183
προσχωροῦντας μετὰ τῶν θείων εὐαγ γελίων δέχονται, καὶ ὅσον τὸ ἀφ' αὑτῶν φιλάνθρωπον τὴν δια γωγὴν παρέχουσι. τοῦτο ποιοῦσι καὶ ἐν τῷ πύργῳ τοῦ Ῥαιδε στοῦ. ἐπὶ πολὺ γὰρ διετέλουν τῷ φρουρίῳ ποιούμενοι προσβο λάς, ἀλλ' οὐκ ἤνυτον. τέλος καὶ μηχάνημα ἐπιστήσαντες πε τροβόλον νυκτὸς τὰ πολλὰ κατηκόντιζον τὰς βολάς, ὡς ἐπιρρι φῆναι πέτρας περί που τὰς ἑκατὸν καὶ πολυταλάντους· πεντη 622 κονταμναῖαι γὰρ τὰ πολλὰ ἔπιπτον, εἰ καὶ διὰ τὸ ὀλίγιστον τοῦ φρουρίου αἱ πλεῖσται ἠστόχουν καὶ ἔξω ἐπέρρητον τὰ πεμπόμενα. οὐ μὴν δὲ καὶ ἀζημίωτοι ἔμενον, ἀλλὰ πολλάκις ὑπὲρ τριακοσίους οἱ ἐντὸς ὄντες εὐθαρσῶς ἐξελαύνοντες σφίσιν ἐπέρραττον καὶ τὰ πολλὰ ἐζημίουν, ἕως οὗ κατισχυθέντες καὶ οὗτοι προσχωρεῖν καθ' ὁμολογίαν ἱκέτευον. ἀλλ' οὐκ ἔπειθον· ἐπώμοτος γὰρ ἦν Ῥομοφόρτος, ἐπεὶ πολλοὺς ἀπέβαλε τῶν ἰδίων, ἦ μὴν καὶ θέ λοντας προσχωρεῖν μὴ δέχεσθαι, καὶ μᾶλλον τοῦ πύργου σα θρωθέντος ταῖς συνεχέσι τῶν λίθων βολαῖς αὐτοῦ μηχανήματος. τὸ γὰρ τοῦ ἁγίου Ἠλίου φρούριον χειρωσάμενος φιλανθρώπως προσηνέγκατο τοῖς οἰκήτορσι, καὶ φρουροὺς ἐμβαλὼν ἐκείνοις πρὸς Ῥαιδεστὸν γίνεται, ἐξελεῖν διανοούμενος καὶ ἀνοικτὶ φονεύειν. οἱ δὲ προσελιπάρουν θερμότερον, καὶ ἑαυτοὺς παρεδίδοσαν καθ' ὁμολογίας τοῦ σωθῆναι, ἐκ χειρὸς ἤδη τῆς μάχης οὔσης καὶ τοῦ κινδύνου ἐπηρτημένου. κἂν ἐκινδύνευον, ἢν μή τις τῶν ἐπι σκόπων συμπαρὼν σφίσι καὶ σὺν αὐτῷ ἄλλοι τὸν βάρβαρον ἱκε τεύουσι μὴ ἂν τόσον ἐργάσασθαι φόνον. ἅμα δέ γε καὶ συμβου λεύουσιν, ὡς ἐλέγετο, τοὺς τοῦ βαρβάρου θυμοὺς κολακεύον 623 τες, ὡς εὐθίκτως καὶ ἄλλοι προδοῖεν ἂν ἴσως ταῖς φιλανθρώποις ἐκ φήμης μετεωρισθέντες ἐλπίσι. ταῦτα λέγοντες τῇ δεινότητι τῶν λόγων μόλις τὸν βάρβαρον κατεργάζονται. καὶ τὰ μὲν χρή ματα ἀφαιρεῖται, γυμνὰ δὲ τῶν ἐνόντων τὰ σώματα καταλείπει, ὥστ' εἰ μὲν μένειν θέλοιεν, κηδεμονίας τινὸς ἀξιοῦσθαι, εἰ δ' οὖν, ἀλλ' ὡς ἔχουσιν ἐξ αὐτῆς ἀπαλλάττεσθαι. προῆγε δὲ τὰς δυνά μεις, ἀπὸ ῥυτῆρος ἐλαύνων, καὶ ἐπὶ τὰ λοιπὰ φρούρια. φήμη δ' ἵκετο συμπεριάγειν καὶ τὸν ἐπίσκοπον (Πανίου δ' οὗτος ἦν) καὶ τὰ πολλὰ καὶ αὐτὸν ἐφιστάμενον συνεργεῖν τοῖς ἐχθροῖς, ἐφ' ᾧ προδιδοῖεν αἱ πόλεις. καὶ διὰ ταῦτα ὡς εἰκὸς καὶ παρὰ τῆς ἐκκλησίας ἐκεῖνος ηὐθύνετο, καὶ ἡ δίκη πατριάρχου γράμμασιν ἐδηλοῦτο τῷ καταδικασθέντι. ἐκεῖνος δὲ πρὸς τὴν φήμην καὶ τὰ τῆς ποινίμου δίκης ὑπεραλγήσας, καιροῦ δραξάμενος φεύγει, καὶ τὴν ταχίστην τῷ βασιλεῖ παραγίνεται.
27. Βασιλεὺς δὲ ταῖς ἀπὸ τῶν ξενικῶν ἐλπίσι μετέωρος ὢν τὴν ψυχήν, ὅμως καὶ ἀφ' ἑαυτοῦ τὰ πολλὰ ἐτεχνᾶτο ὑπο σπόνδους ἐκ τιμημάτων προσάγεσθαι τοὺς ἀλάστορας. Γεν 624 νουῗται μὲν οὖν οἱ κατὰ πόλιν ἄρτι πρώτως παρὰ τοῦ σφῶν συνε δρίου ἀββᾶν δεξάμενοι (δηλοῖ δὲ ἡ φωνὴ τὸν ἡγούμενον, ἔχει δ' οὗτος τὴν τοῦ δήμου προστασίαν, ὡς παρὰ Ῥωμαίοις ὁ πραί τωρ τοῦ δήμου πάλαι) Ἀμογαβάροις ἤθελον διαλλάττεσθαι· οὐδὲ γὰρ εἶχον ἄλλως τὴν κάτω διαπλωΐζεσθαι κατὰ τὰς αὐτῶν πραγματείας θάλασσαν. ταύτῃ τοι καὶ τὰ τῆς πρεσβείας ὁ ἀββᾶς ἀνεδέχετο. καὶ βασιλεῖ γνωσθέν, ἐπεὶ στρατὸν βάρος ἔχοντα οὐκ εἶχε πέμπειν, ἀλλά τινα τῶν ψιλικῶν ταγμάτων περὶ τὸν μέγαν ἑταιρειάρχην ἦσαν τὸν ∆ούκαν, οὓς ἦγεν ὢν ἐπὶ τοῦ στρατοῦ πρότερον, ἤν πῄ ποτε κρυφηδὸν καὶ ἐξ ἐνέδρας προσβάλλοιεν (οὐ γὰρ ἦν φανερῶς ἀντιτάττεσθαι), διὰ ταῦτα οὐκ ἦν ἀποδέ χεσθαι Γεννουΐτας πρὸς ἐχθροὺς τῶν Ῥωμαίων εἰρήνην συντίθε σθαι θέλοντας. ἔνθεν καὶ πρῶτον μὲν πέμψας ἀναστέλλειν ἐπει ρᾶτο τὸ βούλημα, ὡς δ' οὐκ ἔπειθεν, εἶναι μὲν καὶ πάλιν οὐδὲν ἧττον σφᾶς φίλους καὶ βασιλεῖ καὶ Ῥωμαίοις, ἐφ' οἷς καὶ ὅρκους ἀπαιτούμενοι τοὺς παλαμναιοτάτους ἐδίδοσαν, ἦ μὴν καὶ αὖθις ὑπὲρ Ῥωμαίων ........ καὶ ὅρκους ...... ἑτέραν βουλὴν 625 ὁ κρατῶν προσανετίθει τῷ ἡγουμένῳ καὶ τὴν παρ' αὐτοῦ πρε σβείαν πρὸς Ἀμογαβάρους, ἐφ' ᾧ ἐθέλοιεν χρημάτων μεγάλων καὶ τιμῆς τῆς προσηκούσης καὶ κυβερνήσεως, ὡς καὶ ἀναδοχῆς ἀξιοῦσθαι τοὺς βασιλεῖ δουλεύειν θέλοντας, διαλύεσθαι. καὶ ταῦτα προσαναθεὶς τῷ ἀββᾷ ἐκπέμπει· καὶ τῇ μεταξὺ