191
ἐπιφώσκειν τὴν ἡμέραν καὶ ἀπολύειν, μηδέ τινας τῶν ἔξω προσαπαντᾶν. νῦν δὲ ἐκ μεσονυκτίου ἐς μέσην ἡμέραν ἱστάμεθα, καὶ λαὸς καὶ πλῆθος καὶ κώδωνες, καὶ οὐκ ἔστι τὸ ἐνεργούμενον πᾶν προσευχή, ἀλλ' ἔστι καὶ καλλιφωνία καὶ ἀναγνώσματα καὶ καθέδρα καὶ ἄνεσις διὰ μέσου, καθ' ἃ ἄλλους μὲν ἔξεστι καὶ λέγειν καὶ πράττειν τὸ παριστάμενον ὡς ἀναγκαῖον. οὐδὲ γὰρ καὶ ἡμεῖς ἄλλους τοὺς οἰκονόμους ἔχομεν, ὡς ἐντεῦθεν ἀπολυομένους τραπέζαις ἑτοίμαις ἐφίστασθαι, ἀλλὰ τυχὸν ἐκ διαλειμμάτων κατὰ 649 τὸ εἰκὸς φροντίσομεν. μὴ οὖν κατὰ τὴν ὑψηλὴν ταύτην δὴ καὶ μεγίστην καὶ τοὺς χθαμαλοὺς ἡμᾶς καὶ βιωτικοὺς ἔχειν θέλε, καὶ εἰς κατάγνωσιν ἀμελείας τίθει τὰ τῆς ἀνάγκης. ἀτονήσομεν γάρ, πίστευσον. καὶ ἐὰν μέλλωμεν ἐντεῦθεν κατακρίνεσθαι, πλέον μὴ ζητείτω ἡ ἁγιωσύνη σου εἰς ἑτοίμην κατάγνωσιν. καλὸν τάξις, καλὸν προσευχή, καλὸν εὐλάβεια, καλὸν τῶν ἀγαθῶν ἕκαστον. ἀλλὰ τί ταῦτα τοῖς κυμαγωγουμένοις ἡμῖν διὰ τὴν ψῦξιν τῆς ἀγάπης, ὡς ὁ κύριος ἔφησεν; ἔστ' ἂν τὸ σκάφος σώζηται, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην σπεύδειν πρὸς σωτηρίαν τοῦ κλυδωνιζομένου, ὅταν δ' ἡ θάλασσα ὑπὸ τῶν κυμάτων καὶ συμφορῶν περιγένηται, μάταιος ἡ σπουδή. ὅπως δὲ κατηντήσαμεν νῦν, καὶ τὰ ἡμέτερα καλύβια μαρτυρήσουσιν. ταῦτα γοῦν προσαναφέρειν μέλλομεν τῷ ἁγίῳ ἡμῶν δεσπότῃ καὶ βασιλεῖ. καὶ εἰ μὲν διακρινεῖ ἡ ἁγία αὐτοῦ βασιλεία πάσχειν ἡμᾶς τοιαῦτα, ἴσως ὑποστησόμεθα καὶ μὴ θέλοντες· τοῖς γὰρ ζωῆς καὶ τιμῆς ἀναξίοις οὐκ ἀποθύμιος οὐδὲ ὁ θάνατος. εἰ δέ τι καὶ φιλανθρωπευθείημεν χάρις μὲν θεῷ, χάρις δὲ καὶ τῇ αὐτοῦ βασιλείᾳ. κεφάλαιον τῶν λόγων. ἢ ὡς κληρονόμους δυσωπήθητε, καὶ 650 φροντίδα θέσθ' ὅπως καὶ εἰς τὸ λοιπὸν στρατολογοίμεθα ταύτην δὲ τὴν πνευματικὴν στρατείαν, εἰ ὀρέγεσθε, πλὴν κατὰ τὸ ἐνδεχόμενον τῆς δυνάμεως, καὶ μὴ ἀναγκαστῶς οὕτω καὶ μετ' ἐπιταγμάτων μειζόνων· πολλῷ γὰρ ἐλλεῖπον πρὸς τὰς ἐπιταγὰς καὶ τὸ δοθησόμενον οἴδαμεν. ἢ ὡς κατασαπεῖσιν ἤδη τῇ τοιαύτῃ στρατείᾳ καὶ ἀποτάκτοις τὸ γράμμα δότε τὸ τῆς ἀφέσεως. κἄν τι τότε καὶ διδῶτε πρὸς σιτισμόν, μὴ ὡς μισθὸς λογιζέσθω, ὡς προσαπαιτεῖσθαι μεγάλας καὶ τὰς δουλείας, οὐ κατὰ χρείαν τόσον, ὡς οἰόμεθα, ἢ κατ' ἐπήρειαν, ἀλλ' ὡς προϋπηργμένων πόνων τε καὶ καμάτων πολυχρονίων ἀντέκτισις. πάντως δέ γε καὶ τὸ ἀπόλεμον γῆρας ἐν τοῖς τιμίοις διὰ τὰ φθάσαντα." 36. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον εἰς δεῖξιν μετρίαν τῶν καταλαβουσῶν τοὺς τῆς ἐκκλησίας παραλυπήσεων. ἡμῖν δὲ πόνος ἄλλως εἰς τέλος τοὺς καταλύσαντες τῆς ἱστορίας λόγους. πλὴν ἀλλ' εὐχόμεθα πάλιν καὶ τὰ βελτίονα. καὶ εἰ θεὸς βραβεύει, οὐκ ἂν τὴν χεῖρα ἐφέξομεν τοῦ μὴ προθύμως τὰ τῆς ἐπα 651 νακλήσεως καθόσον εὐποροῦμεν συντάττεσθαι. δεινὸν γὰρ εἰ συμφορὰς μὲν ὑπέστημεν γράφειν ταύτας κοινάς, δεινὰς δὲ καὶ τῷ κόσμῳ, δεινὰς δὲ καὶ ἡμῖν, ἀποναρκοίημεν δὲ εἰ θεὸς διδοίη τὰ καλά, καὶ ταῦτα τοῦ βασιλέως ἀπὸ τῆς εἰς θεὸν μεγίστης ἐλπίδος καὶ πίστεως προσδοκῶντος τὰ βελτίονα, μηδὲ αὐτοῦ τὸ παράπαν ἐπινυστάζοντος, ἀλλ' ὡς δυνατὸν ἀντιμαχομένου πρὸς τὰ παγχάλεπα. νῦν δὲ ἐπιεικῶς φημίζονται καὶ τὰ βελτίω, καὶ ἔνθεν μὲν ὡς ἐγγὺς τρισμύριοι Τόχαροι πεμφθέντες παρὰ τοῦ Χαρμπαντᾶ μεγάλην, καὶ ὡς οὐκ ἤλπισέ τις ἀναστολὴν ἐργάζεσθαι ἄρχονται τῶν Περσῶν, ὥστε καὶ ὅσα φρούρια Ῥωμαίων ἑαλώκεσαν πρότερον, ἀνὰ δὲ τὰ ὀχυρὰ τοῦ Ὀλύμπου παραβυσθῆναι. ἐκ δύσεως δὲ Ἀμογάβαροι ἀφέντες ἃ κατεῖχον, τὸν ποταμὸν περῶσι Μαρίτζαν, ἐς ὃ τἀκεῖ διελθόντες ἀπαλλαγεῖεν, ὡς ἄν τε καὶ δύναιντο, καὶ ὡς μὲν οἴκαδε, ὡς δὲ ἔλεγον, ἐφ' ᾧ προσβάλλοιεν Ἄθῳ, εἰ τέως αὐτοῖς ἀναιμωτὶ τὰς ἐν τῷ μεταξὺ κλεισωρείας διελθεῖν γένοιτο. ἀλλὰ ταῦτα μὲν τὰ τῆς φήμης· 652 ἐκεῖνοι δὲ ἀπάραντες ἀπὸ τῆς Αἴνου, Ῥομοφόρτος σὺν τοῖς Τούρκοις, Μπυριγέριος σὺν Φαρέντᾳ Τζιμῇ καὶ Γίδας, ἔχθραν δὲ πρὸς ἀλλήλους ἔχοντες, ἀλλ' οὕτω μὲν ἀπελθόντες κατήντησαν εἰς Κασάνδρειαν, κἀκεῖ πρὸς ἀλλήλους διετεχνάζοντο. ὁ γὰρ Ῥομοφόρτος σὺν τοῖς περὶ αὐτὸν Τούρκοις ἐχθραίνων ἦν Μπυριγέριον, Φαρέντα Τζιμῆν καὶ Γίδαν, κἀκεῖνοι