1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

186

αὐτοῖς ἐνεπίστευον τὰ τῆς συμμαχίας, πρὶν ἂν παραδοῖεν, οὐχ ὅπως τὸν Ἰσαὰκ Μελήκ, ἀλλὰ καὶ τὸν σφῶν ἐξηγούμενον Ταχαγτζιάριν, ὃς ἰδίως ἦγε τοὺς Τουρκοπού λους, οὐ μὴν δὲ ἀλλὰ καὶ τρίτον αὐτὸν τὸν αὐτάδελφον τοῦ Ἰσαὰκ Μελήκ, ὡς φανέντι οἱ προστεθέντας. ὧν καὶ προδοθέντων τὸν μὲν Ἰσαὰκ φιτρῷ καὶ ξίφει διεχειρίσαντο, οὐ μόνον αὐτὸν ἀλλὰ καὶ τὸν αὐτάδελφον, τὰς κεφαλὰς αὐτῶν ἐν τῷ φονεύειν κατὰ γῆς ἐπαλλάξαντες ὡς ἅμα τὴν τομὴν γενέσθαι καὶ ἀμφοτέρων. εἶτα δὲ περιδύσαντες τὸ βασιλικὸν πρὸς ἐκεῖνον χρυσόβουλλον ἐπὶ μάλης εὗρον ἐξηρτημένον, ὅπερ ἀναγνόντες σύναμα καὶ ἄλλοις 633 τοῖς τῶν κατὰ δύσιν ἐξηγουμένοις Περσῶν εὕρισκον, καθ' ὑπο σχέσεις εἰ ἀποστατοῖεν μεγάλας, καὶ τὸ τοῦ Ταχαγτζιάρι ὄνομα· ἐφ' οἷς ἐκεῖνοι εἰς ἀπόλογον καταστάντες προφάσεις ἐπλάττοντο τὰς σφᾶς ὠφελούσας. ταύτῃ τοι καὶ τὸν φόνον μὲν ἀνεῖχον, φυ λακαῖς δ' ἐδίδουν ταῖς ἀσφαλεστάταις. ὡς γοῦν καὶ αὖθις τὰ πιστὰ πρὸς Πέρσας λαβόντες καὶ δόντες ἔμελλον ἐπὶ Τζουρουλοῦ ἐξελαύνειν, οὐκ ἄλλως συμπροάγειν σφίσιν ἤθελον οἱ Τουρκόπου λοι, εἰ μή γε τῆς εἱρκτῆς ὁ σφῶν ἐξηγούμενος Ταχαγτζιάρις ἀπο λυθείη. καὶ γέγονε τοῦτο, μιᾶς γνώμης συνόλων, ὡς ἐῴκει, γινομένων, ὅτε καὶ δοξάντων εὐθὺ τῆς πόλεως ἐλαύνειν καὶ αὖ θις οἱ ἐκτὸς ἐσκευαγώγουν, οὓς ἡ ἀρότου χρεία παραμένειν κα τήπειγεν. ἀλλ' ἐκεῖνοι Τζουρουλῷ προβαλόντες ἐπὶ τοῦ ὑστερή ματος ἐγεγόνεισαν, τῶν ἐντὸς ἀντεχόντων. Ταχαγτζιάρις δὲ νυ κτὸς συνάμα πλείστοις τῶν Τουρκοπούλων ἀπὸ ῥυτῆρος ἤλαυνον πρὸς Τζαράπην ἐπὶ Ἄπρῳ, καὶ προσεδέχθησαν ἐπιστάντες προϋ πηργμένων ἐκ μηνυμάτων τῶν ὁμολογιῶν τῆς αὐτομολήσεως. οἱ μέντοι γε τῶν Περσῶν ἀπολειφθέντες ἐν Τζουρουλῷ, μαθόντες τὸ δρᾶμα, εὐθὺς ἀνὰ κράτος ἐπ' αἰγιαλοὺς ὡς διαπεραιωθησό μενοι φεύγουσι τῷ ταῖς ναυσὶ τῶν Ἰταλῶν χρήσασθαι. οὐ μὴν 634 δὲ ἀλλὰ καὶ Ἰταλοὶ τὴν χλεύην μὴ ἐνεγκόντες κατόπιν διώ κουσι. Καὶ ἔδοξαν ἀγαθὰ ταῦτα Ῥωμαίοις, (30) καὶ μᾶλλον ὅτι καὶ Φαρέντα προσδόκιμος ἦν ἀποκλίνειν πρὸς βασιλέα ἐπὶ με γάλαις ταῖς ὑποσχέσεσιν. ἀλλ' ἐκεῖνος ἤδη προσποιούμενος τὴν προσχώρησιν, Μπυριγερίου ἐκ τοῦ αἰφνηδὸν ἐπιστάντος ἐπὶ με γίστου καράβου καὶ πολλοὺς τῶν ἱππέων ἐν αὐτῷ φέροντος, ἀσθενέστερος μὲν ἐγίνετο ταῖς ὁρμαῖς, ὅτι γε καὶ ἐκ Σικελίας ἐπαγγελίαι πρὸς Θευδερίχου συχναί τε καὶ μέγισται πρὸς ἐκείνους ἦσαν, εἰ ἐπιμένοιεν. ὅμως γε μέντοι οὐ δῆλος ἦν τὰ πρὸς βα σιλέα προϋπηργμένα ἐξαθετῶν. καὶ πέμπων προηγουμένως μὲν περὶ τῆς ἀδελφῆς τοῦ βασιλέως τῆς Ἀσανίνης τὰ πάνδεινα διε μήνυε, προσαγγέλλων ὡς αὐτὴ πρὸς αὐτοὺς πέμπουσα τὸν οἰ κεῖον αὐτῇ Κανναβούριον ἐξοτρύνει κατὰ βασιλέως ἐκ τῶν ὑπὲρ τοῦ Καίσαρος μηνιμάτων πάλαι. ὃ δὴ μαθὼν βασιλεὺς καὶ ζη τήσας, καὶ ἐκ μέρους καταλαβὼν ὃ κατέλαβεν, δι' ὀργῆς ἐποιεῖτο τὴν αὐταδέλφην καὶ πέμψας ἐγκαθείργνυ τοῖς ἀνακτόροις, εἰς ἐντελεστέραν ἐξέτασιν τὰ κατ' αὐτὴν ἀναρτῶν. ἐκεῖνος δὲ τοὺς ἀνακομίσοντας αὐτὸν πρὸς βασιλέα πέμπων ὡς δῆθεν ἐζήτει, καὶ δύο ἐπὶ τούτῳ τριήρεις ἐξαπελύοντο. οἳ καὶ ἐπιστάντες ὥρμησαν 635 ἐπὶ τὸν τοῦ Μπυριγερίου κάραβον ὡς αἱρήσοντες. ἀλλ' ὁ Τζιμῆς πέμψας περιεποιεῖτο τὴν ναῦν, ἴδιον λέγων εἶναι τὸν ἐν τούτῳ λαόν· μὴ χρῆναι δὲ πολεμεῖν τὴν πρώτην οἷς καταλλάττεσθαι ἄρχονται, ἀλλὰ σφῶν ἐξελθόντων προσβαλεῖν, εἰ θέλοιεν, ἕω θεν. ταῦτ' εἰπὼν ἐξηπάτα, καὶ χηλοὺς ὡς οἰκείους θησαυροὺς μετά τινος στιβαδίου ἐξαποστέλλων τὰ πιστὰ ἐδίδου τοῖς λόγοις ἐξ ὧν ἔπραττε δῆθεν. ἀλλὰ νυκτὸς ἱκανωθέντος πλείοσι πολε μάρχοις τοῦ καράβου, τὸ μὲν ἐπ' ἐκείνῳ σκέμμα τῶν ἡμετέρων μάταιον ἐντεῦθεν ἦν, καὶ οὐκ ἐπεχείρουν τὸ σύνολον, αὐτὸς δὲ ἔδειξε μὴ ὑγιὴς ὢν τὰς πίστεις. καὶ διὰ ταῦτα ὑπόπτως καὶ περὶ τῶν χηλῶν ἔχοντες ἀνοιγνύουσι, καὶ τὸν δόλον εὑρίσκουσι φανερόν· ἄμμος γὰρ καὶ πέτραι τὰ πληρώματα ἦσαν, καὶ οὐδὲν ἦν τὸ παράπαν ἀμφίβολον τοῦ μὴ φενάκην εἶναι τὸ πᾶν ὃ ἐκεῖνος ἔλεγέ τε καὶ ἔπραττεν. ὅθεν καὶ κενοὶ πρὸς βασιλέα ὑπέστρεφον. Ἄλλος δέ τις ἐκείνων Φαρεντζανέζας, αὐτάδελφος