192
σύμπαντες τούτῳ. ὁ δὲ Ῥομοφόρτος συνεὶς τὴν ἐπιβουλὴν ἐνέδραις τὴν μάχην ἐπίστευσεν, καὶ πόλεμον προσαράξας κατὰ κράτος νικᾷ, ὡς πεσεῖν μὲν Μπυριγέριον, τὸν δέ γε Φαρέντα ἀκλεῶς ἁλῶναι, εἶτ' αὖθις ἀπολυθῆναι παρὰ τοῦ Ῥομοφόρτου. ὁ δὲ Φαρέντα Τζιμῆς ἀπογνοὺς τοῖς ὅλοις, ὥσπερ τις πλανήτης καὶ αἰχμάλωτος αὐτομολεῖ τῷ δομεστίκῳ πρὸς Ξάνθειαν· ὃ καὶ μόλις γνωσθὲν περισώζεται. οἱ μέντοι γε παρὰ τοὺς ἐν τῷ πολέμῳ πεσόντας προσέπεσον Ῥομοφόρτῳ, καὶ οὕτω πρὸς Θετταλίαν ἀπῇρεν. ἀλλὰ ταῦτα μέν, ὅπῃ θεῷ φίλον, ἀγέσθω. ἄγοιτο δὲ κατ' ἐλπίδας χρηστάς, καὶ ὡς ἡ τοῦ κρατοῦντος ἔχει πεποίθησις. ἡ μέντοι γε συνόλη ἱστορία τῶν δεκατριῶν λόγων περιέχει χρόνους δέοντος μόνου πεντήκοντα, καθ' ὃν καιρὸν καὶ ὁ βασιλεὺς Ἀνδρόνικος τὸν αὐτὸν τῆς ἡλικίας παρίππευε χρόνον.