1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

184

διημερεύ σει ἀνακωχὴ ἦν, εἰ καὶ ἄλλο τι ἐσκευαγώγει πρὸς πόλιν, καὶ ὁση μέραι λαὸς καὶ ζῶα ἐντὸς τοῦ ἄστεος ἐπληθύνετο, ὡς καὶ τὰ περιττὰ τῶν ζώων σφαγῇ καὶ μακέλλῳ δίδοσθαι. ἀλλ' ὁ μὲν ἀββᾶς ἐπιστάς, καὶ ἐφ' ἡμέραις τὰ τῆς πρεσβείας μεταχειρίζων, οὐδὲν ἤνυσε πλέον, οὔτε ἄπρακτος ὑποστρέφει, πολλά τε καὶ ἀτάσθαλα καί γε μὴ οἷά τ' ἂν γενέσθαι ἀπαιτοῦντος τοῦ Ῥομο φόρτου. ἐβούλετο γὰρ καὶ τόπους καὶ σώματα καὶ φρούρια ἀπεμ πολεῖν πρὸς βασιλέα μεγάλων χρημάτων, καί γε προσαπῄτει καὶ τὰς μισθοφορίας. εἰ δ' οὖν, ἄλλας χώρας σπεύδει λαβόντα κα τέχειν, καὶ ἄλλον ἐπιβάλλεσθαι ὃν ἂν δύναιτο τρόπον ἀντιπάλων, καὶ ἐς τέλος διαμάχεσθαι διετείνετο. ταῦτα καὶ ὁ κατὰ τὸ Μά 626 δυτον Φαρέντα Τζιμῆς πέμπων ἀπέλεγεν· εἰ γὰρ ἡμερώτερον οὗτος παρὰ τὸν Ῥομοφόρτον τοῖς Ῥωμαίων πράγμασιν. ἐκεῖνος ἅμα Τούρκοις καὶ τοῖς ἰδίοις, ἔτι δὴ καὶ τοῖς Ῥωμαίοις ἀποστα τήσασιν ἐξ ἀνατολῆς, οἳ δὴ καὶ κουρᾷ τριχῶν καὶ γενείου Ἀμο γαβάροις ἐξοικειοῦντο, οὔπω καλῶς τὰς ἀποκρίσεις τοῦ ἀββᾶ δόντος, διατάξας τὴν στρατείαν κρότῳ κερῶν μέχρι καὶ τῆς πό λεως ἤλαυνε. καὶ ἦν ἐντεῦθεν βλέπειν σκευαγωγοῦντας τοὺς ἔξω καὶ αὐτοὺς δὴ τοὺς ἐν περαίᾳ κατῳκημένους, ὡς νύκτα καὶ ἡμέ ραν ἀνὰ τὰς τῆς πόλεως πύλας συνθλιβομένους δυσχερῶς διεκ παίειν αὐτοὺς καὶ ζῶα παντοῖα, καὶ πολλοὺς ἀνὰ τὰς τῆς πόλεως κεῖσθαι ῥύμας ἀφεμένους τῶν ἔργων. τότε ὁ μὲν πατριαρχεύων ὁσημέραι τὰς λιτανείας ἐντὸς τῆς πόλεως ἐπεδαψιλεύετο, βασι λεὺς δ' ἐπαμηχανῶν τοῖς φημιζομένοις, ὅτι καὶ οὐκ ὀλίγος ἐπέ πρακτο φόνος, οἷς ὑστερεῖν συνέβαινε τῶν ἐπὶ τῆς πόλεως ἅπτε σθαι, (αἱ γὰρ δυνάμεις ἐπιλελοίπασιν) ἢ θεῷ τὴν δίκην ἀνατι θέναι καὶ παρ' ἐκείνου ζητεῖν τὴν τοῦ ἐκκεχυμένου ἀδίκως ἐκδίκη 627 σιν αἵματος ὅμως δὲ καὶ τὰ δυνατά οἱ πρὸς τὸ παρεστὸς οὐκ ἠμέ λει ποιεῖν. τῷ γὰρ ∆ούκᾳ καὶ μεγάλῳ ἑταιρειάρχῃ ἐξ ἀξιώματος συχνότερον πέμπων ἐπέσκηπτε κατ' ἴχνος ἠρέμα τοῖς ἀλάστορσιν ἕπεσθαι, ἐπεὶ οὐ δυνατὰ ἦν κατὰ πρόσωπον παντὶ τῷ συστήματι ἀντιτάττεσθαι. ὅθεν καὶ οὗτος μὲν ἐμπίπτων πολλάκις ἐξ ἀφα νοῦς τὸ οὐραγοῦν ἐζημίου, ἐκ δὲ Τζουρουλοῦ οἱ ἐντὸς ἀναθαρ σήσαντες ἀνδρικώτερον προσβάλλουσι Ῥαιδεστῷ καὶ κακῶς τοὺς ἐκεῖ δρῶσι, πρὸς τῷ καὶ λείαν ἱκανὴν περιβαλέσθαι. ὃ δὴ καὶ γεγονὸς δῆλον, ὡς ἔδειξε, τοῖς ἐχθροῖς, οἱ δὲ πρὸς τὸ τυχὸν λαβόντες ὀπισθόπουν τὴν πορείαν πεποίηντο. οὐ μὴν δ' ἀλλὰ οὐδ' οἱ καθ' ἕω τῆς περαίας Τοῦρκοι καλῶς ἀπηλλάττοντο, ἀλλὰ πολλάκις προσέβαλλον καὶ πολλοὺς κακῶς ἐποίουν εἰς τρυγητὸν ἐξιόντας, ὥστε καὶ τοὺς ἐν τῷ Ἱερῷ ἀναγκαζομένους, ἐπεί ποτε καὶ ἐντὸς ἐκεῖνοι λαθόντες ἐγένοντο, εἰ καὶ αὖθις φοβηθέντες ἐξῄεσαν, οὐχ ἱκανοὶ τὸ πλῆθος ὄντες κατέχειν τὸ φρούριον, κα ταβολαῖς τεταγμένων τελῶν τὰς σπονδὰς ὠνεῖσθαι. τοῖς δὲ καὶ κατὰ τὴν Μηλέαν τραχυνομένοις καὶ πολλοῖς ἐν αὐτῷ συστᾶσι τὸ ἐκεῖ μάχιμον ἐμπίπτει καὶ ἐπὶ τοῦ προτερήματος γίνεται, ὡς τῆς 628 αὐτῆς σχεδὸν ἡμέρας φήμας ἀγαθὰς τὸν κρατοῦντα καὶ ἀμφοτέ ρωθεν δέξασθαι. ἔδοξε δὲ ταῦτα τῶν συχνῶν ἐκείνων λιτανειῶν τοῦ πατριαρχεύοντος κάρπωμα, καὶ ἦν ἐντεῦθεν τοῖς γεωργοῦσιν ἐξιέναι κατὰ σπορὰν τῶν καρπίμων, εἰ καὶ αὖθις ἔνθεν μὲν ἡ τῶν ἐχθρῶν προσδοκία καὶ ὁ ἐκεῖθεν φόβος, ἐντεῦθεν δὲ καὶ τὸ κεκωλῦσθαι σπείρειν, οὕτω τῆς περὶ τὸν βασιλέα δοκιμασάσης βουλῆς ὡς μὴ τοῖς ἐχθροῖς ἐς νέωτα σπείρειν, ἀριστοτέρας τὰς ὁρμὰς σφῶν ἐποίει, καὶ οὐκ ἀπεθάρρουν τοὐμφανὲς τὴν ἐξέλευ σιν. διὰ ταῦτα καὶ τὰ τοῦ ἀρότου ἠπράκτουν, καὶ λιμὸς ὁ βα ρύτατος ἠπειλεῖτο τοῖς ἡμετέροις, κἂν τοῖς ἐχθροῖς βαρείας χεῖ ρας ἐφεῖναι τούτων προσεδοκᾶτο, μηδὲ τούτοις σπείρουσι. πλὴν Ὀσφεντίσθλαβος μὲν τῆς εἰρήνης ἐδίψα, καὶ κῆδος πρὸς βασιλέα συντιθέναι ἤθελεν, καὶ ἐπὶ τούτοις τὸν πατριαρχεύσαντα Ἰωάν νην (ἐκεῖ γὰρ κἀκεῖνος συνεάλω Σωζοπολίταις) μεσίτην πρὸς βα σιλέα περὶ τῶν ζητουμένων προυβάλετο. βασιλεὺς δὲ ὑπερτιθέ μενος ὅμως τῆς ἀνάγκης ἡττᾶτο, καὶ πέμπων τὴν εἰρήνην ποιεῖν κατὰ τὸ αὐτῷ βουλητὸν ἐδοκίμαζεν. ἐκεῖνος γὰρ ἓν τῶν θυγα τρίων τοῦ βασιλέως Μιχαὴλ