1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

1

Topographia Christiana

ΠΡΟΛΟΓΟΣ προ.1 Πρῶτον μὲν πάντων παρακαλῶ τοὺς μέλλοντας ἐντυγχάνειν τῇδε τῇ βίβλῳ, ἵνα μετὰ πάσης προσοχῆς καὶ ἐπιμελείας τὴν ἀνάγνωσιν ποιήσωνται, καὶ μὴ παρέργως αὐτὴν διαδραμεῖν, ἀλλὰ καὶ τοὺς τόπους καὶ τὰ σχήματα καὶ τὰς ἐγκειμένας ἱστορίας μετὰ πάσης σπουδῆς φιλοπόνως ἀπομάξοιντο, καὶ μετὰ τὸ τέλος δὲ τῆς βίβλου ἐγκυψάτωσαν καὶ τῷ τόμῳ τῷ παρ' ἡμῶν γενομένῳ πρὸς τὸν φιλόχριστον Κωνσταντῖνον, ἐν ᾧπερ καταγέγραπται πλατυτέρως πᾶσα ἡ γῆ, ἥ τε πέραν τοῦ Ὠκεανοῦ καὶ αὕτη, καὶ πᾶσαι αἱ χῶραι, ἔτι τε καὶ τὰ νότια μέρη τὰ ἀπὸ Ἀλεξανδρείας ἕως τοῦ νοτιαίου Ὠκεανοῦ, λέγω δὴ ὁ Νεῖλος ποταμὸς καὶ αἱ παρακείμεναι χῶραι καὶ τὰ ἔθνη τῆς τε Αἰγύπτου πάσης καὶ Αἰθιοπίας, ἔτι τε καὶ ὁ Ἀράβιος κόλπος καὶ αἱ παρακείμεναι χῶραι καὶ ἔθνη ἕως πάλιν τοῦ αὐτοῦ Ὠκεανοῦ, ὁμοίως καὶ ἡ μέση γῆ τοῦ τε ποταμοῦ καὶ τοῦ κόλπου καὶ αἱ πόλεις καὶ αἱ χῶραι καὶ τὰ ἔθνη τὰ ἐν αὐτῇ, πρὸς τὸ δεῖξαι τὰ παρ' ἡμῶν μὲν λεγόμενα ἀληθῆ, τὰ δὲ τῶν ἐναντίων ψευδῆ, δι' οὓς καὶ ἡ βίβλος καὶ αἱ καταγραφαὶ γεγόνασιν αἱ ἐγκείμεναι, περί τε μεγέθους ἡλίου λέγω καὶ τῆς διακεκαυμένης καὶ διαβοωμένης αὐτῶν ἀοικήτου γῆς, ὡς πλάσματα καὶ μύθους ἐρευγομένων. προ.2 Ζητησάτωσαν δὲ πάλιν τὸν σκάριφον τοῦ παντὸς καὶ τῆς ἀστρῴας κινήσεως, τὸν παρ' ἡμῶν γενόμενον κατὰ μίμησιν τῆς ὀργανικῆς τῶν ἔξωθεν σφαίρας, καὶ τὸν περὶ αὐτοῦ λόγον πρὸς τὸν θεοφιλέστατον διάκονον Ὁμόλογον ἀποσταλέντα, καὶ ἐγκυψάτωσαν, ὅστις τε σὺν Θεῷ ἱκανὸς ὑπάρχει, μάλιστα σὺν ταύτῃ τῇ βίβλῳ καὶ τῷ τόμῳ ἐκ βάθρων ἀνελεῖν τῶν ἑλληνικῶν ὑποθέσεων τὴν πλάνην. Ταῦτα γάρ τις τὰ τρία χριστιανὸς ὑπάρχων καὶ κτώμενος καὶ τῇ θείᾳ χάριτι περὶ τὴν θείαν Γραφὴν ἐπιμελῶς κινούμενος ῥᾳδίως ἐλέγχει τῶν μυθολόγων τὴν ἄνοιαν. Συνίστησι γὰρ δι' αὐτοῦ τοῦ σχήματος καὶ τῆς τοῦ κόσμου κατασκευῆς καὶ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων τὴν θείαν Γραφὴν ἀληθεστάτην οὖσαν καὶ τῶν χριστιανῶν τὸ κήρυγμα. Ἔρρωσθε, χριστιανοὶ ἐν Κυρίῳ. πιναχ.τ ΠΙΝΑΞ ΣΥΝ ΘΕΩ ΤΑΥΤΗΣ ΤΗΣ ∆ΕΛΤΟΥ πιναχ.3 Χριστιανοῦ λόγος αʹ Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας εἶναι καὶ δοξάζοντας. Λόγος βʹ Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ἔχουσαι. Λόγος γʹ Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ συμφώνως αὐτὴ ἑαυτῇ καθ' ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ Καινὴ ∆ιαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου. Λόγος δʹ Ἀνακεφαλαίωσις σύντομος καὶ διαγραφὴ σχημάτων τοῦ κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἀνατροπή. Λόγος εʹ Ἐν ᾧ ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ ἀποστόλων ἡ συμφωνία. Ἔστι τοίνυν αὕτη ἡ βίβλος ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ παρ' ἡμῶν ὠνομασμένη. Λόγος ʹ συνημμένος. Περὶ μεγέθους ἡλίου. Λόγος ζʹ Πρὸς Ἀναστάσιον ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί. Λόγος ηʹ Εἰς τὴν ᾠδὴν Ἐζεκίου, καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου. Λόγος θʹ Καταγραφὴ δρόμου ἄστρων. Λόγος ιʹ Χρήσεις πατέρων συνᾴδουσαι τῷ ὅλῳ συγγράμματι. Ἔτι ἔξωθεν τῆς βίβλου· Λόγος ιαʹ Καταγραφὴ ζῴων ἰνδικῶν καὶ περὶ αὐτῶν διήγησις· ἔτι καὶ περὶ δένδρων καὶ τῆς Ταπροβάνης. Ἔτι ἕτερος λόγος ιβʹ Σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων μαρτυροῦσι τῇ ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν. ηψπο.τ ΥΠΟΘΕΣΙΣ ηψπο.4 Τινὲς