀλιγοχειρία ἐμποδὼν ἦν, καὶ μέλλησις προμηθὴς σπουδῆς ἐπικινδύνου τὸ τηνικάδε κρεῖττον ἐδόκει. Ἄλλο δέ τι μᾶλλον ἐπραγματεύετο.
(22) ὡς γὰρ ὁ Πέρ σης Ἰσαὰκ (τοῦτο γὰρ ἦν ὄνομα), ὃν καὶ τὰ πρότερον ἱστο ροῦμεν τοῖς Ἰταλοῖς κατὰ δύσιν συνόντα πέμπειν παρὰ τὴν ἐκεί νων πρὸς βασιλέα αἴσθησιν, καὶ σπονδὰς πρὸς αὐτὸν συντίθε σθαι θέλειν κατά τι γαμικὸν κῆδος τὸ ἐπὶ τῷ τοῦ Μελὴκ θυγα τρίῳ, καὶ φωραθέντα μετ' εἰρήνης καὶ αὖθις ἀντιπεραιωθῆναι πρὸς Ἰταλῶν συνάμα καὶ τῷ ἰδίῳ λαῷ, ὡς γοῦν καὶ αὖθις 609 πέμπων ἀντολίηθεν οὗτος κατήπειγε τὰς σπονδάς, ὑπισχνούμε νος πολλὰ μὲν καὶ ἄλλα τοῖς Ῥωμαίων συνοίσοντα πράγμασιν, οὐ μὴν δὲ ἀλλὰ καὶ τοὺς ἐχθροὺς καὶ πρώην ἀποστατήσαντας Τουρκοπούλους ἐκ μηνυμάτων τῶν πρὸς ἐκείνους προσάξεσθαι, ἢν μόνον γυναῖκες ἐκείνων ἐπισταῖεν καὶ τέκνα τὰ παρὰ τῶν Ἀλα νῶν πρὸς πόλιν ἀποσταλέντα, βασιλεὺς ἐξ ἅπαντος θέλων τὰς τῶν Ἰταλῶν δυνάμεις ἀρρωστοτέρας ἐγκαθιστᾶν δέχεται τὴν πρεσβείαν, καὶ φιλανθρώπους τὰς ἀποκρίσεις διδοὺς πῶς ἂν κατὰ τρόπον ταῦτα καταστήσειε διεσκέπτετο. οὐδὲ ἡμῖν ἴσως χεῖρον προαναλαβεῖν καὶ δηλῶσαι περὶ τοῦ κορίου, τίνος μὲν Μελὴκ θυγάτριον, ὅπως δὲ κατὰ πόλιν ἐν τοῖς Ῥωμαίων ἤθεσι προσέκυρσε διαιτᾶσθαι. Ἀζατίνης μὲν οὖν σουλτὰν ἐκεῖνος περὶ οὗ ἐν τοῖς προτέροις λόγοις ἐλέγομεν, ἔτι τῆς Περσίδος καθε στώσης, ἐπεὶ ἐκποδὼν ἦν αὐτῷ ὁ πατὴρ Ἰαφατίνης, οὗ δὴ καὶ Πέρσαι κατήκουον, εἰς διαφορὰς μεγίστας πρὸς τὸν ἴδιον ἀδελ φὸν Ῥουκρατίνην καθίστατο· διημφισβήτει γὰρ τῆς ἀρχῆς ἐκεῖ νος καὶ διετέλει μαχόμενος, ὡς καὶ εἰς Τοχάρους ἀποκλῖναι ἤδη τοῖς Περσῶν ἐπιχειροῦντας πράγμασι, καὶ τὰς ἀρκούσας δυνά μεις ἐκεῖθεν λαβὼν τὰ δυνατὰ τἀδελφῷ ἐπεισφρεῖν. καταταχού μενος δ' ὑπ' ἐκείνων Ἀζατίνης ἔγνω κατὰ σπονδὰς προσχωρεῖν 610 τῷ προβεβασιλευκότι τῷ Λάσκαρι. ὁ δ' ἐκεῖνον καὶ ὑποδέχεται προσενεχθεὶς φιλανθρώπως καὶ τιμᾷ τοῖς προσήκουσιν, οὐ μὴν δὲ ὥστε καὶ παρακατέχειν δεῖν ἔκρινεν, ἀγωνιῶν περὶ τῆς σφετέ ρας, μή πως ταῖς πρὸς τὸν Ῥουκρατίνην συμμαχίαις οἱ τέως ἀλ λοτρίως τοῖς Πέρσαις ἔχοντες Τόχαροι κατοικειωθέντες ἐγκρατεῖς μὲν αὐτῶν γένωνται, τοῖς Ῥωμαίων δὲ πράγμασι προσβάλλειν ἔχοιεν ἐξ ἐγγίονος. ταύτῃ τοι καὶ τὴν περὶ αὐτὸν συγκαθίσας βουλὴν ἐπήγγελε βουλεύεσθαι περὶ τῶν προκειμένων, ἑνὸς ἀπι σχομένους καὶ μόνου, τοῦ τὸν Ἀζατίνην παρακατέχεσθαι· τὴν γὰρ βουλὴν εἶναι ταύτην ἀπίστου μὲν πρὸς βασιλέα, ἐπὶ πονήρῳ δὲ καὶ τῶν Ῥωμαϊκῶν πραγμάτων βουλεύειν προαιρουμένου, ὅμοιον ἄρα ποιοῦντος καὶ λέγοντος ὥσπερ εἴ τις τὸν θριγγὸν κα ταλύειν ἐβούλευε τῶν ὀχυρωμάτων καὶ θέλων ταῦτα διατηρεῖν. ὡς γοῦν οὕτως ἀπείρητο βασιλεῖ μὴ παρὰ Ῥωμαίοις τὸν Ἀζατίνην 611 κατέχεσθαι, καὶ ἡ βουλὴ συνεφώνει, ἐπανέζευξε μὲν αὐτίκα καὶ αὖθις ὁ προσχωρήσας, οὐ μὴν δὲ καὶ βασιλικῆς ἀπήλαυσε βοη θείας ὥστε περιγενέσθαι τοῦ ἀδελφοῦ. ὡς δὲ καὶ αὖθις ἐκεῖνος ἐνεργέστερον ἐπολέμει καὶ