1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

185

ἐζήτει λαβεῖν· ἃ δὲ προύφθασε τῶν 629 πολισμάτων κατασχεῖν, οὐκ ἀπέλυε μέν, ὅμως γε μέντοι τοῖς νέοις καὶ ὁμοζύγοις διενοεῖτο ταῦτα διατηρεῖν. βασιλεὺς καὶ ἄλ λως θέλων πράττειν τὸ συνάλλαγμα ἐκεῖνον ἀνέβαλλε. καὶ ἐν τοσούτῳ ἐκεῖνος μετέωρος ὢν τὸν ἐκεῖσε σῖτον διαπλωΐζεσθαι κα θυφίει, καὶ οὕτω Ῥωμαῖοι ἐσιταρκοῦντο, καὶ φάρμακον ἦν τοῦ λιμοῦ τὸ πραττόμενον.

28. Τὰς δὲ δυνάμεις οἱ Ἀμογάβαροι ἀεὶ κατὰ Θρᾴκην ἐκίνουν, καὶ τοῖς κατ' αὐτὴν φρουρίοις προσέβαλλον, καθὼς καὶ Βρύσει τῇ λεγομένῃ· ἀλλὰ ταῖς ἔνδοθεν ἀντοχαῖς οὐκ εἶχον ὅ τι ποιοῖεν. μᾶλλον μὲν οὖν καὶ προσεζημιοῦντο ἀφιππευόντων ἐπὶ σφᾶς ἐκείνων, καὶ περιγενομένων πολλάκις τῷ ἀκμῆτας προσ βάλλειν καὶ κραταιότερον διαμάχεσθαι. ἐκεῖθεν τοίνυν οἱ ἀμφὶ τὸν Φαρέντα Τζιμῆν ἐπὶ Βιζύης προῆγον, ἅμα Πέρσαις πλείους γενόμενοι. καὶ οἱ ἀμφὶ τὸν μέγαν τζακούσιον τὸν Οὐμπερτόπου λον, πλείους τῶν διακοσίων ὄντες ἱππεῖς, ὀλίγοι τὴν πρὸς πολ λοὺς οὐκ ἐθάρρουν ἀφίππευσιν καὶ τῷ φρουρίῳ ἐγκεκλεισμένοι παρέμενον. ἀλλὰ τὸ ἐκεῖ πλῆθος λῆμα λαμβάνει ἀρεϊκόν, καὶ περιστάντες τὸν ἄγοντα δῆλοι ἦσαν, εἰ ἐκχωροίη ἐκεῖνος, πολε 630 μησείοντες. ὁ δὲ τῷ σφῶν θράσει καὶ τῇ πολυχειρίᾳ καταγοη τευθεὶς (εἰς χιλιάδας γὰρ συνεπλήρουν τὸ πεζικὸν) τοὺς ἱππεῖς συντάξας ἅμα τόξοις ἐξήλαυνε. σῶφρον τοίνυν ἦν τὴν ῥαχίαν κατέχειν καὶ προμηθέστερον διακινδυνεύειν ἐκεῖθεν ταῖς δυσχω ρίαις βοηθουμένους· ἐπεὶ δὲ μοῖρά τις σφᾶς προσῆγεν ἀπολου μένους, ἀφέμενοι ταύτης ἐπ' ἀγχωμάλου τῆς ἐκεῖ πεδιάδος ἱπ πεῖς ἅμα πεζοῖς παρετάττοντο. καὶ δὴ τῶν πολλῶν προλοχιζόν των, τῶν Περσῶν σόφισμα, ἱππεῖς μὲν τὰ πρῶτα ἐπαράττουσι τοῖς φανεῖσιν. ἀλλ' οὔπω καλῶς ὤφθησαν κατὰ στόμα κινδυ νεύοντες, καὶ ὁ λόχος ἐμφανὴς ἦν, καὶ δειλίᾳ συσχεθέντες ἀνὰ κράτος ὑπέστρεφον φεύγοντες. καὶ μυρίῳ πλήθει προσπαίσαν τες τῶν πεζῶν ἐλεινῶς, ποιμνίων δίκην, κατέσφαττον, ὡς πε σεῖν πολλοὺς αὐθωρόν, ὅτε καὶ περὶ τῷ φρουρίῳ οἱ ἐντὸς δεί σαντες καὶ γυναῖκας αὐτὰς εἰς ἄνδρας μετασκευάσαντες κατὰ φυ λάκων δῆθεν εἰς δεῖγμα ἐπὶ πύργους ἐφίστων, μέχρις οὗ βασιλεὺς ἀκούσας καὶ περιαλγήσας τῇ συμφορᾷ, πέμψας τοῖς προσήκουσι 631 τὸ φρούριον κατωχύρωσεν. ὁ δέ γε πατριάρχης, καὶ ἀρχιερεῖς καὶ τοὺς τιμίους τοῦ κλήρου ἐκποδὼν ποιησάμενος, καθηγουμέ νοις μονῶν ἐχρᾶτο συνέδροις εἰς κρίσεις, καὶ τούτοις μὲν τὰ ἐκ κλησιαστικὰ συνδιέφερεν. οἷς δή, καὶ τοῖς ὑπ' αὐτοῖς μοναχοῖς ἅμα πρεσβυτέροις καὶ τῷ λαῷ, ἑκάστης ἑβδομάδος συνελιτάνευεν, τετρεμαίνειν ἀξιῶν καὶ περὶ αὐτῆς τῆς πόλεως, καὶ πρόσθε παί δων καὶ γυναικῶν ἵστασθαι δεομένους θεοῦ. δέησις μέντοι δι καίων καὶ λαοῦ ἁμαρτία ἀντιταλαντεύειν τὰ ἡμέτερα ἔδοξαν, ὡς ἃ μὲν ἐζημίωντο, ἐξ ἁμαρτίας καὶ ζημιοῦσθαι, ἃ δὲ ἦσαν, ἐκ τῆς τῶν δικαίων δεήσεως περισώζεσθαι. καὶ τὰ μὲν τῆς θείας ὀργῆς δῆλα ἦσαν καὶ ἑωρῶντο· ὁπόθεν δὲ καὶ τίσι τοῖς πλημμε λήμασιν ἐξεκαίετο, ἐπιεικῶς ἄδηλον ἦν, ἄλλων ἄλλα αἰτιωμένων.

29. Τότε καὶ Ἰσαὰκ Μελήκ, ᾧ δὴ καὶ κατὰ Πηγάς, πό λιν παραθαλάσσιον, ἡ νυμφαγωγία ηὐτρέπιστο, συγκείμενον σφίσι τοὺς πέραν Πέρσας διαπερᾶν καὶ οὕτω τοὺς γάμους διατελεῖσθαι, παραλαβών τινας τῶν τῆς αὐτοῦ δυναστείας αἱρετιστῶν, τὰ στενὰ τοῦ Ἑλλησπόντου ἔδει διαπερᾶν καὶ αὐτοπροσώπως Πέρσας δου λαγωγεῖν. μέντοι γε καὶ πορθμείου τυχών, συνάμα τισὶ διαπε 632 ραιωθεὶς πείθει Πέρσας, καὶ μᾶλλον οἷς αὐτὸς ᾠκείωτο, Ἀμο γαβάρων ἀποστατεῖν. οἳ καὶ θαρρήσαντες παραυτίκα τοῖς ἄγουσι τῶν Ἰταλῶν ἐπιτίθενται, καὶ δόλῳ κτείναντες ἀνὰ κράτος ἐπ' αἰ γιαλοὺς ἐφυγομάχουν, ὡς ταῖς τοῦ βασιλέως ναυσὶ περαιωθησό μενοι. ὃ δὴ γνωσθέν, ἐκθυμότερον ἢ ὡς ἔδει ἐλάσαντες Ἀμο γάβαροι προσβάλλουσι φυγάσιν ἐκείνοις. κἀν τῆς Εὐδήμου μά χης συστάσης πίπτουσι μὲν καὶ τῶν Ἰταλῶν οὐκ ὀλίγοι, ἀλλ' ὅ μως ὑπὲρ τοὺς διακοσίους τῶν Περσῶν πεσόντων κατὰ κράτος σφῶν αὐτοὶ περιῆσαν. ὡς δὲ καὶ αὖθις Πέρσαι πρὸς ἐκείνους ἀπέκλινον, οὐ πρότερον