1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

43

σκεπάσαι· τεχναζόμενος δὲ καὶ παρὰ Θεοῦ ὡς λογικὸς νυττόμενος ἐφεῦρε τὴν ῥαπτικὴν τέχνην φύλλα συκῆς ἑαυτῷ συρράπτων διὰ σκολόπων δένδρων· ἐν ταὐτῷ δὲ καὶ χιτῶνας πάλιν ὑπὸ Θεοῦ σοφισθεὶς ἐκ δερμάτων ξύλων ποιεῖν ἐδιδάχθη. Κάϊν δὲ γηπονίαν καὶ Ἄβελ ποιμενικὴν τέχνην, ἤτοι ἐπιστήμην, ἐφευρηκότες μαρτυροῦνται παρὰ τῇ Γραφῇ. Εἶτα πάλιν μετὰ τὴν ἀδελφοκτονίαν ὁ Κάϊν ὡς παρὰ Θεοῦ ἐκβληθείς, καθὰ γέγραπται, "ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ κατῴκησεν ἐν γῇ Ναΐδ", ἵνα εἴπῃ ὅτι ἐξεβλήθη ὁ Κάϊν ἀπὸ τοῦ Θεοῦ καὶ ἐπέμφθη ἐν ἐξορίᾳ εἰς γῆν μοχθηράν. 3.72 Κατοικητήριον γὰρ τοῦ Θεοῦ ὑπενόουν εἶναι τὸν παράδεισον, ὡς ἐκεῖθεν ἐξερχομένου καὶ συχνότερον αὐτοῖς ὀπτανομένου. Οἱ ἐγγύθεν οὖν τοῦ παραδείσου ὄντες υἱοὶ τοῦ Σήθ, ὡς ὑπὸ τὴν ἐπιμέλειαν τοῦ Θεοῦ ὄντες καὶ πυκνότερον τῷ Θεῷ ὁμιλοῦντες, διαπαντὸς υἱοὶ τοῦ Θεοῦ ἐκαλοῦντο· οἱ δὲ περὶ τὸν Κάϊν, ὡς μακράν που τοῦ παραδείσου ἀπῳκισμένοι καὶ μὴ ὄντες ἀεὶ ὑπὸ τὴν ἐπιμέλειαν τοῦ Θεοῦ, ἀλλ' ἐν μοχθηρᾷ γῇ πάνυ οἰκοῦντες καὶ τεθηριωμένῃ καὶ ἑαυτῶν μᾶλλον ἐπιμελούμενοι, ἐκαλοῦντο υἱοὶ τῶν ἀνθρώπων. Ἐν φόβῳ οὖν διάγοντες ὅ τε Κάϊν καὶ οἱ ἐξ αὐτοῦ ἐφεῦρον ἑτέρας τέχνας πρὸς ἑαυτῶν ἀσφάλειαν, οἵας εἰπεῖν τεκτονικήν, λαξευτικήν, χαλκευτικήν, μουσικήν· τεκτονικὴν μὲν πρὸς τὸ σκηνὰς ποιεῖν καὶ θύρας καὶ στέγας, ἑαυτοὺς φυλάττοντες καὶ τὰ ἑαυτῶν κτήνη· λαξευτικὴν δὲ πρὸς τὸ οἴκους καὶ πόλεις κτίζειν, ἀσφάλειαν καὶ φρουρὰν ἑαυτοῖς προνοούμενοι· 3.73 χαλκευτικὴν δὲ πρὸς τὸ γηπονεῖν καὶ τέμνειν τὴν γῆν ἀρότρῳ καὶ θερίζειν τὰ σπέρματα μαχαί ραις, καὶ πρὸς τὸ αὐλοὺς καὶ ἕτερά τινα ποιεῖν· μουσικὴν δὲ πρὸς τὸ αὐλοῖς καὶ κιθάραις καὶ ᾠδαῖς ἀγρυπνεῖν νυκτὸς καὶ φυλάττειν ἑαυτούς τε καὶ τὰ ἑαυτῶν κτήνη ἀπὸ βλάβης θηρίων. Ἐν φόβῳ οὖν διάγοντες καὶ ἐν ἐξορίᾳ ὑπάρχοντες πᾶσαν μηχανὴν ἐπενόουν πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν. Οὕτως γὰρ γέγραπται περὶ αὐτῶν, περὶ μὲν τοῦ Κάϊν· "Καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὸ ὄνομα τῆς πόλεως ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ", περὶ δὲ Ἰωβέλ, τοῦ υἱοῦ Λάμεχ τοῦ ἐκ τῆς Ἀδαᾶς, φησίν· "Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων"· περὶ δὲ τοῦ Ἰουβάλ, τοῦ ἀδελφοῦ Ἰωβέλ, οὕτως φησίν· "Οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν"· χαλκευτικὴν δέ, ὡς ὅταν λέγῃ περὶ Θόβελ τοῦ ἐκ τῆς Σελλᾶς· "Οὗτος ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ τε καὶ σιδήρου." 3.74 Οὕτως οὖν ἐξ ἀρχῆς ὁ Θεὸς σοφίσας τὸν ἄνθρωπον ἐφευρίσκειν πεποίηκε τὰς τέχνας· καὶ οἱ μὲν πρῶτοι ἀρχῇ ἐφεῦρον αὐτάς, οἱ δὲ μετέπειτα ἐκ τῶν πρώτων τὰς ἀφορμὰς λαβόντες καὶ πολυπραγμονοῦντες ἐπέτειναν αὐτὰς ἀκριβέστερον. Καλὸν οὖν συνᾶραι λόγον πρὸς τοὺς σοφιζομένους καὶ λέγοντας ἀΐδιον εἶναι τὸν κόσμον καὶ ἄναρχον καὶ ὑπομνῆσαι ὡς σφάλλονται, μὴ συνιέντες ἐξ αὐτῶν τῶν πραγμάτων, ἤτοι καὶ τῶν τεχνῶν, ὡς οὐκ ἔστιν ἀΐδιος καὶ ἄναρχος, ἀλλὰ πρόσφατος. 3.75 Εἰ γὰρ αἱ τέχναι κατὰ μέρος ἐφευρέθησαν, πᾶσα δὲ πολιτεία ἀνθρώπων διὰ τέχνης καὶ ἐπιστήμης λογικῆς συνίσταται, πῶς οἷόν τέ ἐστι κόσμον συνίστασθαι ἄνευ τεχνῶν καὶ ἐπιστήμης λογικῆς; Μὴ οὔσης γὰρ λαξευτικῆς καὶ τεκτονικῆς, πῶς δυνήσονται οἶκοι καὶ φρούρια καὶ πόλεις γενέσθαι πρὸς παραφυλακὴν ἀνθρώπων καὶ πολιτείας; Ὁμοίως ὑφαντικῆς μὴ οὔσης, πόθεν ἀρκετὰ τοῖς ἀνθρώποις σκεπάσματα εἰς τὰ ψύχη καὶ τὰ κρύη; Ὁμοίως χαλκευτικῆς μὴ οὔσης, πόθεν τοῖς ἀνθρώποις γηπονεῖν καὶ τέμνειν ἀρότροις τὴν γῆν καὶ μαχαίραις τὰ σπέρματα, ἵνα τροφὰς περιποιήσωνται; Πάλιν ἰατρικῆς μὴ οὔσης, πόθεν τοῖς ἀνθρώποις τὰ συμβαίνοντα πάθη θεραπεύειν καὶ τὰς νόσους παραμυθεῖσθαι; 3.76 Εὖ δῆλον τοίνυν ἐκ πάντων τούτων ὡς οὐκ ἀΐδιος ὁ κόσμος, ἀλλὰ πρόσφατος, ὥσπερ καὶ αἱ ἐπίνοιαι καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι τῶν ἀνθρώπων. Ποῦ γὰρ καὶ αὐτοὶ εὑρήσουσιν ἐν ἀστρονόμοις ἴσον ἢ κρείττω Πτολεμαίου, ἢ ἐν φιλοσόφοις Πλάτωνος καὶ Ἀριστοτέλους, ἢ Εὐκλείδους καὶ Ἀρχιμήδου, τοῦ μόνου ἐφευρηκότος τὸν τετραγωνισμὸν τοῦ κύκλου, γεωμέτρας καὶ ἀριθμητικούς; Εἰ δὲ οὗτοι ἀκριβέστεροι τῶν πρὸ αὐτῶν ἐγένοντο, πῶς οὐ