180
οὐκ ἦν παραμένειν τὸν ὑστεροῦντα, ἐπεὶ καὶ ἐκποδὼν ἤκουε τὸν Λάσκαριν γεγενῆσθαι καὶ ἐπὶ τῶν ὅλων καταστῆναι τὸν Παλαιολόγον, ἐχέγγυον ἔχων ἐκεῖνος τὴν πρὸς τὸν βασιλεύσαντα συνήθειαν προσχωρεῖ καὶ αὖθις ἐκείνῳ τευξόμενος συμμαχίας. ἀλλὰ πολὺ τῶν ἐλπίδων ἐψεύσθη· ὁ γὰρ βασιλεὺς τοῦ πρὸς Τοχάρους κήδους δεύτερα πάντα τὰ τοῦ σουλτὰν τιθέμενος, τὸν μὲν Τοχάρων ἄρχοντα Χαλαοῦ, τὸ ἐκ σπερμάτων σκοτίων θυγάτριον τὴν Μαρίαν πέμπων, κηδεύει, εἰ καὶ τούτου ἐν τοσούτῳ ἐξ ἀνθρώπου γεγονότος ὁ Ἀπαγάς, ἀδελφὸς ὢν ἐκείνου ἐπὶ τῆς ἀρχῆς τεταγμένος, τὴν Μαρίαν ἠγά γετο. τὸ δὲ σουλτὰν κατὰ πόλιν ἔχων ἤδη Ῥωμαίοις ἁλωμένην περιεβουκόλει ἀλλαχόθεν αὐτῷ τὰς ἐλπίδας. ὁ δὲ μὴ ἀγνοῶν τὰ βουλεύματα, καιροῦ δραξάμενος, ὡς ἐλέγομεν ἐν τοῖς προτέ ροις, Αἴνοθεν φεύγει, καὶ ξὺν Τοχάροις τοῖς κατὰ δύσιν, ἅμα δὲ καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι Κωνσταντίνῳ, τὴν φυγαδείαν διατίθεται ἀνὰ τὰ τοῦ Εὐξείνου βόρεια. πολλοῖς δὲ χρόνοις ὕστε ρον, ἐκποδὼν γεγονότος ἐκείνου, ὁ ἐξ ἐκείνου Μελὴκ τὸν Εὔξει νον διαπεραιωθεὶς πρὸς Καστάμονα γίνεται. καὶ ἤδη Τοχάροις 612 ὑποκλιθεὶς τὴν πατρικὴν αὐτοῦ καὶ παππῴαν λῆξιν ἐπανασώσα σθαί οἱ διεπειρᾶτο. ἀλλ' Ἀμούριος ἐμποδὼν ἐγίνετο, καὶ μα χόμενος οὐκ ἀνίει, μέχρις οὗ κατισχυθεὶς ἅμα γυναικὶ ὁ τοιοῦτος παραγεγονὼς πρὸς τὴν κατὰ Πόντον Ἡράκλειαν βασιλεῖ προσχω ρεῖν ἔγνω. καὶ παραγεγονὼς κατὰ πόλιν, ὅπως τοὐντεῦθεν ἐκ δημοῦντος τοῦ βασιλέως τότε πρὸς Νύμφαιον, αὐτὸς ἀφεὶς τὴν σύζυγον κατὰ πόλιν, ὑφ' ὁδηγοῖς τοῖς τοῦ βασιλέως τὴν πρὸς ἐκεῖνον διήρχετο φέρουσαν, καὶ ὅπως ἐξ Ἀτραμυτίου λαβὼν τὰς βουλὰς ἀπέδρα, καὶ ὅπως τὰ καθ' αὑτὸν διῴκησεν, ἐρρέθη τὰ πρότερα. ὕστερον δὲ καὶ ἡ σύζυγος ὑποστρέφει, ἐκείνου μὲν ἀξιοῦντος, βασιλέως δ' ἐφιέντος. τὸ δὲ κόριον ὡς ὅμηρον κατα λείπεται. ἤδη μὲν οὖν τὸ τοιοῦτον ἐτέθραπτο κατὰ πόλιν ἐπὶ συχνοῖς τοῖς χρόνοις ὑπὸ βασιλικῷ σιτηρεσίῳ, καθὼς ἄρα καὶ ὁ Μελὴκ Κωνσταντῖνος, τῶν τοῦ σουλτάνου υἱῶν ἅτερος, καὶ αὐ τὸς παρὰ Ῥωμαίοις ἐγκαταλέλειπτο, ὃς δὴ καὶ βαπτισθεὶς ἐκθύ μως προσετετήκει τοῖς Ῥωμαϊκοῖς ἤθεσιν. αὐτὸ δὲ τὸ τοῦ Μελὴκ ἐκείνου θυγάτριον μαθὼν Ἰσαάκ, Μελὴκ φημιζόμενος καὶ αὐτός, πρὸς γάμον καὶ αὖθις ᾔτει. ἐζήτει δὲ καὶ τὸν θεῖον ταύτης Με λὴκ προβληθῆναι πρὸς βασιλέως σουλτάν, κἀκεῖσε καὶ αὐτὸν πεμφθῆναι, καὶ οὕτως υἱοποιηθέντα καὶ αὐτὸν Ἰσαὰκ βασιλεῖ τὰ 613 πρὸς Ῥωμαίων κατὰ τὸ δυνατὸν ἐνεργεῖν. ταύτῃ τοι καὶ βασι λεὺς ἐνασμενίσας τῇ κοινοπραγίᾳ τοῦ Πέρσου, τὸ μὲν σουλτὰν ἐγκαθιστᾶν τὸν Μελὴκ καὶ θεῖον τῆς κόρης οὐκ ἐδοκίμαζε τέως, τὸ γύναιον δέ, καὶ μεγάλην ἐξετοιμασάμενος προῖκα, σὺν αὐτῷ διαποντίους εἰς Πηγὰς πέμπει, ἵνα δὴ καὶ ἐπήγγελε καθημένους τὰ συμφωνούμενα καθιστάνειν σὺν τῷ καὶ τῆς πόλεως Πηγῶν τὸν Μελὴκ ἡγεῖσθαι. πλὴν δ' ἀλλὰ καὶ συχνὰ τῶν ἀκατίων ἐκεῖσέ πῃ παρεσκευάζετο, διαπερᾶν, εἰ θέλοιεν, Πέρσας. ὅτε δὴ καὶ περικαθημένων σὺν Πέρσαις τῶν Ἰταλῶν τὸν τοῦ Ῥαιδεστοῦ πύργον, διανοουμένων ἐξελεῖν καί οἱ χρωμένους ὁρμητηρίῳ τοῖς περὶ τὴν Θρᾴκην πράγμασιν ἐφεδρεύειν, βασιλεὺς πέμψας τριήρεις δύο ἐπειρᾶτο μετάγειν ἐκεῖθεν τὴν ἄχρηστον ἡλικίαν, ὡς διαμενούντων καὶ μόνων τῶν ἐνεργῶν κατὰ πόλεμον. καὶ δὴ ἐπιστᾶσι τοῖς βασιλέως ἐμποδὼν ἔστησαν Πέρσαι κατὰ στόμα διακινδυνεύοντες· εἶτα μαθόντες τὴν περὶ αὐτοὺς τοῦ βασιλέως προμήθειαν καθυφῆκαν τέως καὶ ἑκόντες φυγομαχοῦσιν ἐῴκεισαν. καταταχήσαντες δ' ἐν τοσούτῳ οἱ τῶν τριήρεων πολλοὺς τῶν ἀχρήστων ἐκεῖθεν κατάγουσι, καὶ οὕτω διαφορήσαντες εὐρωστο 614 τέρους τοὺς περικλείστους κατέστησαν, ὥστε καὶ ἐξιόντας ἐκ πο δὸς διώκειν τοὺς ἐπιόντας. οἳ καὶ δυσχρηστούμενοι ἐπὶ τούτοις τὰ μέχρι Σηλυβρίας καὶ ἐπίταδε κατατρέχουσι, καὶ κακῶς διετί θουν οἷς ἄρα καὶ ὑστεροῦν συνέβαινε φρουρίοις ἐγκατακλείεσθαι. 23. Τούτοις δὲ γενομένοις ὁ πατριαρχεύων Ἀθανάσιος ἐπιδαψιλευόμενος οἷον τὰ τῆς πρὸς θεὸν ἐξοσιώσεως, δὶς μὲν καὶ τρὶς τῆς ἑβδομάδος τὰς λιτὰς ἐποιεῖτο, βαρυτέρας