1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

69

ἐστιν ὁ μέγας Μωϋσῆς, ὁ τῶν παραδόξων σημείων καὶ τεράτων ποιητής, ὁ τῆς κτίσεως κοσμογράφος, ὁ σκιαῖς τοῦ ἀληθινοῦ ἡμῶν ποιμένος Χριστοῦ τετιμημένος καὶ προσώπῳ ὑπὸ Θεοῦ δεδοξασμένος, ὁ λόγοις καὶ ἔργοις προμηνύων τὰ τῆς οἰκονομίας τοῦ ∆εσπότου Χριστοῦ· ἔργοις μέν, ὡς τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγυπτίων λυτρώσασθαι, τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ποιησάμενος τὴν διάβασιν τῆς θαλάσσης ὡς ἐπὶ βαπτίσματος· διὰ τῆς νεφέλης προμηνύων τὴν δόσιν τοῦ νόμου, καὶ τῆς ἐρήμου τὴν διαγωγὴν ὡς ἐπὶ τοῦ ἁγίου Πνεύματος καὶ τῆς Ἐκκλησίας προτυπού μενος· τὸν ὄφιν τὸν χαλκοῦν ἐφ' ὑψηλοῦ στήσας τὸ πάθος τὸ διὰ τοῦ σταυροῦ τοῦ ∆εσπότου Χριστοῦ προκατήγγειλε· τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας διὰ Ἰησοῦ παραπέμψας τὸ κατοικητήριον τὸ ἐν τοῖς οὐρανοῖς προεγράφετο. Ὢ τάξις μεσίτου ὑπερφυὴς διὰ πλειόνων θαυμάτων ἱστορουμένη. 5.112 Τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς σκηνῆς τῆς οὔσης ἐκμαγεῖον παντὸς τοῦ κόσμου, ἐν ᾗ καὶ τὸ ἱλαστήριον ἔθετο, τάξιν ἐπέχον τοῦ ∆εσπότου Χριστοῦ; Ἀλλ' ἵνα μὴ μηκύνωμεν τὸν λόγον, πολλάκις αὐτὰ προειρηκότες, ἐπὶ τὴν προφητείαν αὐτοῦ τὴν διὰ τῶν λόγων ἔλθωμεν. Λέγει τοίνυν οὕτως· "Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν εἴπῃ πρὸς ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσει τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς." Καὶ πάλιν ὁ αὐτὸς συγγράφει ὡς ἀπὸ τοῦ Βαλαὰμ εἰρημένον· "Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ" 5.113 Υἱοὶ δὲ Σὴθ ὅλος ὁ κόσμος ἐστί, καὶ οὐχ ἁρμόζει τοῦτο, εἰ μὴ ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ· ὁ γὰρ Σὴθ θεμέλιος ἑρμηνεύεται. Ἐπειδὴ οὖν ὁ Κάϊν καὶ τὸ τούτου σπέρμα ἐν τῷ κατακλυσμῷ ὅλον ἀπώλετο, Ἄβελ δὲ νεώτερος ἄπαις ἐτελεύτησε, τούτων ὁ Σὴθ μεταγενέστερος ἐγένετο, ἐξ οὗ καὶ ὁ Νῶε καὶ πᾶς ὁ κόσμος κατάγεται, ὥσπερ τις θεμέλιος ὢν τῶν ἀνθρώπων. ∆ιὰ τοῦτο ἐκ τῆς αἰτίας ἐνθουσιασθεὶς αὐτὸν ὁ Ἀδὰμ ἐπωνόμασε, Σὴθ αὐτὸν προσαγορεύσας, τουτέστι θεμέλιος· διὰ τοῦτο εἶπε· "Καὶ ὑποτάξει πάντας τοὺς υἱοὺς Σήθ", ἵνα εἴπῃ ὅλον τὸν κόσμον· τοῦτο δὲ ἐπὶ τοῦ Χριστοῦ καὶ μόνον ἁρμόζει, πρὸς ὃν πᾶσα ἡ θεία Γραφὴ ἀφορᾷ. Παραγραφή 5.114 Καὶ οὗτος, ἀστεῖος τῷ Θεῷ γεννηθείς, ἀνετρέφετο μὲν εἰς τὰ βασίλεια τῆς Αἰγύπτου, παιδευόμενος πᾶσαν σοφίαν Αἰγυπτίων· καὶ μετέπειτα, παραληφθεὶς ἐν τῷ ὄρει Σινᾷ, διδάσκεται καὶ τοῦ Θεοῦ τὴν σοφίαν, καὶ ἀποστέλλεται πάλιν ἐν Αἰγύπτῳ, τύπον ἐπιφερόμενος τοῦ λυτρουμένου τὸν κόσμον ἐκ δουλείας καὶ ἐλευθερίαν καὶ υἱοθεσίαν χαριζομένου. Λυτροῦται γὰρ τοὺς Ἰσραηλίτας ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, τὴν πρόσχυσιν τοῦ αἵματος καὶ τὸ πάσχα προδιαγραψάμενος· τὴν Ἐρυθρὰν θάλασσαν διαβιβάσας, τὸ βάπτισμα προτυποῖ· τὴν δόσιν τοῦ νόμου, τοῦ ἁγίου Πνεύματος τὴν κάθοδον προμηνύει· τὴν διαγωγὴν τῆς ἐρήμου, τὴν τῆς Ἐκκλησίας παράδοσιν προσημαίνει· τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας, τὸ τῶν οὐρανῶν οἰκητήριον διὰ τοῦ διαδόχου ἑαυτοῦ προεμήνυσε· τὸ πρόσωπον ὑπὸ Θεοῦ δοξασθεὶς τὰς μετὰ ταῦτα δόξας μερικῶς προδιεγράφετο. 5.115 Οὐ μόνον δὲ διὰ τύπων, ἀλλὰ καὶ διὰ λόγων προεφήτευε περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. Καὶ πάλιν τῶν γραμμάτων τὴν πεῖραν ἐν τῷδε τῷ βίῳ αὐτὸς πρῶτος τῷ κόσμῳ ὑπέδειξε· τοῦ παντὸς κόσμου τὴν ποίησιν καὶ τὴν διαγραφὴν ἐν μυστηρίοις θεωρήσας ἀνεγράψατο· πρώτης καὶ δευτέρας καταστάσεως τοὺς τύπους ὑπέδειξε. ∆όξα τῷ ἀεὶ σοφῶς διὰ τῶν ἑαυτοῦ τροφίμων οἰκονομοῦντι τὰ κατὰ τὸ ἀνθρώπειον γένος. Τὸ κείμενον 5.116 Μετὰ τὸν Μωϋσέα τοίνυν καὶ τὸν τούτου διάδοχον Ἰησοῦν, τὸν τοῦ Ναυή, καὶ μετὰ τοὺς γενομένους Κριτὰς ἐν τῷ Ἰσραήλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Σαοὺλ καὶ ἀποδοκιμασθέντος, ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον δίκαιόν τε καὶ προφήτην, ὃς συνέταξε βίβλον ψαλμῶν ἑκατὸν πεντήκοντα, ἐκ Πνεύματος ἁγίου κινούμενος, ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἑβραίας